Τῌ ΤΡΙΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος πλ. δ' Τί ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ

Βρῶμα τὴν ἀγάπην ποιούμενοι, ἐγκρατείᾳ τῶν παθῶν, κατακρατήσωμεν πιστοί, καὶ Θεῷ τῷ δι' ἡμᾶς, ἀνυψωθέντι ἐν Σταυρῷ, καὶ λόγχῃ, κεντηθέντι τὴν πλευράν, βιῶσαι, εὐαρέστως ἐπειχθείημεν, ἵνα τρυφῆς ἀπολαύσωμεν, αἰωνιζούσης καὶ κρείττονος, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Ξύλῳ πάλαι θάνατον εὕρομεν, νῦν δὲ πάλιν τὴν ζωήν, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ, τῶν παθῶν οὖν τὰς ὁρμὰς, ἀπονεκρώσωμεν πιστοί, καὶ φθάσαι, τὴν σωτήριον Ἀνάστασιν, τῶν πάντων Εὐεργέτην δυσωπήσωμεν, πράξεσι θείαις λαμπόμενοι, καὶ ἀρεταῖς καλλυνόμενοι, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος β' Τῶν ὑπὲρ νοῦν ἀγαθῶν ΤΟ ΑΚΟΥΤΕ

Τὸν ζωηφόρον Σταυρόν, αἰνοῦμέν σου Κύριε, καὶ τὰ καθ' ἡμᾶς ἱερά, τῆς σαρκός σου παθήματα, τὴν λόγχην τε τὴν σφαγήν, τοὺς γέλωτας τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα καὶ τὰ κολαφίσματα, σὺν τῇ πορφύρᾳ, καὶ τὸ στέφος τὸ ἀκανθόπλεκτον, ἐν οἷς ἐκ τῆς κατάρας πάντας, ἐκλυτρωσάμενος ἔσωσας ἡμᾶς. Διὸ δυσωποῦμέν σε· Τῶν Νηστειῶν τὸν χρόνον, εἰρηνικῶς τελέσαι παράσχου ἡμῖν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα Καὶ νῦν ... Σταυροθεοτοκίον

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς πθ'

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΕ', 1-15)

Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἄβραμ ἐν ὁράματι τῆς νυκτός, λέγων· Μὴ φοβοῦ Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἄβραμ· Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἄβραμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτόν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς, καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἑλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶπε δὲ πρὸς αὐτόν· Ἐγὼ ὁ Θεός, ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. Εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. Ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε, κατέβη δὲ τὰ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμάς, ἔκστασις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδού, φόβος σκοτεινὸς μέγας ἐμπίπτει αὐτῷ, καὶ ἐρρέθη πρὸς Ἄβραμ. Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῆ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτούς, καὶ κακώσουσιν, αὐτούς, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη, τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ᾧδε μετὰ ἀποσκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.

 

Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς 90

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου.

Στίχ. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΕ', 7-19)

Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρ' αὐτῷ. Βδέλυγμα Κυρίῳ· Ὁδοὶ ἀσεβῶν, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. ᾍδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. Καρδίας εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Κρεῖσσον μερὶς μικρὰ μετὰ φόβου Θεοῦ, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. Κρεῖσσον ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις. Ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. Ὁδοὶ ἀέργων ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων λεῖαι.

 

Εἰς τὰ Ἀπόστιχα

Ἰδιόμελον Ἦχος πλ. α'

Ἐξοστρακισθεὶς τῆς εὐθείας ὁδοῦ σου, ὑπὸ παθῶν ὁ δύστηνος κατεκρημνίσθην εἰς βάραθρον. Λευΐτης δὲ σὺν Ἱερεῖ ἀθροισθέντες, ἀπηξίωσαν, σὺ δὲ Χριστέ με ἠλέησας, καὶ τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ, τῆς ἁμαρτίας τὸ ἔγγραφον διαρρήξας, τῇ ἀπαθείᾳ ἐλάμπρυνας, καὶ τῷ Πατρὶ σύνεδρόν με πεποίηκας· ὅθεν κραυγάζω· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ἕτερον Ἰδιόμελον

Ἦχος πλ. δ'

Ἐξ Ἱερουσαλὴμ κατέβην ἀπολισθήσας, τῶν ἐν αὐτῇ τοῖς ἔθνεσιν, γραφέντων ἐνταλμάτων σου· εἰς Ἱεριχὼ δὲ πορευόμενος, τῇ πρὸς μιμήσει ὁρμῇ, τῶν ἐν αὐτῇ πάλαι διὰ κακίαν, ὑπὸ σοῦ πρὸς φόνον ἐκδοθέντων τῷ λαῷ σου, διὰ τῆς παρακοῆς, ψυχοφθόροις ἐνέτυχον πάθεσιν, ὡς λῃσταῖς, ὑφ' ὧν πληγέντα, καὶ παραβραχὺ θανατωθέντα, ὁ τοῖς ἥλοις καὶ τῇ λόγχῃ, τὸ σῶμα τραυματισθεὶς ἑκουσίως διὰ ἁμαρτίας ἀνθρώπων, καὶ τὴν κοινὴν τελέσας διὰ Σταυροῦ σωτηρίαν ἐν Ἱερουσαλήμ, ἴασαί με Κύριε, καὶ σῶσόν με.

Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Κύριε, ὅτε σὲ ὁ ἥλιος εἶδεν, ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ἥλιε τῆς δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.

 

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. δ'

Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ

Ξύλου γευσάμενος, Ἀδὰμ μὴ προσηκόντως, τῆς ἀκρασίας τοὺς καρποὺς πικρῶς ἐτρύγησεν, ὑψωθεὶς δὲ ἐν ξύλῳ τοῦτον ἐλυτρώσω, Οἰκτίρμον, τῆς καταδίκης τῆς χαλεπῆς· διό σοι ἀναβοῶμεν· Δίδου ἡμῖν, ἐγκρατεύεσθαι Δέσποτα, ἀπὸ καρποῦ φθοροποιοῦ, καὶ πράττειν σου τὸ θέλημα, ὅπως εὕρωμεν ἔλεος.

Σταυροθεοτοκίον

Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα, ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου., ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.

 

Μετὰ τὴν γ' Στιχολογίαν 

Καθίσματα Ἦχος β'

Τὴν ἄχραντον Εἰκόνα σου ΤΟ ΑΚΟΥΤΕ

Τὸ ξύλον τὸ πανάγιον, ἀνυμνοῦντες τοῦ Σταυροῦ, τὴν ἄκραν ἀγαθότητα, προσκυνοῦμέν σου ἀεί, Χριστὲ ὁ Θεός· ἐν τούτῳ γὰρ κατῄσχυνας, τὰς δυνάμεις τοῦ ἐχθροῦ, καὶ ἔδωκας σημείωσιν, τοῖς πιστεύουσιν εἰς σέ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Πάντας ἀξίωσον, εὐθύμως εἰρηνεύοντας, ἀποπληρῶσαι τῆς Νηστείας τὸν χρόνον.

Σταυροθεοτοκίον

Τὸν ἄμωμον Ποιμένα σε, καθορῶσα ἡ Ἀμνάς, ἐν ξύλῳ ἀναρτώμενον, θρηνῳδοῦσα μητρικῶς, ἐβόα· θανάτω σε, Υἱὲ κατέκρινεν ὁ ἀχάριστος λαός, ἀνθ' ὧν νεφέλην ἥπλωσας, εἰς διάβασιν αὐτῷ, οἴμοι ἀτεκνοῦμαι ἡ ἄνανδρος! ἀλλ' ἐξανάστηθι καὶ λάμψον Ἥλιε, καὶ δοξασθήσομαι ἐν τοῖς υἱοῖς τῶν γηγενῶν.

 

ᾨδὴ γ' Ἦχος πλ. δ'

Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ

Κατακρίνας τὴν ἔχθραν, ἐν τῷ Σταυρῷ ἔτεινας, σοῦ Δικαιοκρῖτα παλάμας, νῦν δὲ κατάκριτον, ὄντα με πταίσμασι, σῶσον τὸν ἄσωτον Σῶτερ, τὸν παραπικράναντα, σὲ τὸν μακρόθυμον.

 

Τὴν κτηνώδη ποθήσας, παθοποιὸν βίωσιν, σοῦ τῶν ἐντολῶν ἐμακρύνθην, Σῶτερ πανάγαθε, ξένοις δουλούμενος, καὶ ἀκαθάρτοις πολίταις, νῦν δὲ ἐπιστρέφοντα, δέξαι καὶ σῶσόν με.

 

Μογγιλάλου ὡς πάλαι, τὰς ἀκοὰς ἤνοιξας, ἄνοιξον ψυχῆς μου τὰ ὦτα, γνώμῃ κωφεύοντα, καὶ ἐνωτίζεσθαι, σοῦ τὸν σωτήριον λόγον, Ἰησοῦ ἀξίωσον, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Ἡ σωτήριος πύλη, ἡ πρὸς Θεὸν γέφυρα τῶν Χριστιανῶν ἡ προστάτις, πάναγνε Δέσποινα, περιστατούμενον, ταῖς συμφοραῖς με τοῦ βίου, καὶ κλυδωνιζόμενον, Κόρη κυβέρνησον.

Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου

Ἦχος β' Στειρωθέντα μου τὸν νοῦν ΤΟ ΑΚΟΥΤΕ

Διὰ σπλάγχνα οἰκτιρμῶν, ἀνελθὼν ἐν τῷ Σταυρῷ, ἀνείλκυσάς με, ἐκ βαράθρων παθῶν, καὶ ἀνύψωσας Χριστὲ εἰς τὰ οὐράνια.

 

Ἐκπετάσας ἐν Σταυρῷ, τὰς παλάμας σου Χριστέ, τὰ ἔθνη πάντα, τὰ μακρὰν ἀπὸ σοῦ, ἠγκαλίσω κατεγγύς, στῆναι τοῦ κράτους σου.

Δόξα...

Τρισυπόστατε Μονάς, ὑπερούσιε Τριάς, Θεότης μία, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, σῷζε τοὺς σέβοντάς σε.

Καὶ νῦν ... Θεοτοκίον

Τὶς αἰνεῖν σε γηγενῶν, κατ' ἀξίαν ἱκανοί, Παρθενομῆτορ· σὺ γὰρ ἐν γυναιξί, μόνη, ὤφθης ἐκλεκτή, καὶ παμμακάριστος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀνυψώθης ἐν Σταυρῷ, ἐλογχεύθης τὴν πλευράν, χολῆς ἐγεύσω, δι' ἐμὲ Ἰησοῦ, τὸν ἐκ τῆς παρακοῆς, παραπικράναντά σε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

 

ᾨδὴ η'

Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ

Τῷ ἀκοιμήτῳ ὄμματι, ἐπιβλέψας με οἴκτειρον, τῷ τῆς ῥαθυμίας νυσταγμῷ κρατούμενον, καὶ ὕπνῳ, δουλεύοντα, τῶν ἡδονῶν ἐν κλίνῃ παθῶν, ὁ ἐπὶ Σταυροῦ τὴν κεφαλήν σου προσκλίνας, καὶ θέλων ἀφυπνώσας, καὶ τὴν νύκτα μειώσας, Χριστὲ τῆς ἁμαρτίας, φῶς ὢν δικαιοσύνης.

 

Πλουτοποιοῖς χαρίσμασι, κοσμηθεὶς ἐκ βαπτίσματος, μᾶλλον τὴν πενίαν τῶν κακῶν ἠγάπησα, καὶ ξένος γεγένημαι, τῶν ἀρετῶν ὁ τάλας ἐγώ, χώραν εἰς μακράν, ἀποδημήσας κακίας· διό με ἐπιστρέψας, ἐναγκάλισαι Σῶτερ, τῷ σῷ Σταυρῷ τειχίζων, εἰς πάντας τοὺς αἰῶνας.

 

Μέθην παθῶν ἀπόρριψον, καὶ δακρύων ἐκζήτησον, τὸν καθαρτικὸν διὰ νηστείας οἶνον ψυχή, καρδίαν εὐφραίνοντα, καὶ ἡδονὰς μαραίνοντα, καὶ τὰς τῆς σαρκός, ἀποτεφροῦντα καμίνους, καὶ σπεῦσον τῷ παγέντι, διὰ σὲ ἐπὶ ξύλου, Χριστῷ συσταυρωθῆναι, καὶ ζῆσαι εἰς αἰῶνας.

Θεοτοκίον

Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς, ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι, τὴν Κεχαριτωμένην.

Εἱρμὸς ἄλλος

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς ΤΟ ΑΚΟΥΤΕ

Τὸν σταυρωθέντα σαρκικῶς, καὶ θεϊκῶς μὴ παθόντα Ἰησοῦν, ὑμνοῦσιν οἱ ἄγγελοι, καὶ ἡμεῖς οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας.

 

Ἐν τῇ σταυρώσει σου Χριστέ, τὸν ἐπονείδιστον θάνατον ἑλών, τὸν ἐπικατάρατον, ἔσωσας ἡμᾶς, φθορᾶς ἐκλυτρωσάμενος.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Χερουβικῶς σὲ ὦ Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος ὑμνῶ, τὴν μίαν Θεότητα, ἄναρχον ἁπλήν, καὶ πᾶσιν ἀκατάληπτον.

Καὶ νῦν ... Θεοτοκίον

Τοῖς ἐγκωμίοις σε Ἁγνή, λαμπρῶς γεραίρουσι· πᾶσαι αἱ γενεαὶ τὸν Κτίστην γὰρ τέτοκας· ὢ θαῦμα φρικτόν, καὶ ἔργον παμμακάριστον!

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Πάντα ὑπήνεγκας παθεῖν, ὑπὲρ ἑνὸς τοῦ σωθῆναί με Χριστὲ ὑμνῶ σου τὴν Σταύρωσιν, τοὺς ἥλους, τὴν σφαγὴν εἰς τοὺς αἰῶνας ἅπαντας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν Οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας».

 

ᾨδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ

Ὁρῶν σε ἡπλωμένον ἐπὶ Σταυροῦ, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, πᾶσα δὲ γῆ, τρόμῳ ἐκλονεῖτο Παμβασιλεῦ, ἐθελουσίως βλέπουσα, πάσχοντα τὸν φύσει σε ἀπαθῆ· διό σε ἱκετεύω, τὰ πάθη τῆς ψυχῆς μου, ὡς ἰατρὸς Χριστὲ θεράπευσον.

 

Ὁδοὺς σωτηριώδεις καταλιπών, τὰς εἰς ᾍδην φερούσας διώδευσα, σκότος βαθύ, ἔχων περικύκλῳ τὰς ἡδονάς, καὶ τῶν παθῶν τὸν ὄλισθον, καὶ τὴν καταιγίδα τῶν πειρασμῶν· διό σε ἱκετεύω τῷ σῷ Σταυρῷ με σῶσον, Χριστὲ ὡς μόνος πολυέλεος.

 

Χειμῶνι συνεχόμενος πειρασμῶν, καὶ παθῶν τρικυμίαις ποντούμενος, καὶ ἡδονῶν, σάλῳ χειμαζόμενος χαλεπῶς, τὸ τῆς Νηστείας πέλαγος, ἔφθασα τὸ πρᾶον καὶ γαληνόν, ἐν ᾧ με κυβερνήσας, τῷ σῷ Σταυρῷ Οἰκτίρμον, πρὸς σωτηρίαν ἐγκαθόρμισον.

Θεοτοκίον

Συνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.

Ἄλλος

Τὴν παρθενίαν σου ΤΟ ΑΚΟΥΤΕ

Ἑκὼν ὑπέμεινας, σταυρωθῆναι Σωτὴρ ἡμῶν, ἵνα παράσχῃς πᾶσι ζωήν, τοῦ θανάτου ἐκλυτρωσάμενος.

 

Ξύλῳ νενέκρωμαι, καὶ Σταυροῦ ξύλῳ ἔζησα, ἐν ᾧ ὁ Χριστός μου προσηλωθείς, τὸν ἐχθρόν μου ἐθανάτωσε.

Δόξα...

Ὡς συνυπάρχοντα, τὸν Υἱόν τῷ Γεννήτορι καὶ Πνεῦμα τὸ ἅγιον συμπαρόν, ὁμοφρόνως προσκυνήσωμεν.

Καὶ νῦν ... Θεοτοκίον

Θαῦμα παράδοξον, καὶ ἐξαίσιον ἄκουσμα! πῶς καὶ ὡς μήτηρ τίκτεις Ἁγνή, καὶ οὐκ ἔγνως ὡς παρθένος φθοράν;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὑμνῶ τὴν λόγχην σου, ἀνυμνῶ καὶ τοὺς ἥλους σου τὸν σπόγγον τὸν κάλαμον τὸν Σταυρόν, δι' ὧν σέσωσμαι, Ἰησοῦ ὁ Θεός.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

 

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος γ'

Τὸ ὕψος τῶν ἀρετῶν, καταλιποῦσα ψυχή μου, ἐπὶ τὸ βάθος τῆς ἁμαρτίας κατελήλυθας, πονηροῖς ὁδοστάταις ἐμπεσοῦσα, τραυμάτων δὲ ὀδωδότων γέμουσα, κεῖται ἐρριμμένη ἄπορος. Διὸ βόησον Χριστῷ τῷ Θεῷ, τῷ διὰ σὲ σταυρωθέντι, καὶ μώλωπας ἑκουσίως δεξαμένῳ. Ἐπιμελήθητί μου Κύριε, καὶ σῶσόν με.

Ἕτερον Ἰδιόμελον

Ἦχος πλ. δ'

Τοῖς λῃστρικοῖς λογισμοῖς, τραυματισθεὶς ὁ δείλαιος, ἡμίθνητος γέγονα Κύριε. Προφητῶν δὲ ὁ χορὸς παρεῖδεν, ἡμιθανῆ κατιδὼν τυγχάνοντα, καὶ τέχναις ἀνθρωπίναις ἀνιάτρευτον. Διὸ χαλεπῶς ὀδυνώμενος, ἐν ταπεινώσει καρδίας κραυγάζω σοι. Χριστὲ ὁ Θεός, ἐπίχεε ὡς εὔσπλαγχνος, ἐπ' ἐμὲ τὸ μέγα σου ἔλεος.

Μαρτυρικὸν

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι ηὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ἡ Πάναγνος ὡς εἶδέ σε, σαρκὶ κρεμάμενον τῷ ξύλῳ, τὴν καρδίαν ἐτιτρώσκετο καὶ ὠλόλυζε δακρύουσα· Λόγε, ποῦ μου ἔδυς παμφίλτατε Ἰησοῦ, Υἱέ μου καὶ Κύριε; μὴ λίπῃς με μόνην, Χριστὲ τὴν τεκοῦσάν σε.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

 

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς 91

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Στίχ. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου καθ΄ ἑκάστην.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΜΑ', 4-14)

Οὕτω λέγει Κύριος· Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἶδον ἔθνη, καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν, ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων, τότε μὲν ἐρεῖ. Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αυτά, καὶ οὐ κινηθήσονται. Σὺ δὲ Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε, μὴ φοβοῦ· μετὰ σοῦ γὰρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε, ὅτι ἐγὼ ὁ Θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ βοηθός σου, μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός, ὁ λυτρούμενός σε, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Προκείμενον Ἦχος β' Ψαλμὸς 92

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.