Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὰ
Ἦχος β' Πάντας ὑπερβάλλω ΤΟ ΑΚΟΥΤΕ
Πᾶσαν ἁμαρτίαν διεπραξάμην, πάντας ὑπερέβην τῇ ἀσωτίᾳ, ἐὰν θελήσω μετανοῆσαι, οὐκ ἔχω δακρύων ὀχετούς, ἐὰν ῥαθύμως καὶ νῦν βιώσω, κολάσει ὑπόδικός εἰμι. Ἀλλὰ δός μοι διόρθωσιν μόνε ἀγαθέ, ὁ Θεός, καὶ ἐλέησόν με.
Ὄμβρους μοι παράσχου Χριστὲ δακρύων, ἐν τῇ τῆς Νηστείας τερπνῇ ἡμέρᾳ, ὅπως πενθήσω καὶ ἀποπλύνω, τὸν ῥύπον τὸν ἐκ τῶν ἡδονῶν, καὶ ἐποφθῶ σοι κεκαθαρμένος, ἡνίκα Κριτὴς ἐξ οὐρανοῦ, μέλλῃς ἔρχεσθαι Κύριε, κρῖναι τοὺς βροτούς, ὡς κριτής, καὶ δίκαιος μόνος.
Ἕτερον τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. α' Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε προθύμως, τὸ στερρὸν ὅπλον τῆς Νηστείας, ἔχοντες ὡς θυρεόν, πᾶσαν μεθοδείαν πλάνης τοῦ ἐχθροῦ, ἀποστρέψωμεν πιστοί, μὴ θελχθῶμεν ταῖς ἡδοναῖς τῶν παθῶν, μὴ τὸ πῦρ τῶν πειρασμῶν δειλιάσωμεν, δι' ὧν Χριστὸς ὁ φιλάνθρωπος, βραβείοις τῆς ὑπομονῆς στεφανώσει ἡμᾶς· ὅθεν παρρησίᾳ προσευχόμενοι, προσπίπτομεν κραυγάζοντες, αἰτούμενοι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ'
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς γ'
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Στίχ. Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 1-13)
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς, Ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε, Νύκτα, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεός, τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, οὐρανόν, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά, καὶ ἐγένετο οὕτω. Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, Γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε, θαλάσσας. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα τρίτη.
Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς δ'
Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 1-20)
Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ, γνῶναι σοφίαν καὶ παιδείαν, καὶ νοῆσαι λόγον φρονήσεως, δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρῖμα κατευθύνειν, ἵνα δῷ ἀκάκοις πανουργίαν. Παιδὶ δὲ νέῳ, αἴσθησίν τε καὶ ἔννοιαν. Τῶν τε γὰρ ἀκούσας σοφός, σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολήν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀρχὴ σοφίας, φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν, εὐσέβεια εἰς Θεόν, ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν, ἀσεβεῖς ἐξουθενήσουσιν. Ἄκουε, Υἱέ, νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Υἱέ, μὴ σὲ πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε, λέγοντες· ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, καταπίωμεν δὲ αὐτόν, ὥσπερ ᾍδης ζῶντα, καὶ ἄρωμεν τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς, τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων, τὸν δὲ κλῆρόν σου βάλε ἐν μέσῳ ἡμῶν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· Υἱέ μου, μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι, καὶ ταχινοί εἰσι τοῦ ἐκχέαι αἷμα. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, θησαυρίζουσιν ἑαυτόῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων, κακή. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἔχει.
Ἀπόστιχα
Ἰδιόμελον Ἠχος γ'
Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ εὐπρόσδεκτος. (Δίς)
Μαρτυρικὸν
Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις! ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με
Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης
ᾨδὴ α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)
Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ; ἀλλ' ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.
Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.
Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.
Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτη Εὔα; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.
Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.
Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;
Δόξα...
Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σε ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.
ᾨδὴ β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.
Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα Σῶτερ, ἔκτεινον.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.
Διέρρηξα, νῦν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.
Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.
Δόξα...
Ἕνα σε ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑμνῶ, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον.
Καὶ νῦν... Θεοτοκίον
Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον».
Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.
Εἰς τὸ ὄρος φεῦγε ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.
Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.
Ἥμαρτόν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.
Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδῃς με.
Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.
Ἐξομολογοῦμαί σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλ' ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.
Δόξα...
Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε θεοδόχε γαστήρ· χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)
Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψῃ Δικαιοκρῖτα, εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε· ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.
Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ. Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τί μάτην ταραττόμεθα;
Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπ' ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.
Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμῃ, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.
Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δείλαιον.
Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.
Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.
Γυναῖκάς μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.
Δόξα...
Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον, καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.
Καὶ νῦν... Θεοτοκίον
Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων φύσει Παρθένος. ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)
Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοὶ ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλ' ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.
Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.
Ἐξομολογοῦμαί σοι Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.
Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.
Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταὶνου, ταῖς παραλόγοις ὁρμαῖς, ἀεὶ παρανομοῦσα.
Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ' εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου, ἐγὼ δὲ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;
Δόξα...
Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.
Καὶ νῦν... Θεοτοκίον
Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε, ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῶ, τὴν τῶν ἀνθρώπων φύσιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)
Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.
Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ χάσμα, τῆς γῆς σε συγκαλύψῃ.
Ὡς δάμαλις ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῷ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.
Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.
Δόξα...
Τριάς εἰμι ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη, ὁ Πατήρ φησι καὶ Υἱός, καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν... Θεοτοκίον
Ἡ μήτρα σου Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις ταῖς σαῖς δικαιωθῶμεν.
Κοντάκιον Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Ψυχή μου, ψυχή μου, ἀνάστα, τί καθεύδεις; Τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι. Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)
Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς μώλωψι τραῦμα ἐμοί, ἀλλ' αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.
Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψίν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν, καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.
Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ' ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.
Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς. ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.
Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν· φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν. ἀλλ' αὐτὴν πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.
Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, δι' οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν με· σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.
Δόξα...
Τριὰς ἁπλὴ ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς· ἀλλ' ἀνύμνησον, δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Ὑμνοῦμέν σε εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν· καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)
Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.
Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.
Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἡλιοῦ, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.
Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, δι' Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.
Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμῇ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.
Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή, οὗ τὴν φιλαργυρίαν, ἀπώθου κἂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον· Τριὰς Μονὰς ἐλέησόν με.
Καὶ νῦν... Θεοτοκίον
Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». (Δίς)
Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;
Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκεῖ νοῦ, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.
Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος· αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.
Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.
Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῴκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.
Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.
Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ' οὐαί σοι ἐν τῷ κρίνεσθαι!
Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νῦν... Θεοτοκίον
Τὴν πόλιν σου φύλαττε, Θεογεννῆτορ Πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς, καὶ θλίψεως, καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.
Τῌ ΤΡΙΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν β' Στιχολογίαν
Καθίσματα Ἦχος β'
Ὑπερευλογημένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας· Μωϋσῆς γὰρ δι' αὐτῆς ἐδοξάσθη, καὶ Νόμον τὸν ἐν γράμματι, ἐν πλαξὶν ὑπεδέξατο, τοῦ πυρὸς δυνατώτεροι, Παῖδες νέοι ἀνεδείχθησαν. Ἐν αὐτῇ οὖν κατασβέσωμεν, τῆς σαρκὸς πάθη φλογίζοντα, Χριστῷ τῷ Σωτῆρι βοῶντες· Ἐπιστροφὴν ἡμῖν πᾶσι δώρησαι, καὶ ῥῦσαι τῆς γεέννης.
Δόξα...
Ἕτερον Εὐσπλαγχνίας ΤΟ ΑΚΟΥΤΕ
Μετανοίας ἐφέστηκε καιρός, ἐγκρατείας ἐπίδειξαι καρποὺς ὦ ψυχή μου, βλέψον πρὸς τοὺς πρὶν μετανοήσαντας, κράξον τῷ Χριστῷ· Ἥμαρτον σῶσόν με, ὡς ἔσωσας Δέσποτα, Τελώνην στενάξαντα, ἐκ καρδίας Ἀγαθέ, ὁ μόνος ὑπάρχων πολυέλεος.
Καὶ νῦν... Θεοτοκίον
Προστασία θερμὴ Χριστιανῶν, τὸν Υἱόν σου ἱκέτευε ἀεὶ Θεοτόκε, πάσης κακουργίας καὶ δεινότητος, ῥύσασθαι ἡμᾶς τοῦ πολεμήτορος, καὶ δοῦναι συγχώρησιν ἡμῖν, ὧν ἡμάρτομεν, διὰ σπλάγχνα οἰκτιρμῶν, ταῖς σαῖς ἱκεσίαις Μητροπάρθενε.
Εἰς τὴν γ' Στιχολογίαν
Καθίσματα Ἦχος πλ. α'
Κύριε, τὴν σωτήριον ἐγκράτειαν δισημερεύοντες, βοῶμέν σοι· Κατάνυξον ἡμῶν τὰς καρδίας τῶν δούλων σου, καὶ πρόσδεξαι τὰς ἐν φόβῳ εὐχὰς ἡμῶν, παρέχων ἡμῖν εὔδρομον τὸ τῆς Νηστείας στάδιον, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸ Ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία, καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς, τὸν ἄρτον φέρουσα, ὡς Υἱόν σου καὶ Θεὸν ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.
ᾨδὴ β' Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ κορέσας, Ἰσραηλίτην λαόν, καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοῖς βροτοῖς, ἵνα τὸν πάλαι τῇ φθορᾷ, πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν, δι' ἄφατον ἔλεος».
Νῦψον, γρηγόρησον, στέναξον δάκρυσον, διὰ νηστείας, ὅλον τῆς ἁμαρτίας τὸν φόρτον ψυχὴ ἀπόρριψον, τῇ θερμῇ μετανοίᾳ, ἀπόφυγε τὸ πῦρ, καὶ διὰ πένθους τῶν παθῶν, τὸν πενθήρη χιτῶνα διάρρηξον, τὴν στολὴν τὴν θείαν λαμβάνουσα.
Ὄρει προσέλθωμεν, ἀρίστων πράξεων, διὰ νηστείας πάντες, τὰς χαμαιζήλους λιπόντες, τῶν ἡδονῶν προσβολάς, καὶ εἰς γνόφον εἰσδύντες, σεπτῶν θεωριῶν, μόνον ὀψώμεθα Χριστοῦ, τὸ ἐράσιμον κάλλος, θεούμενοι μυστικῶς, θείαις ἀναβάσεσιν.
Οἴμοι! τί γένωμαι; τί διαπράξωμαι; τὴν ἁμαρτίαν πράττων, καὶ τὸν Δεσπότην οὐ φρίττων, ὁ ἀσυνείδητος; διὰ τοῦτο πρὸ δίκης κατάδικός εἰμι. Δικαιοκρίτα Ἀγαθέ, ἐπιστρέψας με σῶσον, τὸν ὑπὲρ πάντας βροτούς, σὲ παραπικράναντα.
Θεοτοκίον
Ἡ αγεώργητος, γῆ ἡ βλαστήσασα, τὸν τοῦ παντὸς τροφέα, τὸν ὑπανοίγοντα χεῖρα, καὶ εὐδοκίᾳ τῇ αὐτοῦ, ἐμπιπλῶντα πᾶν ζῷον, ἰσχύϊ θεϊκῇ, στήριξον ἄρτῳ ζωτικῷ, παρειμένας καρδίας, τῷ κόρῳ τῶν δυσχερῶν, ἡμῶν παραπτώσεων.
Εἱρμὸς ἄλλος
Ἦχος πλ. α' Ἴδετε, ἴδετε... ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε συνέλθωμεν, ἐν τῷ ταμείῳ τῆς ψυχῆς, Κυρίῳ τὰς εὐχὰς ἀποδιδόντες, καὶ βοῶντες· Πάτερ ὁ ἐν οὐρανοῖς, τὰ ὀφειλήματα ἡμῶν, ἄνες καὶ ἄφες, ὡς μόνος εὔσπλαγχνος.
Τὸ τῆς ψυχῆς ἡμῶν, ἐν τῇ νηστείᾳ ἱλαρόν, δεικνύντες μὴ στυγνάσωμεν, τὴν τῶν πεποθημένων ἡμερῶν ἐναλλαγήν, ὡς ἐκλάμπουσαν ἡμῖν, τῆς εὐσεβείας τὰ κατορθώματα.
Δόξα...
Ἄναρχε ἄκτιστε, ἡ τρισυπόστατος Μονάς, Κυρία Βασιλεία τῶν αἰώνων, σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα φύσις βροτῶν.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὸ πανάρετον κλέος, τοῦ γένους ἡμῶν ὑμνοῦμεν· διὰ σοῦ γὰρ ἐθεώθημεν Παρθένε· καὶ γὰρ ἔτεκες ἡμῖν τὸν Σωτῆρα καὶ Θεόν, Χριστὸν τὸν λύσαντα, τῆς κατάρας ἡμᾶς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τίς πῦρ ἀπέσβεσε; τίς φράττει στόματα θηρίων; Νηστεία ἡ τοὺς Παῖδας, ἐκ καμίνου ῥυσαμένη, καὶ Προφήτην Δανιήλ, ἐκ λεόντων τῆς βορᾶς, ἣν ἀσπασώμεθα, καὶ ἡμεῖς ἀδελφοί.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως».
ᾨδὴ η'
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ
Ὕπνον ἀπώθου ψυχή, τῆς δεινῆς ῥαθυμίας, καὶ προθύμως γρηγόρει, πρὸς τὰς θείας ἐντολάς, ἐγγίζει ὁ Νυμφίος, λαμπαδηφόρος σπεῦσον, αὐτῷ προσυπαντῆσαι.
Τραυματισθέντα δεινῶς, ἡδονῶν τῇ ῥομφαίᾳ, τῇ μοτώσει οἰκτίρμον, τῆς εὐσπλάγχνου σου ῥοπῆς, ἰάτρευσόν με Λόγε, ὅπως σε εὐχαρίστως, δοξάζω εἰς αἰῶνας.
Ἀπὸ παθῶν βλαβερῶν, ἀπὸ φθόνου καὶ μίσους, ἀπὸ πάσης κακίας, ἐγκρατεύθητι ψυχή, σιτίοις τρεφομένη, τοῖς τὴν τρυφὴν τὴν ἄνω, ἀΰλως προξενοῦσι.
Θεοτοκίον
Θεογεννῆτορ Ἁγνή, τῆς ψυχῆς μου τὰ ἕλκη, καὶ καρδίας τὰ πάθη, καὶ νοὸς τὰς ἐκτροπάς, θεράπευσον ὡς μόνη, ἁμαρτωλῶν βοηθός, καὶ πορθουμένων τεῖχος.
Εἱρμὸς ἄλλος
Τὸν Ποιητὴν τῆς Κτίσεως ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἐγκρατείᾳ ἅπαντες, τὰς ψυχὰς πτερώσαντες, ἐν τοῖς οὐρανοῖς, εὐχὰς εὐπροσδέκτους, προσάξωμεν Κυρίῳ.
Πνεῦμα τῆς κατανύξεως, λαβόντες δακρύσωμεν, πρὸς λύτρον ψυχῶν ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Τριὰς ἡ ὁμοούσιος, καὶ Μονὰς ἡ ἄκτιστος, καὶ πάντων Θεός, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν ὑμνούντων σε Πανάχραντε, ῥυσθῆναι παντοίων, πειρασμῶν καὶ κινδύνων.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τρυφὴν πλουσίου πτύσαντες, δεῦτε τῷ Λαζάρῳ συννηστεύσωμεν, ἵνα ἡμᾶς θάλψῃ, τοῦ Ἀβραὰμ ὁ κόλπος.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Τῶν γηγενῶν, τίς ἤκουσε ΤΟ ΑΚΟΥΤΕ
Τῶν γηγενῶν, τίς οὕτως ὀλισθήσας, Θεὸν παρώργισε ποτὲ; τίς ταῖς ὁρμαῖς τῆς κακίας ἐξηκολούθησε, καὶ καταγώγιον ὤφθη τῆς ἁμαρτίας, ὥσπερ ἐγὼ ὁ τάλας; Ἀλλ' ὁ Θεός, ὁ θελητὴς τοῦ ἐλέους, σύ με οἴκτειρον.
Θεοειδῶν, Ἀγγέλων αἱ Δυνάμεις, τὸν εὐδιάλλακτον Θεόν, ἐκδυσωπήσατε, σῶσαι ψυχήν, εἰς πέλαγος, βιωτικῶν τε ἡδονῶν, καὶ τρικυμίαις παθῶν χειμαζομένην, καὶ προσβολαῖς τῶν ἐναντίων, πνευμάτων κινδυνεύουσαν.
Δεῦρο ψυχὴ πτεροῖς κουφιζομένη, διὰ νηστείας ἀρετῶν, τῆς χαμαιζήλου κακίας ὑπεξανάστηθι, καὶ θεωρίαις ἐντρύφα, ταῖς φανωτάταις τρυφὴν ταῖς προξενούσαις τῶν ἀρετῶν, θεοειδὴς γενομένη, διὰ πίστεως.
Θεοτοκίον
Τίς ἀκουστὰς ποιήσει τὰς αἰνέσεις, σοῦ τῆς τεκούσης ὑπὲρ νοῦν, τὸν αἰνετὸν καὶ Δεσπότην Ἁγνὴ καὶ Κύριον, ὃν ὑπεραινοῦσιν, Ἀγγέλων Ταξιαρχίαι. Αὐτὸν οὖν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἡμαρτηκότος, Παρθένε ἀπειρόγαμε.
Εἱρμὸς ἄλλος
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Ὁ καιρὸς εὐπρόσδεκτος, ἡ ἡμέρα, τῶν σωτηριῶν, προσάξωμεν τῷ Θεῷ, δῶρα ἀρετῶν, ἐν ᾧ ἀποθέμενοι, τὰ τοῦ σκότους, ἔργα ἀδελφοί, ἐπενδυσώμεθα, ὅπλα φωτός, καθώς Παῦλος βοᾷ.
Δεῦτε ὡς ὁ Κύριος, ἐν νηστείᾳ, εἷλε τὸν ἐχθρόν, ἐν τούτῳ καὶ ἡμεῖς, θραύσωμεν αὐτοῦ, τὰ βέλη καὶ ἔνεδρα. Ὀπίσω μου ὕπαγε Σατάν, ἕκαστος λέγοντες, ἐν τῷ μέλλειν ἐκπειράζειν ἡμᾶς.
Δόξα...
Ὁμοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς. Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
Ὑπὲρ νοῦν ὁ Τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός ἐστιν ὁ τεχθείς, ὂν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Νηστείᾳ προβάλλοντες, τῷ τῶν εὐχῶν, ὄρει καὶ ἡμεῖς, καρδίᾳ καθαρᾷ, ἴδωμεν Θεόν, τὰς πλάκας δεχόμενοι, τῶν ἐντολῶν, ἔνδον ὡς Μωσῆς, δόξῃ ἀστράπτοντες, τῷ προσώπῳ τῆς ἀγάπης αὐτοῦ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν».
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιόμελον Ἦχος γ'
Ἀρξώμεθα λαοί, τῆς ἀμώμου Νηστείας, ἥτις ἐστὶ τῶν ψυχῶν σωτηρία, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ, ἐλαίῳ εὐποιΐας, τὰς κεφαλὰς ἀλείψωμεν, καὶ ὕδατι ἁγνείας τὰ πρόσωπα νιψώμεθα, μὴ βαττολογήσωμεν, ἐν ταῖς προσευχαῖς, ἀλλ' ὡς ἐδιδάχθημεν, οὕτω βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος. (Δίς)
Μαρτυρικὸν
Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως, αὐτὸν ὡμολόγησαν, τὸν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστί. Πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας Ἦχος α'
Ὅτι πάροικοι ἐσμὲν ἐν τῇ γῇ, καθὼς πάντες οἱ πατέρες ἡμῶν, τὸ βραχὺ τῆς ζωῆς ἡμῶν, ἀναμάρτητον φύλαξον Σωτὴρ ἡμῶν καὶ ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον Ἦχος δ' Ψαλμὸς ε'
Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι Κύριε.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 19-31 Β', 13)
Τάδε λέγει Κύριος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου σμίγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοὺς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Διὰ τοῦτο, τάδε λέγει Κύριος, ὁ Δεσπότης Σαβαώθ, ὁ Δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ! οὐ παύσεται γάρ μου ὁ θυμός ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ συμβούλους σου, ὡς τὸ ἀπ' ἀρχῆς, καὶ μετὰ τούς ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ αἰσχυνθήσονται ἐν τοῖς γλυπτοῖς αὐτῶν, ἐφ' οἷς αὐτοὶ ἐπεποίθησαν, καὶ αἰσχυνθήσονται ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐφ οἷς αὐτοὶ ἐβουλεύσαντο. Ἔσται γάρ, ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς· καὶ ὡς παράδεισος, ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν, ὡς καλάμη στυππείου, καὶ ἡ ἐργασία αὐτῶν, σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων, ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱον Ἀμώς, περὶ Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ς'
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Στίχ. Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι.