Tῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΣΕΠΤΕΜΒΡΙΟΥ

 

Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

     Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Tῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζοντες Παρθένον ἁγνήν.

 

Ἐξ Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνθρώπων· ἐξ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός, πᾶσαν λύμην ἀγαθότητι.

 

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

 

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ· καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει, θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

 

     Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Γόνος Ἰωακείμ, καὶ Ἄννης ἡ Παρθένος, ἐφάνη τοῖς ἀνθρώποις, τῶν δεσμῶν ἀφιεῖσα, τῆς ἁμαρτίας ἅπαντας.

 

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 

Ὄρος ὡς ἀληθῶς, κατάσκιον ἐδείχθη, ἡ στείρωσις τῆς Ἄννης, ἐξ οὗ ἡ σωτηρία, πᾶσι πιστοῖς δεδώρηται.

 

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

 

Ῥήξασα τὰ δεσμά, στειρώσεως τῆς Ἄννης, ἡ πάναγνος Παρθένος, προῆλθε τοῖς ἀνθρώποις, τὴν ἄφεσιν βραβεύουσα.

Δόξα... Καὶ νῦν... Ὅμοιον

Ἴωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην, ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

     Μετὰ τὸν Προοιμιακόν, τοῦ Μακάριος ἀνήρ, τὴν α' στάσιν. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.

Ἦχος πλ. β' Σεργίου

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Ὁ αὐτὸς

Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε, καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀγόνου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τὸν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός· ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθὼν κεκλεισμένην διεφύλαξε· καὶ πάντας σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτός, πᾶσι τοῖς ἀνθρώποις, σωτηρίαν ἀπειργάσατο.

Ὁ αὐτὸς

Στεφάνου Ἁγιοπολίτου

Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται, καὶ πύλη παρθενικὴ θεία προέρχεται. Σήμερον καρπογονεῖν ἡ χάρις ἀπάρχεται, ἐμφανίζουσα τῷ κόσμῳ Θεοῦ Μητέρα, δι᾿ ἧς τὰ ἐπίγεια, τοῖς οὐρανοῖς συνάπτεται, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια· σήμερον ἔπνευσαν αὖραι, σωτηρίας προάγγελοι· ἡ τῆς φύσεως ἡμῶν διαλέλυται στείρωσις· ἡ γὰρ στεῖρα μήτηρ δείκνυται, τῆς παρθενευούσης μετὰ τόκον τοῦ κτίσαντος, ἐξ ἧς τὸ ἀλλότριον οἰκειοῦται ὁ φύσει Θεός, καὶ τοῖς πλανηθεῖσι διὰ σαρκὸς σωτηρίαν ἀπεργάζεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ λυτρωτὴς τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Σήμερον ἡ στεῖρα Ἄννα τίκτει θεόπαιδα, τὴν ἐκ πασῶν τῶν γενεῶν προεκλεχθεῖσαν, εἰς κατοίκησιν τῷ παμβασιλεῖ, καὶ Κτίστῃ Χριστῷ τῷ Θεῷ, εἰς ἐκπλήρωσιν τῆς θείας οἰκονομίας· δι' ἧς ἀνεπλάσθημεν οἱ γηγενεῖς, καὶ ἀνεκαινίσθημεν ἐκ τῆς φθορᾶς, πρὸς ζωὴν τὴν ἄληκτον.

Δόξα... Καὶ νῦν...

Ὁ αὐτὸς Σεργίου

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

 

     Εἴσοδος τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. 28, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 27 & 44, 1-4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. 9, 1-11)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

 

     Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος α'

Στεφάνου Ἁγιοπολίτου

Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ προπάτωρ, καὶ ἡ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· Ἐτέχθη μοι γὰρ φησι λύτρωσις, δι᾿ ἧς ἐκ τῶν δεσμῶν τοῦ ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαυΐδ κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, τοῦ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς Ἀνατολίου

Τὶς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Ἰωακεὶμ καὶ Ἄννα πανηγυρίζουσι μυστικῶς. Συγχάρητε ἡμῖν λέγοντες, Ἀδὰμ καὶ Εὔα σήμερον· ὅτι τοῖς πάλαι παραβάσει κλείσασι Παράδεισον, καρπὸς εὐκλεέστατος ἡμῖν ἐδόθη, ἡ θεόπαις Μαρία, ἀνοίγουσα τούτοις πᾶσι τὴν εἴσοδον.

Ὁ αὐτὸς

Ἡ προορισθεῖσα παντάνασσα, Θεοῦ κατοικητήριον, ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀϊδίου οὐσίας τὸ θεῖον τέμενος· δι᾿ ἧς ἰταμός ᾍδης καταπεπάτηται, καὶ παγγενῆ Εὔα ἐν ἀσφαλεῖ ζωὴ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· Μακαρία σὺ ἐν γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας σου εὐλογημένος.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. δ'

Σεργίου Ἁγιοπολίτου

Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

 

     Εἰς τὸν Στίχον, Στιχηρά. Ἰδιόμελα.

Ἦχος δ' Γερμανοῦ Πατριάρχου

Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 

Δι᾿ Ἀγγέλου προρρήσεως, γόνος πάνσεπτος, ἐξ, Ἰωακεὶμ καὶ τῆς Ἄννης τῶν δικαίων, σήμερον προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε, κατάρας ἀναίρεσις, εὐλογίας ἡ ἀντίδοσις. Διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

 

Στεῖρα ἄγονος ἡ Ἄννα, σήμερον χεῖρας κροτείτω φαιδρῶς· λαμπροφορείτω τὰ ἐπίγεια, βασιλεῖς σκιρτάτωσαν· ἱερεῖς ἐν εὐλογίαις εὐφραινέσθωσαν, ἑορταζέτω ὁ σύμπας κόσμος· ἰδοὺ γὰρ ἡ Βασίλισσα καὶ ἄμωμος νύμφη τοῦ Πατρός, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἀνεβλάστησεν, Οὐκ ἔτι γυναῖκες ἐν λύπαις τέξονται τέκνα· ἡ χαρὰ γὰρ ἐξήνθησε, καὶ ἡ ζωὴ τῶν ἀνθρώπων ἐν κόσμῳ πολιτεύεται. Οὐκ ἔτι τὰ δῶρα τοῦ Ἰωακεὶμ ἀποστρέφονται· ὁ θρῆνος γὰρ τῆς Ἄννης εἰς χαρὰν μετεβλήθη. Συγχάρητέ μοι λεγούσης, πᾶς ἐκλεκτὸς Ἰσραήλ· ἰδοὺ γὰρ δέδωκέ μοι Κύριος, τὸ ἔμψυχον παλάτιον τῆς θείας δόξης αὐτοῦ, εἰς κοινὴν εὐφροσύνην καὶ χαράν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Σεργίου Ἁγιοπολίτου

Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

     Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

 

     Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα ὅμοιον

Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτο

 

     Μετὰ τὸν Πολυέλεον

Κάθισμα Ἦχος πλ. δ'

Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ

Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

     Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

 

Προκείμενον Ἦχος δ'

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

 

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.

Ἀναστᾶσα Mαριὰμ ἐπορεύθη...

 

Δόξα... Ταῖς τῆς Θεοτόκου...

Καὶ νῦν... τὸ αὐτὸ

 

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

 

Τὸ Ἰδιόμελον

Ἦχος δ' Γερμανοῦ Πατριάρχου

Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος, ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

     Οἱ Κανόνες τοῦ Κυρίου Ἰωάννου μετὰ τῶν Εἱρμῶν εἰς η´ καὶ τοῦ Κυρίου Ἀνδρέου Τροπάρια εἰς ς'.

 

Ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου

 

ᾨδὴ α' Ἦχος β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

 

Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν.

 

Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν.

 

Ἡ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως, τῆς εἰς ᾍδου εὑρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσιν.

 

Ὁ Κανὼν τοῦ Κυρίου Ἀνδρέου.

 

ᾨδὴ α' Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται».

 

Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ, προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ λυτρωτὴν τοῦ παντός.

 

Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου· πάντες οὖν πιστῶς συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς.

 

Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ' οὐκ ἄτεκνος Θεῷ· ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ· ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε, Κτίστης ἐν δούλου μορφή.

 

Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ, μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν, πάντες ἐκ τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν.

Δόξα...

Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.

Καὶ νῦν... Θεοτοκίον

Τὶς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ ἁγνή.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται».

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς Ἦχος β´ ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

 

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

 

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον.

 

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθη ἐν σωτηρίῳ σου».

 

Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.

 

Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν.

 

Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον.

 

Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῷν Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα.

Δόξα...

Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Τὸν φωτοδότην καὶ ἀρχίζωον τῷν ἀνθρώπων, τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ πύλη τοῦ ἀπροσίτου φωτός.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα».

 

Ἡ Ὑπακοὴ Ἦχος β'

Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε, δι᾿ αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

 

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῷν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».

 

Ἀνυμνοῦμέν σε Κύριε, τὸν τοῖς πιστοῖς σωτήριον λιμένα, παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.

 

Σὲ Θεόνυμφε καύχημα, πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος, τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.

 

Ἀπειρόγαμε Δέσποινα, ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων, εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην· ὅτι ἀρρήτῳ βουλῇ, Θεὸς ὢν ἀΐδιος, ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς, Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ δυνάμει σου».

 

Τὴν πάνσεπτον γέννησιν τῆς Θεοτόκου, ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦντες πιστοί, τὸν ἄψευστον, τὸν τῷ Δαυῒδ προομόσαντα καρπόν, ἐκ τῆς ὀσφύος παρασχεῖν, πίστει προσκυνήσωμεν.

 

Διήνοιξας Κύριε τὴν μήτραν Σάρρας, καρπὸν ἐν γήρᾳ τὸν Ἰσαὰκ παρασχών· ὁ αὐτὸς καὶ σήμερον, τῇ εὐσεβεῖ Ἄννῃ δέδωκας Σωτήρ, ἐκ μήτρας γόνιμον καρπόν, ἄσπιλον Μητέρα τὴν σήν.

 

Ἐπήκουσας Κύριε τῆς προσευχῆς μου, λεγέτω Ἄννα, ἐπαγγελίας καρπόν, παρασχών μοι σήμερον, τὴν ἐκ πασῶν γενεῶν καὶ γυναικῶν προορισθεῖσαν, εἰς ἁγνὴν ἄχραντον Μητέρα σου.

 

Συγχαίρει σοι σήμερον θεόφρον Ἄννα, ἡ οἰκουμένη· τοῦ λυτρωτοῦ γὰρ αὐτῆς, τὴν Μητέρα ἤνθησας, τὴν ἐκ ῥίζης βλαστήσασαν Δαυΐδ, δυνάμεως ῥάβδον ἡμῖν, φέρουσαν τὸ ἄνθος Χριστόν.

Δόξα...

Δοξάζω σε ἄναρχε Τριάς, ἀμέριστε τῇ οὐσίᾳ, χερουβικῶς ἐκβοῶν, τῇ πηλίνῃ γλώσσῃ μου· Ἅγιος Ἅγιος Ἅγιος, ὁ ὤν καὶ διαμένων εἷς ἀεί, εἷς Θεὸς ἀΐδιος.

Καὶ νῦν... Θεοτοκίον

Πεπλήρωνται Ἄχραντε, τῷν θεηγόρων αἱ προφητεῖαι, ἐν τῇ γεννήσει τῇ σῇ, τῶν πιστῶς καλούντων σε, σκηνὴν καὶ πύλην καὶ ὄρος νοητόν, βάτον καὶ ῥάβδον Ἀαρών, φυεῖσαν ἐκ ῥίζης Δαυΐδ.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὁ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας, καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας, διὰ τῆς θεόπαιδος, καταυγάσας τὰς καρδίας, καὶ ἡμᾶς τῷ φωτί σου Χριστὲ καθοδήγησον».

 

Ἀνυμνήσωμεν λαοί, τὴν τῶν πάντων αἰτίαν· τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον· ἧς τὸν τύπον ἔχαιρον, ἀξιούμενοι Προφῆται, ἐναργῆ σωτηρίαν ταύτης καρπούμενοι.

 

Τῆς ἀνίκμου ὁ βλαστὸς ῥάβδου τοῦ ἱερέως, τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν· καὶ νῦν τὴν λαμπρότητα, τῶν φυσάντων παραδόξως, δᾳδουχεῖ τὸ ἐκ στείρας πανένδοξον κύημα.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν· κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν».

 

Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

 

Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα, Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ.

 

Σήμερον Εὔα λέλυται τῆς καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.

 

Δόξα σοι τῷ δοξάσαντι, τὴν στεῖραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.

Δόξα...

Ἄναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε, ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί.

Καὶ νῦν... Θεοτοκίον

Γέγονεν ἡ κοιλία σου Ἁγία Τράπεζα, ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος, ὡς ἐκ παστοῦ νυμφίος ὤφθη ἐκ σοῦ.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ὢ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».

 

Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, καὶ ταύτην γενεαῖς γενεῶν ἐκύησαν, εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.

 

Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, αὐτῶν τῶν Χερουβὶμ ὑπερφέρον ὄχημα, τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με· ἀλλ᾿ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε».

 

Ὑμνοῦμεν τὴν ἁγίαν σου γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε· σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί.

 

Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν, οἱ σώφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.

 

Αἱ στεῖραι καὶ μητέρες χορεύσατε· θαρσεῖτε καὶ σκιρτήσατε ἄγονοι· ἡ ἄτεκνος γὰρ στεῖρα, τὴν Θεοτόκον βλαστάνει, ἥτις λύσει τῶν ὠδίνων τὴν Εὔαν, καὶ τῆς ἀρᾶς τὸν Ἀδάμ.

 

Ἀκούω τοῦ Δαυῒδ μελῳδοῦντός σοι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀχθήσονται εἰς ναὸν Βασιλέως· καὶ σὺν αὐτῷ σε κἀγώ, θυγατέρα τοῦ Βασιλέως ὑμνῶ.

Δόξα...

Ἐν σοὶ τὸ τῆς Τριάδος μυστήριον, ὑμνεῖται καὶ δοξάζεται ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε.

Καὶ νῦν... Θεοτοκίον

Χρυσοῦν θυμιατήριον γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ ἁγνή.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος».

 

Κοντάκιον

Ἦχος δ' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ὁ Οἶκος

Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

     Τῇ Η' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Στίχοι

Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας,

Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ.

Ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι αὐτάδελφοι, Ῥοῦφος καὶ Pουφιανός, ξίφει τελειοῦνται.

Στίχοι

Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει,

Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεβῆρος ξίφει τελειοῦται.

Στίχοι

Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος,

Σεβῆρος εἶπε, καὶ πρὸς με τὸ ξίφος;

 

     Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀρτεμίδωρος πυρὶ τελειοῦται.

Στίχοι

Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει,

Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει.

 

     Ὁ Ἅγιος νεομάρτυς Ἀθανάσιος ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1774 ἀγχόνῃ τελειοῦται.

 

     Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεόνυμφε· τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν, ὁ νομοθέτης εἴργετο κατανοεῖν, τὸ μέγα Πάνσεμνε μυστήριον, μὴ φρονεῖν χαμαίζηλα, συμβολικῶς παιδευόμενος ποτέ· διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ὄρος καὶ πύλην οὐράνιον, καὶ νοητὴν σε κλίμακα θεοπρεπῶς· χορὸς ὁ θεῖος προηγόρευσε· ἐκ σοῦ γὰρ λίθος τέτμηται, οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην, δι᾿ ἧς διῆλθε Κύριος, τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων».

 

Ἑορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας, δι᾿ ἧς ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

 

Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη· Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι' ἧς τὸ κατάκριμα, τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.

 

Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει, καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

 

Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.

Δόξα...

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν μονάδι Θεότητος, Τριάδα Παναγίαν, ἀχώριστον ἄκτιστον, καὶ συναΐδιον καὶ ὁμοούσιον.

Καὶ νῦν... Θεοτοκίον

Σὺ Θεὸν μόνη ἔτεκες, Παρθένε μετὰ τόκον· σὺ τὴν φύσιν ἐκαίνισας, τῷ τόκῳ σου Μαρία· σὺ τὴν Εὔαν ἔλυσας, τῆς πρωτογόνου ἀρᾶς, Θεογεννῆτορ ἁγνή.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων, προαπεικόνισας ποτέ, τὴν σὴν Μητέρα Κύριε· ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο, ἀφλέκτως ἐμβατεύοντας· ἣν ὑμνοῦμεν ἐμφανισθεῖσαν, διὰ σοῦ τοῖς πέρασι σήμερον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

 

Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς, ἡ προορισθεῖσα σκηνή, τοῦ εἶναι νῦν ἀπάρχεται, τεξομένη Λόγον ἡμῖν παχύτητι, σαρκὸς ἐμφανιζόμενον· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Ἡ τῆς στειρώσεως μεταβολή, τὴν κοσμικὴν τῶν ἀγαθῶν, διέλυσε στείρωσιν, καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε, βροτοῖς ἐπιδημήσαντα· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσση ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

 

Ὁ ποιήσας παράδοξα, τῇ στειρωθείσῃ γαστρί, ὁ ἀνοίξας Ἄννης ἄγονον μήτραν, καὶ καρπὸν αὐτῇ δούς, σὺ Θεὸς ἅγιος, σὺ Υἱὸς τῆς Παρθένου, σὺ ἐκ ταύτης σάρκα προσελάβου, τῆς ἀειθαλοῦς Παρθένου καὶ Θεοτόκου.

 

Ὁ σφραγίζων τὴν ἄβυσσον, καὶ ἐξανοίγων αὐτήν, ὁ ἀνάγων ὕδωρ ἐν ταῖς νεφέλαις, καὶ διδοὺς ὑετόν, σὺ ὁ δοὺς Κύριε, ῥίζης ἐκ τῆς ἀκάρπου ἐξανθῆσαι,, Ἄννης τῆς ἁγίας, ἄχραντον καρπόν, τὴν ῥάβδον τὴν Θεοτόκον.

 

Σὺ ὁ λύσας τὰ ἄλυτα, τῆς ἀπαιδίας δεσμά· σὺ ὁ δοὺς τῇ στείρᾳ γόνιμον τόκον, καὶ καρπὸν εὐκλεῆ, ἧς Υἱὸς γέγονας καὶ βλαστὸς ἀνεφύης· ἣν Μητέρα ἔσχες κατὰ σάρκα, ἐν τῇ πρὸς ἡμᾶς Οἰκτίρμον ἐπιδημίᾳ.

 

Γεωργὲ τῶν φρενῶν ἡμῶν, καὶ φυτουργὲ τῶν ψυχῶν, σὺ ὁ ἄκαρπον γῆν, εὔκαρπον δείξας· σὺ τὴν πάλαι ξηράν, γόνιμον εὔσταχυν, ἄρουραν καρποφόρον ἀπειργάσω, Ἄνναν τὴν ἁγίαν, ἄχραντον καρπὸν ἀνθῆσαι τὴν Θεοτόκον.

Δόξα...

Ὢ Τριὰς ὑπερούσιε, μονὰς συνάναρχε, σὲ ὑμνεῖ καὶ τρέμει, πληθὺς Ἀγγέλων, οὐρανὸς καὶ ἡ γῆ, ἄβυσσοι φρίττουσιν, ἄνθρωποι εὐλογοῦσι, πῦρ δουλεύει, πάντα ὑπακούει, σοὶ Τριὰς ἁγία, φόβῳ τὰ ἐν τῇ κτίσει.

Καὶ νῦν... Θεοτοκίον

Ὢ καινότατον ἄκουσμα! Θεὸς Υἱὸς γυναικός, καὶ ἀσπόρου τόκου, ἄνανδρος Μήτηρ, καὶ Θεὸς τὸ τεχθέν, ὢ φρικτὸν θέαμα! ὢ συλλήψεως ξένης τῆς παρθένου! ὢ ἀφράστου τόκου! ὄντως ὑπὲρ νοῦν τὰ πάντα καὶ θεωρίαν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται

 

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ὁ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν.

 

Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

 

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν».

 

Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης· διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.

 

Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία, φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ.

 

Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος.

 

Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ᾽ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος· διὸ σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.

Δόξα...

Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς.

Καὶ νῦν... Θεοτοκίον

Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι· αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν».

Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ

«Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι».

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.

Ἕτερον ὅμοιον

Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.

 

     Εἰς τοὺς Αἴνους, ἱστῷμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες τὸ α'.

Ἦχος α'

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὀρος, διὰ σοῦ ἡμῖν δεδώρηται.

 

Ὢ τοῦ παραδόξου θαυματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Ὅμοιον

Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις

 

     Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς'.

 

Ἀντίφωνον Α'

Στίχος α'. Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Στίχος β'. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Στίχος γ'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Στίχος δ'. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Δόξα... Καὶ νῦν...

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Ἀντίφωνον Β'

Στίχος α'. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

 

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς σαρκωθείς...

 

Στίχος β'. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

 

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς...

 

Στίχος γ'. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ

 

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς...

 

Στίχος δ'. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

 

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς...

 

Δόξα... Καὶ νῦν...

 

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος,..

 

Ἀντίφωνον Γ'

Στίχος α'. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.

 

Ἦχος δ'

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

 

Στίχος β'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

 

Ἡ γέννησίς σου Θεοτόκε...

 

Στίχος γ'. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

 

Ἡ γέννησίς σου Θεοτόκε...

 

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.