Τῌ ΤΕΤΑΡΤ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ε Σ Π Ε Ρ Α Σ

 

Στιχηρὰ

Ἦχος πλ. α'

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε Μονογενές.

 

Ὁ τὴν Ἀνάστασιν διδούς, τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

 

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Στιχηρὰ Ἀνατολικὰ

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτὶ τῷ ἐπὶ τέλει τῶν αἰώνων, ὡς ἐν ἐσόπτρῳ, διὰ σαρκὸς λάμψαντι τῷ κόσμῳ καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, Φωτοδότα Κύριε δόξα σοι.

 

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται. Χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσών, ἀνίσταται, Διάβολος κατήργηται.

 

Οἱ τῆς κουστωδίας, ἐνηχοῦντο ὑπὸ τὴν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια καὶ εἴπατε, ὅτι ὑμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε; τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ λυτρωτὴς τοῦ κόσμου, καὶ παντοδύναμος.

Δόξα...

Κύριε, ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

 

Προκείμενον Ἦχος βαρὺς

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.

Στίχ. Πρόσχες μοι καὶ εἰσάκουσόν μου.

Στίχ. Ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν.

Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα.

 

Ἀπόστιχα

Ἦχος πλ. α'

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον, κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

 

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Π Ρ Ω Ϊ

 

Εἰς τοὺς Αἴνους

Ἦχος πλ. α'

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τὴν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

 

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

 

Κύριε, αἱ γυναῖκες ἔδραμον, ἐπὶ τὸ μνῆμα τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

 

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

 

Εἰς τὴν Λειτουργίαν

 

Προκείμενον τοῦ Ἀποστόλου Ἦχος γ'

Ψάλατε τῷ Θεῷ ἡμῶν ψάλατε.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.