Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ε Σ Π Ε Ρ Α Σ

 

Μετὰ τό, Χριστὸς ἀνέστη, καὶ τὰ λοιπά, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. 

Ἦχος γ'

Τῷ σῷ Σταυρῷ, Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

 

Πεφώτισται τὰ σύμπαντα, τῇ Ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται· πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

 

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα Ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Ἔτερα Στιχηρὰ Ἀνατολικὰ

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

 

Ὑμνοῦμεν τὸν Σωτῆρα τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα· δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

 

Τοῖς ἐν ᾍδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε, λέγων, νῦν νενίκηκα, ἐγὼ εἰμὶ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Δόξα...

Οἱ ἀναξίως ἐστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες, Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν ἐχθρῶν σου, φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν· ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῷαν φυλάξαντα. Διό, Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

 

Προκείμενον Ἦχος βαρὺς

Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα δσα ἠθέλησεν ἐποίησεν.

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Στίχ. Τί σοι ἐστί θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστρἀφης εἰς τὰ ὀπίσω;

 

Ἦχος γ'

Ὁ τῷ πάθει σου Χριστὲ ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν τὸν ἑσπερινὸν ὕμνον, φιλάνθρωπε.

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Π Ρ Ω Ϊ

 

Εἰς τοὺς Ανους

Ἦχος γ'

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν.

 

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, ἐλέησον ἡμᾶς.

 

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

 

Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον, ἐλέησον ἡμᾶς.

 

Εἰς τὴν Λ ε ι τ ο υ ρ γ ί α ν

 

Προκείμενον τοῦ Ἀποστόλου Ἦχος γ'

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

 

Ἡ Πρᾶξις

Ἐν ταῖς ἡμέραις ἐκείναις, σταθεὶς ὁ Πέτρος σὺν τοῖς Ἕνδεκα...

 

Ἀλληλούϊα Ἦχος πλ. δ'

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν.

 

Εὐαγγέλιον

Κατὰ Λουκᾶν Ἑωθινὸν ε'

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον...