ΠΕΜΠΤΗ ΠΛ Α΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Βέλη ἠκονημένα ὑμεῖς, τοῦ δυνατοῦ ἀποσταλέντες Ἀπόστολοι, εἰς πᾶσαν τὴν οἰκουμένην, ἀπτέρῳ τάχει σαφῶς, πάντα τῶν δαιμόνων ἀπημβλύνατε, δεινὰ καὶ πυρίφλογα, βέλη ὄντως μακάριοι, πολυθεΐαν, ἐκποδὼν ποιησάμενοι, καὶ διδάξαντες, τὴν εὐσέβειαν ἅπαντας, πρόβατα χρηματίσαντες, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἀρχιποίμενος ὄντως, ὃς λύκων μέσον ἀπέστειλεν, ὑμᾶς τοῦ πραΰναι, τὴν αὐτῶν θηριωδίαν, διὰ τῆς πίστεως.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Λόγῳ μαθητευθέντες Θεοῦ, ἐνυποστάτῳ τῷ βροτοῖς ὁμιλήσαντι, δι' ἄκραν φιλανθρωπίαν, καὶ προσλαβόντι αὐτῶν, ἀληθῶς τὴν φύσιν καὶ θεώσαντι, αὐτῷ οὖν ἑπόμενοι, θείοις ἴχνεσι πάνσοφοι, καὶ τὴν πτωχείαν, τὴν αὐτοῦ ἐμιμήσασθε, πάντα σκύβαλα, ἡγησάμενοι ἔνδοξοι· ὅθεν καὶ ἀπερρίψατε, χιτῶνα τὸν δεύτερον, μὴ βακτηρίαν, μὴ πήραν, ἐν τῇ ὁδῷ ἐπαγόμενοι, καὶ νῦν οὐρανίους, θησαυροὺς κληρονομῆσαι, κατηξιώθητε.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σάλου τῶν πειρασμῶν καὶ δεινῆς, ἐρεσχελίας τῶν ἀσέμνων αἱρέσεων, δαιμόνων κακοβουλίας, καὶ τῶν ἀνθρώπων πικρᾶς, συστροφῆς καὶ ζάλης παμμακάριστοι, πυρός ἀφεγγοῦς τε, καὶ αἰωνίζοντος σκώληκος, βρυγμοῦ ὀδόντων, καὶ πάσης ἄλλης κολάσεως, ταῖς πρὸς Κύριον, ἱκεσίαις λυτρώσασθαι, πάντας ἡμᾶς, καὶ τεύξασθαι, αὐτόν δυσωπήσατε, δι' ἐγκρατείας, καὶ πόνων, τῶν ἀρετῆς ἀντιδόσεων, τυχεῖν κληρουχίας, οὐρανῶν τε Βασιλείας, καὶ μέγα ἔλεος.
Ἔτερα τοῦ Ἁγίου Νικολάου, ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Χαίροις, ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ ποιμὴν ὁ μέγας ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι, ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν πανσεβάσμιον μνήμην σου, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Χαίροις, ὁ ἱερώτατος νοῦς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστὴρ ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε, ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου, περιστατούμενοι σῴζονται, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Χαίροις, ὁ θείου ζήλου πλησθείς, ἀπαγωγῆς τε πονηρᾶς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς δι' ὀνείρων προσφοιτήσεσι, πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε, τῶν παθῶν ἀπελαύνουσα, μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα, πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ἔχων ἁμαρτημάτων πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοι ἐν κατανύξει, καὶ συντριβῇ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον· καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοῖς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως, φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταῖς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέσθαι, υἱὸν φωτὸς ἀξιοῦσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπόστιχα Ἀποστολικὰ
Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλ' ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Τοὺς Ἀποστόλους Κυρίου μελῳδικῶς, ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται· ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, τοὺς δεινοὺς καὶ διαφόρους αἰκισμούς, παθημάτων ὑπεμείνατε, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοι ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοι, τὸ πανάγιον Πνεῦμα, ὡς παρρησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς αὐτόπτας τοῦ Λόγου καὶ ὑπηρέτας Χριστοῦ, τοὺς σοφοὺς Ἀποστόλους ἀνευφημήσωμεν, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ὕμνοις ἅπαντες πιστοί· τὸν Χριστὸν γὰρ ἐκτενῶς, καθικετεύουσιν αὐτοί, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ προσκυνούντων αὐτῶν τὰ λείψανα.
Τοὺς Ἀποστόλους συμφώνως ἀνευφημήσωμεν, ὡς κηρύξαντας πᾶσι πιστοῖς τὴν ἄψευστον, καὶ ὀρθόδοξον τοῦ Κυρίου διδαχήν, καὶ ἐκδιώξαντας τὴν τῶν αἱρέσεων ἀχλύν, καὶ φωτισμὸν πνευματικόν, ἐκλάμψαντας ἐν τῷ κόσμῳ, τὴν χάριν τὴν τῶν δογμάτων, καὶ δυσωποῦντας τοῦ σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Ἀπειρόγαμε Νύμφη καὶ ἀειπάρθενε, σὺν τοῖς θείοις αὐτόπταις ἀνευφημοῦμέν σε, ὅτι ἐν σοὶ ὁ δυνατὸς μεγαλεῖα ἐποίησε· δι' ἡμᾶς γὰρ καθ' ἡμᾶς, ὁ πρὸ αἰώνων ἐκ Πατρός, τῇ μήτρᾳ σου ἐνοικήσας, εὐδόκησε γεννηθῆναι, ἵνα ἐκ πλάνης σώσῃ τὸ γένος ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Ἀποστόλους ἐν ὕμνοις ἀνευφημήσωμεν, ὡς αὐτόπτας τοῦ Λόγου καὶ θείους κήρυκας, καὶ τῶν ἐθνῶν πνευματικοὺς σαγηνευτὰς σαφῶς, ὅτι προσήγαγον ἡμᾶς, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ, ῥυσάμενοι ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσαν.
Μαθηταὶ τοῦ Σωτῆρος θεῖοι Ἀπόστολοι, οἱ σωτήριον Λόγον ἐγκατασπείραντες, εἰς τὰ πέρατα τῆς γῆς, καὶ καταυγάσαντες, τοὺς ἐν τῷ σκότει καὶ σκιᾷ, καθημένους τὴν ἐμήν, φωτίσατε σκοτισθεῖσαν, ψυχὴν παθῶν ἀμαυρώσει, ταῖς ἱκεσίαις ὑμῶν πάνσοφοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἐκ ψυχῆς κεκτημένων σκέπη ὑπάρχουσα, καὶ ἡμᾶς ἐκ πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον Ἁγνή, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου ΤΟ ΑΚΟΥΤΕ
Κύριε, τὸ ἀπόρρητον μυστήριον, τῆς σῆς σαρκώσεως κηρύξαντες οἱ ἄσοφοι, φιλοσόφους κατῄσχυναν, τοὺς ῥήτορας ἁλιεῖς ἐπεστόμισαν, καὶ γεγόνασι τῶν ἐθνῶν σοφοὶ διδάσκαλοι, φωτίσαντες τὰ πέρατα, φωτὶ τῆς θείας γνώσεως, δι' αὐτῶν δίδου ἡμῖν, τὸ μέγα ἔλεος.
Μαρτυρικόν, αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.
Κανὼν τῶν Ἁγίων Ἀποστόλων
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ᾄδοντα.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔλλαμψιν πρωτοδότως, τὴν φωτοδότιδα, τοῦ σαρκὶ ὁμιλῆσαι, βροτοῖς καταξιώσαντος, πλουτήσαντες ἔνδοξοι, τῆς ψυχῆς μου λύσατε, πάντα ζόφον θεῖοι Ἀπόστολοι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τείνας καθάπερ βέλη, τὸ θεῖον τόξον ὑμᾶς, εἰς τὸν σύμπαντα κόσμον, ἀπέστειλεν Ἀπόστολοι, τὰ βέλη συντρίβοντας, τοῦ Βελίαρ ἅπαντα, καὶ ἰωμένους πιστῶν τὰ τραύματα.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔχοντες τὴν σοφίαν, αὐτὴν διδάσκαλον, ἐσοφίσατε πάντα, Ἀπόστολοι τὰ πέρατα· διό με φωτίσατε, τοῦ δυσμενοῦς ἅπασαν, κακουργίαν ἀποκρουόμενοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μόνη εὐλογημένη, θεοχαρίτωτε, εὐλογίαις ἀνθρώπων, τὸ γένος χαριτώσασα, Χριστὸν καθικέτευε, σὺν τοῖς θείοις Ἄχραντε, Ἀποστόλοις ἐλεηθῆναι ἡμᾶς.
Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς.
Πέμπτον προσάξω σοι, Νικόλαε, μέλος. Ἰωσήφ.
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πίστει καὶ πόθῳ Πάτερ, οἰκειωθεὶς τῷ Θεῷ, τὰ πανάγια τούτου, ἐπλήρωσας θελήματα, δι΄ὧν ἐχρημάτισας, κατὰ πάντα ἅγιος, θεοφόρε Πάτερ Νικόλαε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔχοντές σε προστάτην, πρὸς τὸν οἰκτίρμονα, περιστάσεσι μάκαρ, καὶ θλίψεσι κλονούμενοι, πρὸς σὲ καταφεύγομεν, δίδου χεῖρα σῴζουσαν, ἀπὸ πάσης ἡμᾶς στενώσεως.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μύρων Ἀρχιερέα, Χριστός σε ἔχρισεν, εὐωδίαις θαυμάτων, ἡμᾶς εὐωδιάζοντα· ὅθεν δυσωποῦμέν σε, δυσωδίας λύτρωσαι, ἁμαρτίας ἡμᾶς Νικόλαε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πάλαι τῶν Προφητῶν σε, χορὸς ἐκάλεσεν, ὄρος θεῖον Παρθένε, καὶ πύλην ἀδιόδευτον· ὅθεν δυσωποῦμέν σε, μετανοίας πύλας, Παρθενομῆτορ ἡμῖν ὑπάνοιξον.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ σάρκα ὑπερβολῇ, πτωχεύσας χρηστότητος, δι' αὐτὸν πτωχεύσαντας κατεπλούτησεν, ἔνδοξοι Ἀπόστολοι ὑμᾶς, χαρίσμασι παντοίοις, καταφωτίζοντας τὰ πέρατα, θείαις καὶ σεπταῖς ἐπιγνώσεσι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐπλήγην τῷ ἰοβόλῳ, ὄφεως δήγματι, καὶ τραυματισθεῖσαν καρδίαν κέκτημαι· ὅθεν σοι βοῶ τῷ δι' ἐμέ, Χριστὲ τραυματισθέντι. Τῶν Ἀποστόλων σου δεήσεσιν, ἴασαι καὶ σῶσόν με δέομαι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σαγήνῃ τῶν πρεσβειῶν, ὑμῶν παμμακάριστοι, ἐκ βυθοῦ κακίας τοῦ πολεμήτορος, καὶ ἐκ τρικυμίας λογισμῶν, παθῶν τε ψυχοφθόρων, ἀναγαγόντες με προσάξατε, τῷ Θεῷ τῶν ὅλων σῳζόμενον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ὄμβρον δεξαμένη, τὸν ἐπουράνιον, σὺν τοῖς Ἀποστόλοις τοῦτον ἱκέτευε, στῆσαί μου τοὺς ὄμβρους τῶν παθῶν, τὸ πέλαγος ξηρᾶναι τῆς ἁμαρτίας μου, καὶ σῶσαί με τὸν εἰλικρινῶς σε δοξάζοντα.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰ βέλη τοῦ πονηροῦ ἀπήμβλυνας Ὅσιε, ταῖς ἀντιτυπίαις τῶν θείων πόνων σου, ἀλλὰ ταῖς πρεσβείαις σου σοφέ, τῆς τούτου κακουργίας, καὶ ἐπηρείας διατήρησον, καὶ ἡμᾶς ἀτρώτους Νικόλαε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ βίον ἀγγελικόν, ἐν γῇ ἐνδειξάμενος, νῦν σὺν τοῖς Ἀγγέλοις ἀεὶ παρίστασαι, θρόνῳ τῆς Τριάδος ἱερῷ, ἡμῖν ἁμαρτημάτων, καὶ πειρασμῶν λύσιν αἰτούμενος, Πάτερ Ἱεράρχα Νικόλαε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοός μου τὰς ἀμαυρώσεις, πάσας ἀπέλασον, σοῦ ταῖς σελασφόροις εὐχαῖς Νικόλαε, κόπασον τὸν σάλον τῶν παθῶν, κυβέρνησόν με Πάτερ, πρὸς ἀπαθείας ὅρμον δέομαι, ὅπως ἐν αἰνέσει δοξάζω σε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παρέστης ἐκ δεξιῶν, Χριστοῦ ὡς Βασίλισσα, κροσσωτοῖς χρυσέοις θεοχαρίτωτε, περιβεβλημένη ἀληθῶς, ἡμῖν τὴν Βασιλείαν, τῶν οὐρανῶν τῇ μεσιτείᾳ σου, Κόρη προξενοῦσα πρεσβείαις σου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ θύρα Ἰησοῦς ὁ Θεὸς ἡμῶν, καθυπανοίξας τὴν αὐτοῦ, τοῖς Ἀποστόλοις ἐπίγνωσιν, πᾶσι τοῖς ἔθνεσι θύραν, διήνοιξε τοῖς τούτων διδάγμασι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Υἱὲ Θεοῦ υἱοὺς κατὰ μέθεξιν, τοῦ οὐρανίου σου Πατρός, τοὺς Ἀποστόλους ἀνέδειξας, ταῖς παρακλήσεσι τούτων, υἱοὺς φωτὸς ἡμᾶς πάντας ποίησον.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ θρόνων ἐπὶ δώδεκα μέλλοντες, σὺν τῷ Κριτῇ καὶ Βασιλεῖ, δεδοξασμένως καθέζεσθαι, τῆς φοβερᾶς καὶ φρικτῆς με, Ἀπόστολοι λυτρώσασθε κρίσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῦ θείου κιβωτὲ ἁγιάσματος, ἁγίασόν μου τὴν ψυχήν, τὸν λογισμὸν φωταγώγησον, διαπαντὸς δυσωποῦσα Χριστὸν σὺν Ἀποστόλοις σωθῆναί με.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥεόντων ἀντηλλάξω τὰ μέλλοντα, ὧν κληρονόμους καὶ ἡμᾶς, εὐχαῖς ἁγίαις σου ποίησον, πειρατηρίων παντοίων, λυτρούμενος τοῦ βίου Νικόλαε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ Μύρων προεδρεύσας Νικόλαε, πάσας αἰσθήσεις τῆς ἐμῆς, καρδίας μύρισον Ἅγιε, πάθη δυσώδη ἐκ ταύτης, εὐχαῖς σου ἐκδιώκων ἑκάστοτε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Συντρίψας τοῦ ἐχθροῦ μηχανήματα, τοὺς ὁρατοὺς ἡμῶν ἐχθρούς, καὶ ἀοράτους Νικόλαε, διηνεκῶς πολεμοῦντας, τελείᾳ ἀφανείᾳ παράπεμψον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγία Θεοτόκε βοήθει μοι, ταῖς ἡδοναῖς διηνεκῶς, βυθιζομένῳ τοῦ σώματος, καὶ ῥαθυμίας ἐν κλίνῃ, ἀεὶ κατακειμένῳ καὶ στένοντι.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ πνευματορρήτορες σοφοὶ Ἀπόστολοι, ἐν ὑπερώῳ πυρὸς ἐν εἴδει, τὸ Πνεῦμα τὸ ἅγιον, αὐτοῖς προσφοιτῆσαν, φρικτῶς καθυπεδέξαντο.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Βέλη ἐκλεκτὰ ὑμᾶς Χριστὸς ἀπέστειλε, συνθλῶντας βέλη τῆς πονηρίας· διό με ἰάσασθε, τετραυματισμένον, τοῦ δυσμενοῦς τοῖς βέλεσι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ καταστρεψάμενοι τῆς ἀσεβείας τὴν γῆν, καταστραφεῖσαν ταῖς πλημμελείαις, τὴν ἐμὴν διάνοιαν, δρόσῳ ἰαμάτων, Ἀπόστολοι ἰάσασθε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μὴ καταδικάσῃς με, μὴ ἀπορρίψῃς με, τοῦ σοῦ προσώπου, ἐκδυσωπεῖ σε, ἡ ἁγνῶς τεκοῦσά σε, καὶ τῶν Ἀποστόλων, ὁ δῆμος πολυέλεε.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξόανα κατέαξας εἰδώλων Ἅγιε, βουλὰς ἀπράκτους αἱρετιζόντων, ἔδειξας Νικόλαε, καὶ ἀπαγομένους πρὸς θάνατον ἐξήρπασας.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὤρθρισας πρὸς Κύριον ἐκ βρέφους Ὅσιε, καὶ ταῖς ἐκεῖθεν φωτοχυσίαις, ὅλως κατηγλάϊσαι· διὸ τῆς ψυχῆς μου, τὰ νέφη ἀποδίωξον.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ καθικετεύομεν Πάτερ Νικόλαε, τῇ ὥρᾳ ταύτῃ, ἐν μέσῳ πάντων, γενοῦ τῶν καλούντων σε, τὰ πρὸς σωτηρίαν διδοὺς ἡμῖν αἰτήματα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ ἀπερινόητος θεοχαρίτωτε, περιοχήν σε σωματοφόρος γενόμενος ἔσχηκε, βροτοὺς ἀπαλλάττων, περιεχούσης θλίψεως.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νεμομένην ἔστησας, τῆς κακίας σῆψιν τῶν ἐθνῶν, τὰς ψυχὰς φιλάνθρωπε, τῷ ἄλατι, τῶν διδαχῶν τῶν ἱερῶν Ἀποστόλων σου.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὸν βυθὸν ἐπίστασαι, τῶν κακῶν μου Δέσποτα Χριστέ, δός μοι χεῖρα σῶσόν με φιλάνθρωπε, ἱκεσίαις τῶν ἱερῶν Ἀποστόλων σου.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κριτὰ δικαιότατε, ἐν ἡμέρᾳ δίκης φοβερᾶς, τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως, τῶν εὐκλεῶν σου Ἀποστόλων δεήσεσι.
Θεοτοκίον
Τὸν ἀπεγνωσμένον με, ὑπὸ πλήθους τῶν ἀνομιῶν, σωτηρίας Κύριε ἀξίωσον, τῶν Μαθητῶν, καὶ τῆς Μητρός σου δεήσεσι.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἵλεων ἀπέργασαι, τὸν Δεσπότην σοῦ ταῖς προσευχαῖς, πᾶσι τοῖς τιμῶσί σε Νικόλαε, ὅπως ἡμῖν λύσιν πταισμάτων δωρήσηται.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσημάτων λύτρωσαι, καὶ σκανδάλων τῶν βιωτικῶν, πειρασμῶν καὶ θλίψεων Νικόλαε, τοὺς πρεσβευτήν σε κεκτημένους πρὸς Κύριον.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰατρόν σε ἄριστον, ὁ Δεσπότης ἔδειξε Χριστός· διὸ τὰ νοσήματα θεράπευσον, τῶν εὐσεβῶς σοι προσιόντων Νικόλαε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυοφόρος ἄνανδρος, Θεομῆτορ πέφηνας Ἁγνή· διὰ τοῦτο πίστει ἱκετεύω σε, τῆς ψυχῆς μου τὴν ῥαθυμίαν ἀπέλασον.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, ὑμᾶς ὑπερύψωσε, καὶ πᾶσαν κατέρραξεν, ἐχθροῦ τὴν δυναστείαν, Μαθηταὶ Χριστοῦ θεόπται.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥύπον τῆς κακίας μου, ῥείθροις κατανύξεως, ὑμῶν παρακλήσεσιν, Ἀπόστολοι πλύνατε, διδάσκοντες κραυγάζειν, ὁ Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πυρὶ θείου, Πνεύματος, ὕλην κατεφλέξατε, πάσης ματαιότητος· διὸ φλογιζούσης με, λυτρώσασθε γεέννης, Μαθηταὶ Θεοῦ τοῦ Λόγου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ τῆς καταπτώσεως, τοῦ Ἀδὰμ ἀνόρθωσις, ἔγειρον πεσόντα με, κακίας πρὸς βάραθρα, πρεσβείαις σου Παρθένε, καὶ τῶν θείων Ἀποστόλων.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλος ἀνακείμενος, τῷ Θεῷ Νικόλαε, ὅλον με διάσωσον, τοῦ βίου τοῖς πάθεσιν, ἀθλίως καθ' ἑκάστην, περιπίπτοντα θεόφρον.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπτὴρ θεαυγέστατε, τὸν νοῦν μου καταύγασον, παθῶν ἀμαυρότησιν, ἀεὶ σκοτιζόμενον, καὶ δίδου εὐσχημόνως, παροδεύειν ἐν τῷ βίῳ.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄπαν ἀνοιγόμενον, κατ' ἐμοῦ Νικόλαε, εὐχαῖς σου ἀπόφραξον, στόμα πονηρότατον, καὶ ῥῦσαι ὁρατῶν με, δυσμενῶν καὶ ἀοράτων.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκ σοῦ ἡμῖν ἔλαμψεν, ἀνέσπερος Ἥλιος, νεφέλη ὁλόφωτε, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει, ἀγνωσίας Θεοτόκε.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σὺ τὰς νοητάς, τῶν Ἀποστόλων Λόγε, νεφέλας ἐξήπλωσας, ἐπιρραινούσας, ἡμῖν, ὄμβρους πανσόφων, καὶ θείων διδαγμάτων, καὶ καταρδευούσας, ἡμᾶς εἰς τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ περικαλλεῖς, τῆς Ἐκκλησίας στῦλοι, οἱ ταύτην βαστάζοντες, πίστεως δόγμασι, σεσαθρωμένην, ψυχῆς μου τὴν οἰκίαν, θείᾳ τεχνουργίᾳ, στηρίξατε θεόπται.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στέναξον ψυχή, καὶ ὀχετοὺς δακρύων, ἐξ ὅλης προσάγαγε, καρδίας κράζουσα, μόνε οἰκτίρμον, σῶσον ἱλάσθητί μοι, ταῖς τῶν Μαθητῶν σου, πρεσβείαις εὐπροσδέκτοις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σιὼν ἐκλεκτή, τοῦ Βασιλέως πόλις, τῆς ἄνω πολίτην με, ποίησον πόλεως, μετὰ τῶν θείων, Μαθητῶν δυσωποῦσα, ἄχραντε Παρθένε, τὸν ἄχρονον Υἱόν σου.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μύρων γεγονώς, Ἀρχιεράρχης μέγας, ψυχῆς μου Νικόλαε, αἰσθήσεις μύρισον, ὅπως ἐκφύγω, παθῶν τὴν δυσωδίαν, καὶ τοῦ Παρακλήτου, εἰσδέξωμαι τὴν χάριν.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔστησας σοφέ, τῆς σῆς ἁγίας γλώσσης, τοῖς ῥεύμασι ῥεύματα, Ἀρείου δύσφημα· ὅθεν βοῶ σοι· τὴν ῥύσιν τῶν παθῶν μου, ξήρανον, εὐχαῖς σου, Νικόλαε παμμάκαρ.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λύτρωσαι ἡμᾶς, ἁμαρτιῶν εὐχαῖς σου, δαιμόνων κακώσεως, ἐθνῶν ἁλώσεως, πάντων ἀνθρώπων, πονηροτάτης βλάβης, ἵνα σε ὡς ῥύστην, ἡμῶν ἀνευφημῶμεν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Οἱ τριαδικῶς, τὴν μοναρχίαν πίστει, ἀπαύστως δοξάζοντες, ἀναβοήσωμεν· Πάτερ καὶ Λόγε, καὶ πανάγιον Πνεῦμα, σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σάρκα δι' ἡμᾶς, ἐκ σοῦ Θεὸς φορέσας, ἁγνὴν σὲ Πανάμωμον, παντὸς τοῦ γένους ἡμῶν, θείαν Παρθένε, δεικνύει προστασίαν· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ μεγαλοφώνως.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οὐρανοὶ κατάστεροι, ἀγλαΐαις θείων ἀρετῶν, ἐδείχθητε νοητῶς, μέσον τὸν Χριστόν, ὡς Ἥλιον ἔχοντες, καὶ τὸ τῆς γῆς, πλήρωμα σοφοί, κατεφωτίσατε· διὰ τοῦτο μακαρίζεσθε.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τοῦ Χριστοῦ τὰ στίγματα, ἐν τῷ θείῳ σώματι ὑμῶν, ὡς κόσμον πανευπρεπῆ, φέροντες σοφοί, τὴν κατατακεῖσάν μου, δαιμονικοῖς βέλεσι ψυχήν, ταῖς πρὸς τὸν Κύριον, μεσιτείαις θεραπεύσατε.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λάκκῳ κατωτάτῳ με, ἁμαρτίας κείμενον Χριστέ, καὶ ῥαθυμίας δεινῆς, ὕπνῳ τὴν ψυχήν, ἐπιβαρυνόμενον, διὰ τῶν σῶν Λόγε μαθητῶν, ὥσπερ τὸν Λάζαρον, ἐξεγείρας σῶσον Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς ψυχῆς μου εὔθυνον, τὰς πορείας, Λόγε τοῦ Θεοῦ, πρὸς τρίβους τῶν ἐντολῶν, σοῦ τῶν ἀπλανῶν, ἔχων τὴν τεκοῦσάν σε, δυσωποῦσαν ἄχραντον Ἁγνὴν καὶ τοὺς πανσόφους σου, Ἀποστόλους πολυέλεε.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱεράρχης ἔνθεος, χρηματίσας πάσας τοῦ Χριστοῦ, ἐφύλαξας ἐντολάς· ὅθεν τῶν πιστῶν, φύλαξ θεῖος γέγονας, ἀπὸ πάσης τούτους συντηρῶν, Πάτερ Νικόλαε, ἐπηρείας καὶ κακώσεως.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὥς ποτε διέθρεψας, ἀποροῦσαν ἄρτου ἐν λιμῷ, τὴν πόλιν σου ὡς καλός, Ὅσιε ποιμήν, ὡσαύτως διάθρεψον, τὴν ψυχήν μου ἄρτῳ νοητῷ, Πάτερ Νικόλαε, σὲ προστάτην εὐμοιρήσασαν.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ τὸν μέγαν ἥλιον, τὸν ἐν ὕψει κείμενον ἀεί, τῆς Ἐκκλησίας Χριστοῦ, Ὅσιε ποιμήν, πιστῶς ἱκετεύομεν, σελασφόροις λάμψεσι φωτός, σκότος ἀπέλασον, ἁμαρτίας τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤγγικεν ὡς γέγραπται, ἡ ἡμέρα ἡ περιφανής, τῆς παρουσίας Χριστοῦ, ἄγονε ψυχή, ἀπόθου τὸ ῥάθυμον, καὶ προθύμως βόησον Χριστῷ. Κύριε σῶσόν με, Νικολάου παρακλήσεσι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φαεινὴν λυχνίαν σε, ὁ Προφήτης ἔβλεψεν Ἁγνή, λαμπάδιον νοητόν, φέρουσαν Χριστόν, δι' οὗ ἐφωτίσθημεν, οἱ ἐν σκότει κείμενοι κακῶν, σὲ μακαρίζοντες, Θεοτόκε ἀειπάρθενε.
Ἀπόστιχα τῶν Αἴνων, Ἀποστολικὰ
Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλ' ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Τοὺς Ἀποστόλους Κυρίου, μελῳδικῶς ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται, ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ προεκλελεγμένη, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα ταῖς ψυχαῖς ἡμῶν, λύτρωσαι ἡμᾶς παθῶν καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη ὡς Μήτηρ Θεοῦ.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὥσπερ νεφέλαι φωτειναί, τὴν γῆν διήλθετε, τὸ ὕδωρ τὸ ζῶν, ἐπιρραίνοντες, καὶ καρδίας τακείσας, ἁμαρτίαις θεῖοι Μαθηταί, πλουσίως ἠρδεύσατε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὥσπερ ἀκτῖνες μυστικαί, Ἡλίου λάμψαντος ἐκ Κόρης ἁγνῆς, ἐφωτίσατε τοὺς ἐν σκότει ἀγνοίας, καθημένους θεῖοι Μαθηταί, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὰς πυρακτώσεις τῶν δεινῶν, καθυπομείναντες προθύμῳ ψυχῇ, κατεφλέξατε τῶν εἰδώλων τὴν πλάνην, καὶ πρὸς θείαν ἐπαναψυχήν, μετήλθετε Μάρτυρες.
Δόξα...
Ἴνα δραχμὴν τὴν ἐν βυθῷ, τῷ τῶν πταισμάτων συγχωσθεῖσαν, Χριστὲ ἐξάρῃς, καὶ Πατρὶ προσαγάγῃς, Ἀποστόλους κήρυκας τελεῖς, διὰ θείου Πνεύματος.
Καὶ νῦν... Θεοτοκίον
Τῶν Ἀποστόλων καλλονή, θεοχαρίτωτε ὑπάρχουσα, ἀμαυρούμενον ἡδοναῖς με τοῦ βίου, μετανοίας λάμπρυνον αὐγαῖς, ὅπως μακαρίζω σε.