ΤΡΙΤΗ Γ΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τὰ πάθη τῆς ψυχῆς Σωτήρ μου καὶ τοῦ σώματος, δεινῶς ἐπαναστάντα, βυθίζουσί με ἄμφω, καὶ πρὸς βάθος ἀπογνώσεώς με ἕλκουσιν, ἀλλ' ὡς ποτὲ θάλασσαν, ταῦτα κατεύνασον, καὶ γαλήνην μοι δίδου.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Οὐκ ἔχω παρρησίαν ὅλως ὁ κατάκριτος, εἰς ὕψος ἀτενίσαι, τοῦ οὐρανοῦ καὶ βλέψαι, ἀπὸ πλήθους καθελκόμενος πταισμάτων μου, λοιπὸν ὡς ὁ Τελώνης, βοῶ· Ἱλάσθητι, τῷ ἀθλίῳ μοι Σῶτερ.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Μεγάλη καὶ φρικτή σου Δέσποτα ἡ ἔλευσις, ἐν ᾗ καθίσῃς κρίσιν, δικαίαν ἐκτελέσαι· μὴ οὖν κρίνῃς με τὸν κατακεκριμένον, ἀλλ' ὡς Θεὸς φεῖσαί μου, καὶ ἐλευθέρωσον, τῆς μελλούσης ἀνάγκης.
Ἔτερα, τοῦ Προδρόμου, ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὡς ὄρθρος ἐξανέτειλας πᾶσι τοῖς πέρασι, φωτίζων τὰς καρδίας, τῶν σὲ ὑμνούντων ἔνδοξε˙ διὸ φώτισον ἡμῶν τὰς διανοίας, καὶ τὰς ψυχὰς Προφῆτα, τοῦ γεραίρειν σε, Βαπτιστὰ τοῦ Σωτῆρος.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Μὴ παύσῃ ἱκετεύειν Πρόδρομε μακάριε, ὑπὲρ παντὸς τοῦ κόσμου, δεόμεθά σου πάντες, ὅπως λάβωμεν ἐξ ὕψους θείαν χάριν, καταπατεῖν τὴν κάραν, τοῦ κακογνώμονος, οἱ πλουτοῦντές σε πρέσβυν.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἡνίκα τοῦ φθαρτοῦ με μέλλει Κύριος, χωρίζειν τότε σκήνους, προστάτην εὕροιμί σε, καὶ ἀντίληψιν καὶ σκέπην, Ἰωάννη Πρόδρομε καὶ Προφῆτα, καθοδηγοῦντά με, πρὸς ἀνέσπερον φέγγος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὅμοιον
Μὴ παύσῃ ἱκετεύουσα ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἑνεστώσης, πάσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου, πάντας ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.
Ἀπόστιχα Κατανυκτικὰ
Ἑσπερινὸν ὕμνον προσφέρομέν σοι, Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν Πνευματικῶν. Ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει, δός μοι χεῖρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι, ὑπὲρ τῆς εὐσεβείας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Ἕως πότε ψυχή μου, ἐπιμένεις τοῖς πταίσμασιν; ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον, ἀναμάρτητε Κύριε ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα
Τὸν βυθὸν τῶν πταισμάτων μου, σὺ γινώσκεις Κύριε, δός μοι χεῖρα ὡς τῷ Πέτρῳ, καὶ σῶσόν με.
Δικαίας κρίσεως ἐπερχομένης, καὶ τοῦ Κριτοῦ τῶν ὅλων δικάζοντος, ποίαν ἀπολογίαν δώσεις ψυχή μου; εἰμὴ πρὸ τοῦ τέλους βοήσῃς· Ἥμαρτον ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασιν ὁ ἄθλιος· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· Δέξαι με Πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ σκέπῃ σου, προσπεφευγότες, πίστει κράζομεν, ψυχῆς ἐκ βάθους, θεομακάριστε Προφῆτα καὶ Πρόδρομε, τῶν πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ νοσημάτων τὸν σάλον κατεύνασον, καὶ ματαίωσον ἐχθρῶν δυσμενῶν βουλεύματα, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Μαρτυρικὸν
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρείως δέ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις οἰκτίρμον, εἰρήνην παράσχου τῷ λαῷ σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν;
Κανὼν κατανυκτικός, φέρων ἀκροστιχίδα, ἄνευ τῶν Θεοτοκίων.
Ἐμοῖς στεναγμοῖς πρόσχες, ὦ Θεοῦ Λόγε. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἑαυτοὺς θερμῶς ἀδελφοὶ κλαύσωμεν, ὅλῃ τῇ ψυχῇ, ἐγγίζει ὁ Νυμφίος, ἀνάψωμεν τὰς πράξεις, ὥσπερ φαιδρὰς λαμπάδας, ὅπως θείου νυμφῶνος τύχωμεν ἐκεῖ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Μεταγνοὺς ἐξ ὅλης ψυχῆς, σέσωσται, πάλαι Μανασσῆς· ἐβόησε γὰρ μέσον, δεσμῶν κατειλημμένος, πρὸς μόνον τὸν Δεσπότην, τοῦτον ζήλου ψυχή, καὶ σώζῃ εὐχερῶς.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὀφθαλμῶν πηρώσεις, χειρῶν στέρησιν, γλώσσης ἐκκοπήν, ποδῶν τε ἀφαιρέσεις, μηρῶν καὶ βραχιόνων, ὑπήνεγκαν οἱ θεῖοι Ἀθλοφόροι, εὐχαριστοῦντες Ἰησοῦ Χριστῷ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰατρεῖον ὤφθη ἡμῖν Μάρτυρες, πᾶσι τοῖς πιστοῖς, ἡ θήκη τῶν λειψάνων, ἐξ ἧς ἀντλοῦμεν ῥῶσιν, ψυχῶν τε καὶ σωμάτων, κατὰ χρέος ὑμᾶς γεραίροντες ἀεί.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀθανασίας μάννα Χριστὸν φέρουσα, στάμνε λογική, πικρίας ψυχοφθόρων, παθῶν ἐκλύτρωσαί με, Παρθένε Παναγία, ὅπως πίστει δοξολογῶ σε εὐσεβῶς.
Κανὼν τοῦ τιμίου Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ εἰς μίαν, συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ᾄσωμεν, ὅτι δεδόξασται.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στειρευούσης νηδύος βλάστημα θεῖον, καρπούς με τῶν ἀρετῶν ἐκβλαστάνειν, τῷ Θεῷ πρέσβευε, τῆς ἀκαρπίας μου, λύων τὴν κατήφειαν, καὶ ἀπελαύνων τὸν ζόφον, ἐκ τῆς διανοίας μου, Κυρίου Πρόδρομε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῦ Ἡλίου τῆς δόξης μέγιστος, ὥσπερ προτρέχων ἀστὴρ ἐν γῇ σὺ ἐφάνης, τοῦ τὴν γῆν ἅπασαν, καταφαιδρύνοντος· τοῦτον οὖν ἱκέτευε, τὴν σκοτισθεῖσαν ψυχήν μου, φαύλαις ἐνθυμήσεσι, φωτίσαι Πρόδρομε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ζωὴν τοῖς ἐν ᾅδῃ, Πνεύματι θείῳ ἐγγίζουσαν, προμηνύσας Προφῆτα, τὴν ἐμὴν ζώωσον νενεκρωμένην ψυχήν, σοῦ ταῖς παρακλήσεσι, καὶ ὡς ἐκ τάφου πταισμάτων, ἀνάστησον δέομαι, ἔνδοξε Πρόδρομε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μετὰ τῶν Ἀρχαγγέλων, μετὰ τῶν Ἀγγέλων Παρθένε, μετὰ Ἁγίων ἁπάντων, τὸν ἐκ σοῦ Κύριον ἐπιφανέντα ἡμῖν, αἴτησαι δεόμεθα, τοὺς ἀληθῆ Θεοτόκον, καθομολογοῦντάς σε, κινδύνων ῥύσασθαι.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Νόμον Θεοῦ ἠθέτησα, ὁ ἀσυνείδητος, καὶ μέλλω κατακρίνεσθαι, καὶ τί ποιήσω οὐκ ἐπίσταμαι· Κριτὰ δικαιότατε, οἴκτειρον σῶσόν με, τῇ εὐσπλαγχνίᾳ σου.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀνατολὴ φιλάνθρωπε, ὑπάρχων ἀνατολῶν, ἀνάτειλόν μοι δέομαι, δικαιοσύνης φῶς, ἐξαίρων με παθῶν ἀμαυρώσεως, καὶ σκότους κολάσεως, Πολυέλεε.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῆς νοητῆς οἰκήτορες, ξύλα κατάκαρπα, τοῦ Παραδείσου Μάρτυρες, πηγαὶ τὸ θεῖον ὕδωρ ἔχουσαι, κρατῆρες προχέοντες, τὸ πόμα τὸ ἅγιον, ἀνεδείχθητε.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μίαν ἐν πλείστοις σώμασι, γνώμην περιφέροντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰς μυριάδας ἐτροπώσαντο, ἐχθροῦ κοσμοκράτορος, Τριάδα ἀμέριστον, καταγγέλλοντες.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παρθενομῆτορ ἄχραντε, μετανοοῦσιν ἡμῖν, καὶ τῷ Χριστῷ προστρέχουσι, καὶ τῶν πταισμάτων λύσιν θέλουσι λαβεῖν, τοῦτον ἵλεων, τοῖς πᾶσιν ἀπέργασαι, πάντων Δέσποινα.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φωνὴ τοῦ Λόγου γενόμενος, Βαπτιστά, φωνὰς τῶν τιμώντων σε, πρὸς αὐτὸν νῦν κατεύθυνον, καὶ πταισμάτων ἄφεσιν, τῇ μεσιτείᾳ ἡμῖν τῇ σῇ παράσχου.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡμάρτηκά σοι, ἠνόμησα, καὶ δεινῶς Σωτὴρ ἐπλημμέλησα, καὶ ψυχὴν κατερρύπωσα· διὰ τοῦτο δέομαι, διὰ τοῦ σοῦ Βαπτιστοῦ οἰκτείρησόν με.
Ἐν ἐρημίᾳ πλανώμενον ἡδονῶν, ἐρήμου τὸ θρέμμα σε, ὁδηγόν τε τοῦ νέου λαοῦ, ἱκετεύω Πρόδρομε, πρὸς μετανοίας ὁδὸν ὁδήγησόν με.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺν Ἀποστόλοις, Προφήταις, Ἱερουργοῖς, σὺν Μάρτυσιν Ἄχραντε, σὺν ταῖς ἄνω Δυνάμεσι, τῷ Υἱῷ σου πρέσβευε, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὁ πηγάσας ἐκ πέτρας ὕδωρ, πάλαι λαῷ ἀπειθοῦντι Χριστέ, καὶ ἀντιλέγοντι, ὕδωρ τῆς δίψης ἴαμα, ἐκ τῆς ἀνίκμου ψυχῆς μου ὁ Θεός, κατανύξεως σταγόνας, ἐκπλυνούσας με βλῦσον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἰατρὲ τῶν νοσούντων, τὰ τῆς καρδίας μου πάθη, ἰάτρευσον εὐσπλάγχνῳ ῥοπῇ, τῆς μετανοίας φάρμακα, προσεπιπλάττων ὡς ἀγαθός, δωρούμενός μοι ῥῶσιν, τὴν ψυχικήν ὡς οἰκτίρμων.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συμπαθοῦς ἀθλοφόροι, τῆς πρὸς τὸ σῶμα φιλίας, ἀποζευγνύντες τὸν λογισμόν, τοῖς τιμωρεῖν ἐθέλουσι, παραδεδώκατε ἑαυτούς, ὅπως γνήσιοι τοῦ Κτίστου, χρηματίζητε φίλοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πολυώδυνα ἄλγη, πολυειδῶν ἐκ βασάνων ὑπέστητε, ὁπλῖται τοῦ Χριστοῦ, καὶ χάριν ἐκομίσασθε, ἐκ τῶν τοῦ Πνεύματος δωρεῶν, τῶν παθῶν ἡμῶν διώκειν, τὰς χρονίους ὀδύνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολυώνυμε Κόρη, χαῖρε ἐξ ἧς ὁ Λόγος ἐτέχθη, ἀλογίας ἡμᾶς, λύων ἀτόπων πράξεων. Χαῖρε νεφέλη φωτεινή, ἡ σκεδάζουσα τὰ νέφη, τῆς ἡμῶν ἀθυμίας.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας. Διό σοι κραυγάζομεν εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λόγου σε φωνήν, τοῦ σαρκὶ φανέντος ὑπάρχουσαν, Πρόδρομε Κυρίου δυσωπῶ, ἀλογωτάτων ῥῦσαί με πράξεων, τῶν λόγοις τιμῶντά σε, καὶ κατὰ χρέος πίστει μακαρίζοντα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στέναξον ψυχή, καὶ Θεῷ τῷ κτίστῃ σου βόησον· Ἥμαρτον, ἱλάσθητι Χριστέ, καὶ φοβερᾶς με ῥῦσαι κολάσεως, κινδύνων καὶ θλίψεων, ταῖς τοῦ Προδρόμου θείαις παρακλήσεσιν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κύμασι πολλοῖς, χαλεπῶν παθῶν βυθιζόμενον, καὶ κλυδωνιζόμενον δεινῶς, καὶ συνεχῶς ἀεὶ βυθιζόμενον, Βαπτιστὰ ἐξάρπασον, καὶ σωτηρίας ὅρμῳ καθοδήγησον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μήτηρ τοῦ Θεοῦ, Σεραφεὶμ ὑπέρτερον ὄχημα, μετὰ τῶν ἀΰλων Λειτουργῶν, μετὰ ἁγίων ἁπάντων, ἱκέτευε Χριστόν, ὃν ἐκύησας, ἀπεγνωσμένον σῶσαί με Πανάμωμε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε, Υἱὲ Θεοῦ Μονογενές, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ῥαντίσας με μετανοίας ὑσσώπῳ, κάθαρον ῥύπου τῶν παθῶν, ἵνα ὀφθῶ σοι καθαρός, ὅταν μέλλῃς Ἰησοῦ κρῖναι τὰ σύμπαντα, τῇ δικαίᾳ σου κρίσει.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Οἱ μώλωπες συνεσάπησαν Λόγε, τῆς παναθλίας μου ψυχῆς, ἰατρὲ τῶν ἀσθενῶν, καὶ δοτὴρ τῶν ἀγαθῶν, ἴασαι σῶσόν με, διὰ πλῆθος ἐλέους.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συντέτριπται τὰ ὀστράκινα σκεύη, τῶν Ἀθλοφόρων ἐπὶ γῆς, ἀλλ' ὁ τόνος τῆς ψυχῆς ἐκρατύνετο πλέον, καὶ ἐλαμπρύνετο, τοῦ Χριστοῦ τῇ δυνάμει.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χεόμενον τῶν Ἁγίων τὸ αἷμα, πᾶσαν ἡγίασε τὴν γῆν, καὶ κατήρδευσε ψυχάς, καὶ ἐξήρανε σαφῶς τῆς ματαιότητος, θολεροὺς τοὺς χειμάρρους.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῷ τόκῳ σου ἀπεστείρωσας Κόρη, τὴν τοῦ προπάτορος ἀράν, καὶ ἐπήγασας ἡμῖν, εὐλογίας ποταμούς, τοῖς εὐλογοῦσί σε, καὶ δοξάζουσι πίστει.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· διὸ πρὸς σὲ ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπὶ τῆς γῆς, ὥσπερ Ἄγγελος μάκαρ, ἐπολιτεύσω σαφῶς μετὰ σαρκός· διό σου δέομαι, σαρκικοῦ φρονήματος, τὴν ψυχήν μου ἐλευθέρωσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν εἰς βυθὸν ἁμαρτίας πεσόντα, καὶ ἡδοναῖς τὴν ψυχὴν μολυνθέντα, καὶ κινδυνεύοντα, τοῦ Κυρίου Πρόδρομε, προσφυγόντα σοι διάσωσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺν Προφητῶν περισσότερος ὤφθης· καὶ γὰρ αὐτὸν ἐθεάσω, Προφῆτα τὸν κηρυττόμενον, ὃν ἀπαύστως αἴτησαι, τοῦ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν οὐρανῶν πλατυτέρα, σὺ ὤφθης ὡς ἀληθῶς, Θεοτόκε Παρθένε θεοχαρίτωτε, τῆς στενοχωρούσης με, ἁμαρτίας ἐλευθέρωσον.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐπλήγην ἁμαρτιῶν τῇ ῥομφαίᾳ, καὶ κεῖμαι ἀνενέργητος ὅλος, ὁ πληγωθεὶς δι' ἐμὲ λόγχῃ ποτέ, Χριστὲ ὁ Θεός, οἰκτείρησόν με τῇ σῇ εὐσπλαγχνίᾳ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στενάζω καὶ κακοῖς ἐπιμένω, δακρύω, καὶ τὴν κρίσιν οὐ φρίττω, ἀναισθησίαν νοσῶν. Λόγε Θεοῦ, οἰκτείρησόν με, καὶ σῶσον τοῖς ἀγαθοῖς κρίμασί σου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς ἄρνες οὐκ ἐρίζοντες ὅλως, οὐ λόγον, οὐ φωνὴν ἀφιέντες, πανευκλεεῖς ἀθληταί, πρὸς τὴν σφαγήν, καὶ τοὺς αἰκισμούς, προσήγεσθε, τὸν Χριστὸν ἀνυμνοῦντες.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θηρίοις παρεδίδοσθε βρῶμα, θαλάσσης τοῖς βυθοῖς ὡμιλεῖτε, ἀγαλλομένῃ ψυχῇ· ὅθεν ὑμᾶς Χριστός, Ἀθληταί, νίκης στεφάνοις, τοῖς ἀφθάρτοις ἐκόσμει.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ θύρα τῶν πιστῶς σῳζομένων, ἡ πύλη ἣν διώδευσε μόνος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, πύλας ἡμῖν δικαιοσύνης, ὑπάνοιξον, τοῖς πιστῶς σε ὑμνοῦσι.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὕδατι χειμάρρουν τὸν τῆς τρυφῆς, ὑποκλιθέντα, τῇ χειρί σου ἐβάπτισας, ἀλλ' αὐτὸν ἱκέτευε, καταπέμψαι μοι ὕδωρ, σοφὲ κατανύξεως, τῷ πολλὰ πλημμελήσαντι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄβυσσον ἐλέους ἐν ποταμῷ, Προφῆτα λούεις, ὑπερῷα τοῖς ὕδασιν, οὐρανοὺς στεγάζοντα, Ἰησοῦν τὸν φιλάνθρωπον, ὃν δυσώπησον, ἑπομβρῆσαί μοι ἄφεσιν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, μετανοεῖτε, ἀνεκραύγαζες Πρόδρομε, ἧς τυχεῖν ἀξίωσον, τοὺς πόθῳ σε γεραίροντας, καὶ τῇ σκέπῃ σου, τῇ σεπτῇ καταφεύγοντας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἄχραντε ἡ σάρκα τῷ πλαστουργῷ, δανεισαμένη, σὺν ταῖς ἄνω Δυνάμεσι, σὺν Προφήταις ἅπασιν, Ἀποστόλοις καὶ Μάρτυσι, τοῦτον πρέσβευε, οἰκτειρῆσαι καὶ σῶσαί με.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐγυμνώθην χιτῶνα ἀφθαρσίας, ἐνεδύθην δὲ ἔργα ἀτιμίας· διὸ βοῶ σοι οἰκτίρμον Θεέ· Ἀρετῶν στολαῖς με καταφαίδρυνον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὀφθαλμοῖς ἀκολάστοις ἐσπιλώθην, ἐπαφῇ ἀκρασίας ἐρρυπώθην, καὶ ἐβδελύχθην ἐνώπιόν σου Ἰησοῦ, ὡς τὸν Ἄσωτον δέξαι με.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπερτέραν ζωὴν ἠγαπηκότες, ὑπερτέρους ἠνέγκατε τοὺς πόνους, Χριστοῦ ὁπλῖται, φωστῆρες θεῖοι· διὰ τοῦτο πιστῶς μακαρίζεσθε.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λαμπρυνθέντες τῇ αἴγλῃ τῶν βασάνων, ἀπηστράψατε πλέον τοῦ ἡλίου, καὶ πάντα ζόφον τῆς ἀθεΐας ἐδιώξατε, ἅγιοι Μάρτυρες.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τὸν πάντων τεκοῦσα συνοχέα, τοῦ συνέχοντος ζόφου τῆς ἀγνοίας, καὶ ἁμαρτίας ἀπάλλαξόν με, Δέσποινα, Θεοτόκε Ἀειπάρθενε.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ λύχνος τοῦ Ἡλίου, τὴν ψυχήν μου καταύγασον, ἐσβεσμένην ῥαθυμίᾳ καὶ τυφλώττουσαν, μετανοίας πρὸς τρίβους καθοδηγῶν με, Βαπτιστὰ Κυρίου Πρόδρομε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς κρίσεως τὴν ὥραν ἐννοῶν, ὅλος δέδοικα, περικείμενος πληθὺν ἀτόπων πράξεων. Βαπτιστὰ τοῦ Σωτῆρος, πρόστηθι ῥῦσαί με, πυρὸς ἀποκειμένου μοι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προστάτα τῆς ζωῆς μου, ἀντιλῆπτόρ μου Πρόδρομε, ἐξ ἐχθρῶν μου ἀοράτων ὀρωμένων τε, περιφύλαττε σκέπε, καὶ Βασιλείας οὐρανῶν, μέτοχον ποίησον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παρθένε Θεοτόκε, τὸν Υἱόν σου ἱκέτευε, σὺν Προφήταις, Ἀποστόλοις τε καὶ Μάρτυσι, τῆς μελλούσης ἀνάγκης, ἀπολυτρώσασθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας ἀεί.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὅτι τὸν φόβον σου οὐκ ἔχω, ἐνοικοῦντα τῇ καρδίᾳ τῇ ἐμῇ, πᾶσαν ἐτέλεσα σαρκός, ἁμαρτίαν ὁ ἀσυνείδητος, καὶ τρέμω σου τὴν δίκην, παμβασιλεῦ, μή με βδελύξῃ, νυνὶ μεταγνόντα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Γῆς τῆς ἁγίας ἐπιβῆναι, Πολυέλεε ἀξίωσον κἀμέ, ἣν κατοικοῦσιν οἱ πραεῖς, μετανοίᾳ ἀποπλύνας με, γηΐνης ἁμαρτίας, ὁ ἐπὶ γῆς ἀναμαρτήτως, γεννηθεὶς ἐκ Παρθένου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐν τῷ οἰκείῳ ὑμῶν αἵματι, κατεβάφησαν οἱ πόδες ὑμῶν, ὑποσκελίζοντες ἐχθρούς, καὶ πορείαν τὴν οὐράνιον, ποιούμενοι ὁσίως, πανευκλεεῖς Χριστοῦ, τοῦ πάντων Θεοῦ Ἀθλοφόροι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐναπεδύσασθε προθύμως, πρὸς τὰ μέγιστα παλαίσματα ὑμεῖς, ἀπογυμνώσαντες ἐχθρόν, καὶ αἰσχύνην ἐπενδύσαντες· διὸ στεφανηφόροι ἐν οὐρανοῖς χορεύετε, εὐκλεεῖς Χριστοῦ Ἀθλοφόροι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῦ Ἰακὼβ τὴν καλλονήν σε, ὁ ὡραῖος κάλλει Κύριος ἁγνή, ἠγαπηκὼς τὴν σὴν νηδύν, Παναμώμητε κατῴκησεν, ἀνθρώπων τὴν οὐσίαν ταῖς καλλοναῖς, φαιδρύνων τῶν ὑπὲρ νοῦν δωρημάτων.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες Νεανίαι· τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀμνὸν τοῦ Θεοῦ ὁ κηρύξας, τὸν τὰς ἁμαρτίας τῶν ἀνθρώπων ἀφαιροῦντα, Ἰωάννη θεῖε Προφῆτα, τοῦτον ἐκδυσώπησον, τὸ φορτίον λῦσαι τῶν ἁμαρτημάτων μου, καὶ τῶν σῳζομένων μερίδος ἀξιῶσαι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Καμίνου φλογὸς καιομένης, σκότους ἀφεγγοῦς τε ἐξωτέρου λύτρωσαί με, τὸν ἐν σκότει πονηρῶν ἔργων, ὅλον συνεχόμενον, δυσωπῶ σε Λόγε τοῦ Θεοῦ προάναρχε, διὰ τοῦ ἐνδόξου καὶ θείου Βαπτιστοῦ σου.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐρήμοις ψυχαῖς χερσωθείσαις, διὰ μετανοίας εὐκαρπίαν ὁ κηρύξας, τοῦ Κυρίου θεῖε Προφῆτα, ἀκανθηφορήσασαν τὴν ψυχήν μου, πάσαις ἡδοναῖς καθάρισον, ὅπως ἐκβλαστήσω ἀγαθῶν ἔργων στάχυν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς Μήτηρ Θεοῦ ἐκδυσώπει, μετὰ τῶν ἁγίων Ἀγγέλων, Προφητῶν τε, Ἀποστόλων καὶ τῶν Μαρτύρων, κινδύνων καὶ θλίψεων, καὶ μελλούσης πάντας κολάσεως ῥύσασθαι, τοὺς σὲ Θεοτόκον ἀεὶ ὁμολογοῦντας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, διὰ σπλάγχνα ἐλέους, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, καὶ ἡμέρα ἱλασμοῦ, ἐπιστρέψαι θέλησον λοιπόν, ὦ ψυχή, ποιοῦσα καρπὸν μετανοίας, μὴ ἄκαρπόν σε εὕρῃ, θανάτου ἀξίνη φοβερά, καὶ ὡς συκῆν τὴν πάλαι ἐκτεμοῦσα, τῷ πυρὶ τῷ ἐκεῖθεν πέμψῃ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὡς ὁ ποτὲ πλούσιος, ἐπαγάλλομαι τρυφαῖς, ἀσπλαγχνίαν ἔχων πρὸς τὸν πέλας πολλήν, καὶ πῦρ δειλιῶ τὸ ἀκοίμητον· διό μου τὴν λιθώδη, ἀπόπλυνον Δέσποτα ψυχήν, ὅπως κἂν ἐπὶ τέλους, εὐσπλαγχνίᾳ λαμπρυνθῶ ὁ ἐσκοτισμένος.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σημειωθέντες αἵματι, θεῖοι Μάρτυρες Χριστοῦ, ἐν σημείοις πίστει ἐναθλοῦντες στερρῶς, ἀπίστους ἐχθροὺς ἐτροπώσασθε, καὶ πλάνης ἀνιέρου πολλούς, ἀφηρπάσατε λαούς, μεταβολαῖς ἐνθέοις, λαμπρυθέντας τῷ φωτὶ τῆς θεογνωσίας.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἠκονημένα ὤφθητε, ξίφη τέμνοντα ἐχθροῦ, παρατάξεις θεῖοι Ἀθλοφόροι Χριστοῦ, καὶ σκεύη τὴν αἴγλην χωρήσαντα, τῆς ἁγίας Τριάδος, καὶ λύχνοι πυρσεύοντες τὸ φῶς, τῆς εὐσεβείας πίστει, καὶ δόξης τῆς νοητῆς, ἀληθεῖς ὁπλῖται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτοειδῆ νεφέλην σε, ὁ Προφήτης προορᾷ, ἐξ ἧς μέγας Ἥλιος ἐπέφανεν ἡμῖν, Χριστὸς ὁ Θεός, καὶ ἐφώτισε τὰ πρὶν ἐσκοτισμένα· αὐτὸν οὖν δυσώπει ἀγαθή, τὰ τῶν παθῶν μου νέφη ἐκδιῶξαι, καὶ φωτὶ θείῳ φαιδρυνθῆναι.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοὶ· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον Ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, πατρὸς ἀνάρχον Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρως μεγαλύνομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐκ νόμου σκιᾶς προκύψας, τὴν αἴγλην τῆς θείας χάριτος, πλουσίως ἐθεάσω, τὰ τῆς γῆς πληρώματα σοφὲ φωταγωγοῦσαν, καὶ σκότος ἀποδιώκουσαν, τῆς ἀγνωσίας Προφῆτα· διὰ τοῦτό σε γεραίρομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς μάρτυς Χριστοῦ, ὡς θεῖος Βαπτιστής, ὡς μετανοίας λαμπτήρ, ὡς ὄρθρος εὐσεβείας, παλαιὰς μεσίτης καὶ καινῆς, παλαιωθεῖσαν κακίᾳ, τὴν ταπεινήν μου ψυχήν, δι' ἐπιγνώσεως θείας, καινουργήσας φωταγώγησον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ὥρᾳ φρικτῇ, ἐν ὥρᾳ φοβερᾷ, ἐν ὥρᾳ δίκης σοφέ, κρινόμενόν με ῥῦσαι, ἀπειλῆς μενούσης με ἐκεῖ, καθυπακούοντα ἔχων, τῶν σῶν δεήσεων, οἷά περ φίλος νυμφίον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς Μήτηρ Θεοῦ, ὡς Μήτηρ τοῦ ἐκ σοῦ τεχθέντος Λόγου Θεοῦ, μετὰ τῶν Ἀσωμάτων Ἀποστόλων τε καὶ Προφητῶν, Ἱεραρχῶν καὶ Μαρτύρων, τοῦτον δυσώπει ἀεί, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, Παναγία Μητροπάρθενε.
Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ
Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι, ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ´ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σῶσόν με.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Βασιλέων καὶ τυράννων τὸν φόβον, ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀσπόρως συνέλαβες ἐκ Πνεύματος Ἁγίου, καὶ δοξολογοῦντες ἐκβοῶμεν σοι∙ Χαῖρε Παναγία Παρθένε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ταῖς τοῦ βίου ἡδοναῖς, ἐσπιλωμένην, κεκτημένος τὴν ψυχήν, τοῖς οἰκτιρμοῖς σου προσέρχομαι, κατεγνωσμένος ὅλος, καὶ ἡττημένος κράζω σοι Σωτήρ, τῷ εἰδότι μόνῳ τὰ κρύφια· Κάθαρόν με τῇ σῇ, εὐσπλαγχνίᾳ Χριστέ.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὡς μεσίτης παλαιᾶς, καὶ τῆς καινῆς γινόμενος, θεῖε Βαπτιστά, παλαιωθέντα με πταίσμασιν, ἀνακαινίσας δίδου, σαῖς ἱκεσίαις βαίνειν ἀσφαλῶς, πρός, μετανοίας τρίβους Πανεύφημε, εἰσαγούσας, καλῶς, πρὸς Βασιλείαν Χριστοῦ.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὸν ἀγῶνα τὸν καλόν, ἀγωνισάμενοι, γενναῖοι Ἀθληταί, μυρίους πόνους ἠνέγκατε, καὶ διὰ τοῦτο πάντα πόνον κουφίζετε διηνεκῶς, καὶ πνευμάτων λώβην διώκετε∙ ὅθεν πίστει ὑμᾶς Ἅγιοι δοξάζομεν.
Δόξα...
Φῶς καὶ ζωὴ καὶ παντουργός, ἡ τρισυπόστατος, Μονὰς ὡς ἀληθῶς ὑπάρχει, ἥν περ δοξάζομεν. Πατὴρ γάρ, Υἱὸς καὶ Πνεῦμα, ὁ ἑνιαῖος καὶ συνεκτικός, τῶν ἁπάντων Δεσπότης καὶ Κύριος, εἷς Θεὸς ἐν τρισί, Προσώποις γνωρίζεται.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτάνοντα ἀεί, καὶ παροργίζοντα Θεὸν τὸν ἀγαθόν, Παρθενομῆτορ οἰκτείρησον, καὶ μετανοίας τρόποις, ὡς ἀγαθὴ βελτίωσον Ἁγνή, ὅπως τὰς μελλούσας κολάσεις φύγω, ὑμνῶν ἐκτενῶς, Κόρη τὴν πρεσβείαν σου.