ΘΕΟΤΟΚΙΑ
ΕΙΣ ΕΚΑΣΤΟΝ ΗΜΕΡΑΝ
Κυριακή Δευτέρα Τρίτη
Τετάρτη Πέμπτη Παρασκευὴ Σάββατο
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.
Θεοτοκίον Ἦχος
β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πείραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Θεοτοκίον Ἦχος
δ'
Ὁ
διὰ σὲ Θεοπάτωρ προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῶ μεγαλείά σοὶ ποιήσαντι, Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρῶν, πρόβατον
τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψη Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Θεοτοκίον Ἦχος
πλ. α'
Ἐν τῇ ἐρυθρὰ θαλάσση τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὁ
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοὶς ἀνθρώποις συνανεστράφη. ἐκ Παρθένου γὰρ ἁγνῆς,
σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθῶν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαϊου πρόρρησις, Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἣν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῶ τεμένει προσφερομένας
σοί, μὴ παρίδης, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαὶς ἀγκάλαις φέρουσα, σοὶς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
β'
Ὧ
θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τὶς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυίαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαὶς ὠλέναις βαστάσα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύση δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
γ'
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύση πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ᾑμων.
Θεοτοκίον Ἦχος
δ'
Νεῦσον παρακλήσει
σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων, Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. α'
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ὡς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοὶς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τὴ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. β'
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθῶν, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ
ἠλευθέρωσε, διὸ σοὶ Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένω ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοώμέν σοί, Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥύσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἴκετών παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νὺν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκια
Θεοτοκίον Ἦχος
α'
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης
πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Θεοτοκίον Ἦχος
β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν
ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Θεοτοκίον Ἦχος
δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Θεοτοκίον Ἦχος
πλ. β'
Ὁ
τὴν εὐλογημένην καλέσας σου Μητέρα
ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή, λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων
τοὶς Ἀγγέλοις. Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοί.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε, σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὁ
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου
ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν
ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Μαρία τὸ ἄμωμον
καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαὶς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας μὲ ἴθυνον, πανσθενεστάτη σου προστασία, καὶ γὰρ δύνασαι, οἵα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.
Θεοτοκίον Ἦχος
β'
Ὥραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων, τὶ ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοὶ θερμοὶς τοὶς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σώσόν με.
Θεοτοκίον Ἦχος
γ'
Μεγάλης διὰ σοῦ, εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα, τῶν ἀνθρώπων τὸ γένος.
Θεοτοκίον Ἦχος
δ'
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Θεοτοκίον Ἦχος
πλ. α'
Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῶ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῶ κόσμω δωρουμένη, τὸ μέγα ἔλεος.
Θεοτοκίον Ἦχος
πλ. β'
Γνώμη ὀλισθήσας τε, καὶ ὑποκύψας τῶ πλάνω, ἀπάτη Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ μὲ λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σώσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σὲ δοξάζω, καὶ πόθω ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.
Θεοτοκίον Ἦχος
Βαρὺς
Σοὶ τὴ Μητρὶ τοῦ Θεοῦ, Χαῖρε σὺν τῶ Ἀγγέλω ἀναβοᾷ, γηγενῶν πᾶσα φύσις, ὡς σωτηρίας τῆς αὐτῶν γενομένη, Θεοτόκε προξένω τῶ τόκω σου.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὧ
τοῦ παραδόξου θαύματος
Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε Θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμω διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν δοξαζόντων σε.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.
Θεοτοκίον Ἦχος
β'
Ἀδιόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῶ σῶ Υἱῶ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
γ'
Ἁγιόπρωτε Σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνωδία, Προφητῶν περιοχή, Δέσποινα, πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.
Θεοτοκίον Ἦχος
δ'
Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρῶν, χαῖρε Βᾶτε ἄφλεκτε, χαῖρε Λαμπάς, χαῖρε θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.
Θεοτοκίον Ἦχος
πλ. α'
Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον Παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν
ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες. Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας δόξα σοί.
Θεοτοκίον Ἦχος
πλ. β'
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἦς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα, τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν,
τὴ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας
Τάγματα ὑπερέβης Ἀγγέλων, ὡς Θεὸν σωματώσασα, ἐγὼ δὲ τοὺς πάντας νικήσας ἁμαρτίαις, οἴμοι! δέδοικα, καὶ τρέμω, ὅθεν οὐδαμῶς ἀποτολμῶ παρακαλέσαι σε, Θεοτόκε Δέσποινα, σὺ οὖν μὴ παρίδης με, ἀλλὰ σπεῦσον σώσόν με, ὁδὸν εἰς εὐθεῖαν ὁδηγούσά με.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὧ
τοῦ παραδόξου θαύματος
Χαῖρε παλάτιον ἔμψυχον, περιστερὰ λογική, χαῖρε πόλις τοῦ Κτίστου σου, χαῖρε καταφύγιον, τῶν πιστῶν καὶ προπύργιον, ἡ προστασία, τῶν πεποιθότων ἐν σοί, καὶ σωτηρία, καὶ ἀπολύτρωσις, χαῖρε ἡ γέφυρα, πάντας ἡ μετάγουσα, πρὸς οὐρανόν. χαῖρε παντευλόγητε, ἁγία Δέσποινα.
Εἰς τό, Θεὸς Κύριος
Θεοτοκίον Ἦχος
α'
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται, συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
β'
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν
δυναστείαν σου, εἰς
σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὦς ποτε ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.
Θεοτοκίον Ἦχος
γ'
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε, Ποίόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ, καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοί, Χαῖρε ἡ Κεχαριτωμένη.
Θεοτοκίον Ἦχος
δ'
Τὴ ἀνατραφείση ἐν τῷ ναῶ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τὴ
περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν, καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.
Θεοτοκίον Ἦχος
πλ. α'
Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοώμέν σοί, Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη, τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.
Θεοτοκίον Ἦχος
πλ. β'
ΤΟ ΑΚΟΥΤΕ
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον γέγονεν, ἤκουσε γὰρ τὸ χαῖρε, καὶ οὐκ ἀπέφυγε
τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως ἔλεγεν, Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου.
Θεοτοκίον Ἦχος
Βαρὺς
ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε Παρθένε
ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταὶς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοὶς πιστῶς σὲ δοξάζουσι.
Θεοτοκίον Ἦχος
πλ. δ'
Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου
Θεοτοκίον Ἦχος
α'
Ἄχραντε Θεοτόκε, ἡ ἐν
οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.
Θεοτοκίον Ἦχος
β'
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
γ'
Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
δ'
Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, Ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Ἀρχαγγελικὸν λόγον
ὑπεδέξω, καὶ θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος, ὅθεν κραυγάζω σοί. Τὴν ἐσκοτισμένην, ψυχήν μου τοὶς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοίς σου κατασκήνωσον, ἐν ἡμέρα τῆς κρίσεως Ἄχραντε.
Θεοτοκίον Ἦχος
β'
Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνὴ τὶς μοὶ φάνηθι, θαλάσση τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμω, γαληνῶ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τὴ θεία σκέπη σου προστρέχοντα.
Θεοτοκίον Ἦχος
γ'
Μὴ παύση ἱκετεύουσα ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταὶς σαὶς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἐνεστώσης, πάσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου, πάντας ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.
Θεοτοκίον Ἦχος
δ'
Ἡσαὺ νέος γέγονα, πάσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος, τὶς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τὶς μὴ θρηνήσει μου τὴν ἀπώλειαν, διὸ πρὸ τέλους κράζω σοί. Ἥμαρτον Δέσποινα, σώσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός σου τὸν Ἄσωτον.
Θεοτοκίον Ἦχος
πλ. α'
Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῶ ῥείθρω τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθ' ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταὶς ἀτόποις, ἡδοναὶς ἐκταράττοντας, καταπόντισον, ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαράς τὴν καρδίαν μου, λύσον τὸ νέφος βοῶ σοί, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῶ κόσμω τὸ μέγα ἔλεος.
Θεοτοκίον Ἦχος
πλ. β'
Ὅλην ἀποθέμενοι
Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, δι' ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἄλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται, διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μήνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τὴ Θεοτόκω κραυγάζουσα. Δέσποινά μου σώσόν με.
Θεοτοκίον Ἦχος
Βαρὺς
Χαῖρε Ἁγνή, τὸ σεπτὸν κειμήλιον παρθενίας. Χαῖρε σεμνή, ἐνδιαίτημα θεῖον. Χαῖρε Παρθένε, τῶν πιστῶν σωτηρία. Χαῖρε Δέσποινα, Νύμφη ἀνύμφευτε.
Θεοτοκίον Ἦχος
πλ. δ'
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον, χαῖρε παλάτιον, θεοπάροχον, χαῖρε θησαύρισμα, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ κατοικητήριον, τοῦ θείου Πνεύματος.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν
μὴ παρορώσα, πρέσβευε τῶ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Θεοτοκίον Ἦχος
β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τῆς ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Θεοτοκίον Ἦχος
γ'
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῶ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
Θεοτοκίον Ἦχος
δ'
Ἔδωκας σημείωσιν
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυϋμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις πλημμελείαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν πολλὴν εὐσπλαγχνίαν σου, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Θεοτοκίον Ἦχος
πλ. α'
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. β'
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν
βοώντων σοί. Ἐλεῆμον
Κύριε δόξα σοί.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ἡ
σκέπη σου Θεοτόκε
Παρθένε, ἰατρεῖον
ὑπάρχει πνευματικόν, ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.
Εἰς τό, Θεὸς Κύριος
Θεοτοκίον Ἦχος
α'
Συλλαβοῦσα ἀφλέκτως, τὸ πὺρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον Ἦχος
β'
Θείας γεγόναμεν
κοι νωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε, Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας, διὸ κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
γ'
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοκτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Θεοτοκίον Ἦχος
δ'
Τὴ Θεοτόκω ἐκτενῶς, νὺν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοῖ, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Θεοτοκίον Ἦχος
πλ. α'
Τὴν ταχείάν σου
σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσούσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.
Θεοτοκίον Ἦχος
πλ. β'
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν, προστασίαν αἰτοῦμεν, Σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.
Θεοτοκίον Ἦχος
Βαρὺς
Τὸ Χαίρέ σοὶ προσάγομεν Θεοτόκε, τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα.
Θεοτοκίον Ἦχος
πλ. δ'
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν
Θεοτόκον ἐν ὕμνοις, μεγαλύνωμεν πιστοί, Χαῖρε, ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου
Θεοτοκίον Ἦχος
α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα
ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον Ἦχος
γ'
Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες, Σὺ εἶ ἡ βᾶτος, ἐν ἢ ἀφλέκτως Μωσής, κατεῖδεν ὡς φλόγα, τὸ πὺρ τῆς θεότητος.
Θεοτοκίον Ἦχος
πλ. α'
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥύσαι λαόν σου συνήθως, κραυγάζοντά σοὶ ἐκτενῶς, Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί, Χαῖρε ἀειπάρθενε.
Θεοτοκίον Ἦχος
πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Θεοτοκίον Ἦχος
Βαρὺς
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν τῶν βοώντων σοί, Ἐλεῆμον Κύριε δόξα σοί.
Θεοτοκίον Ἦχος
πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν.
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοί. Τέκνον γλυκύτατον, πῶς ἀδίκως
πάσχεις; Πῶς τῶ ξύλω κρέμασαι, ὁ πᾶσαν γὴν κρεμάσας τοὶς ὕδασι; Μὴ λίπης μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.
Θεοτοκίον Ἦχος
β'
Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ἠλάλαζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.
Θεοτοκίον Ἦχος
γ'
Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας. Μὴ ἄτεκνόν με δείξης, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.
Θεοτοκίον Ἦχος
δ'
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῶ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθη τῆς δούλης σου, μὴ βραδύνης Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
Θεοτοκίον Ἦχος
πλ. α'
Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ. Ποῦ πορεύη, τέκνον μου γλυκύτατον. Χριστὲ τῖνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δὸς μοὶ λόγον τὴ δούλη σου, Υἱέ μου παμφίλτατε, μὴ μὲ παρέλθης οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκούσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῶ κόσμω, τὸ μέγα ἔλεος.
Θεοτοκίον Ἦχος
πλ. β'
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον
κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτὸν σὲ στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτω παριστώσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε, ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζὴν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ἐν ξύλῳ προσπαγέντα σὲ ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνωδοῦσα, ὕμνει
τὸ κράτος σου.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὧ
τοῦ παραδόξου θαύματος! ὧ μυστηρίου καινοῦ! ὧ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σὲ ὡς ἔβλεψεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα. Οἴμοι Τέκνον φίλτατον! πῶς σὲ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῶ προσήλωσεν.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Πανεύφημοι Μάρτυρες
Ῥομφαία δι' ἦλθεν
ὧ Υἱέ, (ἡ Παρθένος
ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον), τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοὶ προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον, Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.
Θεοτοκίον Ἦχος
β'
Ὅτε ἐκ τοῦ ξύλου
Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρωσει Ἄχραντε, ἔστενες
δακρύουσα, καὶ ἀλαλάζουσα. Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.
Θεοτοκίον Ἦχος
γ'
Μεγάλη τοῦ Σταυροῦ σου
Σταυρῶ σὲ ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῶ καὶ ἀνεβόα. Μὴ μὲ δείξης ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήνκαί μετὰ τόκον.
Θεοτοκίον Ἦχος
δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοὶ ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταύτά σοὶ ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τὴ ἀρρήτω σου καὶ θεία, συγκαταβάσει Φιλάνθρωπε.
Θεοτοκίον Ἦχος
πλ. α'
Χαίροις ἀσκητικῶν
Στάσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνωδοῦσα ὠδύρετο, βοῶσα, οὐ φέρω Τέκνον, προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου ὃν πὲρ ἀπεκύησα, ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας
ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τὴ ὀδύνη συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὁ εἴρηκεν, ὁ Συμεὼν τὴ καρδία, ἐμὴ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλ' ὧ νὺν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνούντάς σε.
Θεοτοκίον Ἦχος
πλ. β'
Ὁρώσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα. Τὶ τὸ
ξένον, ὁ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου
θνήσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;
Θεοτοκίον Ἦχος
Βαρὺς
Νέκρωσιν καθυπέμεινας
Λόγε, ἐπὶ Σταυροῦ προσηλούμενος, ἡ Παρθενομήτωρ ἐβόα θρηνοῦσα, σὺν ἠγαπημένω σεπτῶ θεολόγω, ὧν ταὶς ἱκεσίαις, ὁ παθῶν ὑπὲρ ἡμῶν Χριστέ, καὶ νεκρώσας θάνατον, τὰ πάθη μου νέκρωσον, καὶ ζωῆς μὲ μέτοχον, τῆς θείας ἀπέργασαι, καὶ σώσόν με.
Θεοτοκίον Ἦχος
πλ. δ'
Σταυρῶ σὲ καθηλούμενον, ὡς ἐθεάσατο ἡ σὲ Τεκοῦσα, μόνε μακρόθυμε, ὀδυρομένη δάκρυα ἔρρει κρουνηδόν, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος, καὶ τὸ συμπαθὲς τὸ ὑπὲρ ἄνθρωπον, λίαν ἐκπληττομένη, ὕμνει τὸ κράτος σου.
Εἰς τό, Θεὸς Κύριος
Θεοτοκίον Ἦχος
α'
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταὶς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
β'
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε, διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ἅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς
κραταιὸν Χριστὸν τὸν
Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
Θεοτοκίον Ἦχος
γ'
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.
Θεοτοκίον Ἦχος
δ'
Παρτένε πανάμωμε, Μήτηρ Χριτοῦ Θεοῦ, ῥομφαία δι' ἤλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας
ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν πὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Θεοτοκίον Ἦχος
πλ. α'
Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου Θεοχατρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται, διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
πλ. β'
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν,
τοῦ ἐλεῆσαι τάς
ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Τὸν σταυρωθέντα
ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτήρα τοῦ κόσμου, ἐν τῷ Σταυρῶ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου
Θεοτοκίον Ἦχος
α'
Ἄχραντε Θεοτόκε, ἡ ἐν
οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, Χαῖρε Νύμφη ἀνύμφευτε.
Θεοτοκίον Ἦχος
β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Θεοτοκίον Ἦχος
γ'
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη Εὐλογημένη.
Θεοτοκίον Ἦχος
δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος, καὶ πύλας τοῦ ἄδου συνέτριψε.
Θεοτοκίον Ἦχος
πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Θεοτοκίον Ἦχος
Βαρὺς
Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὁ
καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα, διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Θεοκυῆτορ Παρθένε
καὶ ἀπειρόγαμε, ἡ τὸν Θεὸν τεκοῦσα, ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ πάλιν μετὰ τόκον, ὡς ἀληθῶς, ἀνεδείχθης Παρθένος ἁγνή, θρόνος καὶ πύλη καὶ τράπεζα μυστική, καὶ λυχνία φωτεινόμορφος.
Θεοτοκίον Ἦχος
β'
Πᾶσα τῆς ζωῆς ἡμῶν ἰσχύς, σὺ ὑπάρχεις ἄχραντε Μήτηρ, καὶ καταφύγιον, πάντων τῶν ὑμνούντων σε, σὺ εἶ ἀντίληψις, μὴ οὖν μάτην λογίζοιντο, τὴν σὴν προστασίαν, οἱ κατακαυχώμενοι κατὰ τῶν δούλων σου, σὺ γὰρ πρὸς Θεὸν προστασία, δέδοσαι, διὸ μὴ παρίδης, διασῶσαι Δέσποινα τοὺς δούλους σου.
Θεοτοκίον Ἦχος
γ'
Ἁπάντων κυριεύουσα
τῶν κτισμάτων Δέσποινα, δεινῶς κυριευθεῖσαν, τοὶς πάθεσι Θεόνυμφε, τὴν ψυχήν μου ἐλευθέρωσον ἐν τάχει, φαρμάκω σὴς πρεσβείας, καὶ καταδούλωσον τῶ Υἱῶ καὶ Θεῷ σου.
Θεοτοκίον Ἦχος
δ'
Ἡ
Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ Θεώσαντα σαφῶς, μὴ παρίδης μὲ Πάναγνε, νὺν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τεκαὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Θεοτοκίον Ἦχος
πλ. α'
Ἔχων ἁμαρτημάτων
πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοὶ ἐν κατανύξει, καὶ συντριβὴ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον, καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοὶς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως, φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταὶς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέ. σθαι, υἱὸν φωτὸς ἀξιούσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.
Θεοτοκίον Ἦχος
πλ. β'
Μεγίστων δωρημάτων
ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς, Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.
Θεοτοκίον Ἦχος
Βαρὺς
Παρθένον σὲ γινώσκομεν μετὰ τόκον, ἀπειράνδρως γὰρ σὺ ἐκύησας τὸν Σωτήρα, ὧ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ἴδε μου, τῆς συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώση πανάμωμε, τὰς τῶν χειρῶν μου Ἁγνή, ἐπάρσεις ὡς φιλάγαθος, ἵνα ὑμνῷ καὶ μεγαλύνω, τὸν μεγαλύναντα τὸ γένος ἡμῶν.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Παρθένε πανύμνητε, Μωσής, τὸ ἐν σοὶ μυστήριον, προφητικοὶς εἶδεν ὄμμασι, βᾶτον μὴ φλέγεσθαι, καίπερ καιομένην, πὺρ γὰρ τῆς θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε, διὸ αἰτούμέν
σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῶ κόσμω σου δώρησαι.
Θεοτοκίον Ἦχος
β'
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις
Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν ῥύσαι, πάσης περιστάσεως τοὺς δούλους σου.
Θεοτοκίον Ἦχος
γ'
Μεγάλη τοῦ Σταυροῦ σου
Ἀγγέλων χαρμονή, τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος, διὰ τούτό σε, προσκυνοῦμεν Παρθένε.
Θεοτοκίον Ἦχος
δ'
Ῥύσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν,
Μήτηρ Χριστοῦ τοῦ
Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοί, Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. α'
Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοὶ ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοί, τὸ πανάγιον Πνεῦμα, ὡς παρρησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Λύτρωσαι Θεοτοκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; ὕμφην σε
Παρθένε ἐκήρυξαν, τῆς ἀξίας
τοῦ Πατρός, καὶ τῆς θεότητος αὐτοῦ, οἱ Θεόν, ἀξιωθέντες κατιδεῖν σωματικῶς, καὶ Λόγου καὶ Θεοῦ Κόρη γεννήτριαν, καὶ Πνεύματος ἁγίου οἰκητήριον, ἐν σοὶ γὰρ πᾶν τῆς θεότητος, σωματικῶς κατεσκήνωσε, τὸ πλήρωμα, πληρεστάτης οὔσης χάριτος.
Εἰς τό, Θεὸς Κύριος
Θεοτοκίον Ἦχος
α'
Συλλαβοῦσα ἀφλέκτως, τὸ πὺρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον Ἦχος
β'
Θείας γεγόναμεν
κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε, Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας, διὸ κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
γ'
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν, διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν ἄφραστον.
Θεοτοκίον Ἦχος
δ'
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη, διὸ ἀπαύστως σέ, ἀνυμνοῦντες μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
πλ. α'
Τὸ ξένον τῆς Παρθένου Μυστήριον, τῶ κόσμω ἀνεδείχθη σωτήριον, ἐξ αὐτῆς γὰρ ἐτέχθης, ἄνευ σπορᾶς, καὶ σαρκὶ ἀνεδείχθης, δίχα φθοράς, ἡ πάντων χαρά, Κύριε δόξασοι.
Θεοτοκίον Ἦχος
πλ. β'
Ἁγία Δέσποινα ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὁ
καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα, διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ἠνοητὴ πύλη τῆς ζωῆς, ἄχραντε τοὺς προστρέχοντάς σοὶ πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου
Θεοτοκίον Ἦχος
α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα
ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον Ἦχος
γ'
Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
δ'
Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, Ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. α'
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥύσαι λαόν σου συνήθως, κραυγάζοντά σοὶ ἐκτενῶς, Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί, Χαῖρε ἀειπάρθενε.
Θεοτοκίον Ἦχος
πλ. β'
Μεγάλων χαρισμάτων
ἁγνή, Παρθένε Θεομῆτορ σὺ ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὁ
καρπὸς τῆς γαστρός σου Θεονύμφε, τοὶς ἀνθρώποις ἐδείχθη σωτηρίας πρόξενος, διὸ σὲ Θεοτόκον, γνώμη καὶ γλώσση δοξάζοντες, οἱ πιστοὶ μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν.
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνωδοῦσα ἐβόα. Γλυκύτατον μου Τέκνον, τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἒ πὶ ξύλου προσηλώθης σαρκὶ;
Θεοτοκίον Ἦχος
β'
Ὧ
τῆς ἀγαθότητος τῆς σῆς! ὧ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὧ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὁλοφυρομένη, πῶς ὁ ὧν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.
Θεοτοκίον Ἦχος
γ'
Μεγάλη τοῦ Σταυροῦ σου Κύριε
Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα. Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος, τῶν ἀνθρώπων τὸ γένος;
Θεοτοκίον Ἦχος
δ'
Ἰδὼν σὲ ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβω τοῦ κράτους σου, ἡ Μήτηρ σου
τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοί. Ἰησοῦ ὑπεράγαθε, δόξα τὴ εὐσπλαγχνία σου.
Θεοτοκίον Ἦχος
πλ. α'
Ὅλην ἀναλαβῶν τὴν ἐμήν,
μορφὴν ὁ πλάστης
καὶ Θεὸς ἐνεδύσατο, μορφῶσαι τὴν πρὶν πεσοῦσαν μορφὴν Ἀδὰμ βουληθείς, ἐν Σταυρῷ ὑψώθη, ὡς ὑπεύθυνος, ἑκὼν καὶ τὰς χείρας, προσηλωθεὶς νὺν ἰάσατο, τὰς πρὶν τῶ ξύλω, παρειμένας τῆς βρώσεως, ὃν ἡ Πάναγνος, θεωροῦσα ἠλάλαζε. Τὶς ἐστιν ἡ τοσαύτη σου, Υἱέ μου ἀνείκαστος, μακροθυμία; οὐ φέρω, ἐπὶ Σταυροῦ ἀναρτώμενον, ὁρᾶν σὲ τὸν πάντα, τὴ δρακὶ διακρατοῦντα, Χριστὲ τὰ σύμπαντα.
Θεοτοκίον Ἦχος
πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ
Ὁρώσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα. Ὧ Υἱέ μου καὶ Θεέ, τὶ τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὁ ὑπομένεις διὰ οἶκτον πολύν;
Θεοτοκίον Ἦχος
Βαρὺς
Ῥήματα ἐν τῷ τόκω σου Τέκνον, διῶν χαροποιὰ πρώην ἤκουον, προσεδόκων, χαρὰς ἐμπλησθῆναι, καὶ χαροποι ἦσαι, ψυχὰς τεθλιμμένας, ταῦτα δὲ πρὸς λύπην μετετράπη, τὴ σταυρώσει σου ἐναργῶς τὰ πράγματα, ἡ λύπη γὰρ τήκει με, καὶ θανεῖν προήρημαι, πληρούσης τῆς λύπης τὴν καρδίαν μου.
Θεοτοκίον Ἦχος
πλ. δ'
Πάναγνος ὡς εἴδέ σε, Σταυρῶ κρεμάμενον ἐθελουσίως, κατανοούσά σου τὴν δυναστείαν, λύπη συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοί. Τέκνον μὴ μὲ λίπης τήν τεκούσάν σε, δὸς μοὶ λόγον Υἱέ μου, μὴ μὲ σιγῶν παρέλθης, Λόγε Θεοῦ τὴν δούλην σου.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Πανεύφημοι Μάρτυρες
Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν καὶ ὄξος γευσάμενος, τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ δίκαιος, διὸ μὲ φαρμαχθεῖσαν τῶ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς παντοδύναμος, ἡ Παρθένος ἔλεγε δακρύουσα.
Θεοτοκίον Ἦχος
β'
Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν
Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ἠλάλαζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, ὅπως ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυϊας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.
Θεοτοκίον Ἦχος
γ'
Ὁ
κόσμος ἠλεήθη Λόγε τὴ Σταυρώσει σου, ἡ κτίσις ἐφωτίσθη, τὰ ἔθνη σωτηρίαν εὗρον Δέσποτα, ἡ Πάναγνος ἐβόα, ἐγὼ
δὲ νὺν τέτρωμαι, καθορώσά σου τὸ ἑκούσιον πάθος.
Θεοτοκίον Ἦχος
δ'
Ὁ ἐξ Ὑψίστου κληθεὶς
Μὴ ἐποδύρου μου
Μῆτερ καθορῶσα, ἐν
ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ'
ὑδάτων κρεμάσαντα, τὴν γὴν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα, καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ Ἄδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῶ ἰδίω, προσαγάγω ὡς φιλάνθρωπος.
Θεοτοκίον Ἦχος
πλ. α'
Χαίροις ἀσκητικῶν
Λόγχη σου τὴν πλευρὰν ὧ Υἱέ, Ὀρυττομένην καθορῶσα τιτρώσκομαι, τῆς λύπης δεινὴ ῥομφαία, καὶ στεναγμὸν ἐκ ψυχῆς, προϊέναι ὅλως οὐ δεδύνημαι, ἡ Πάναγνος ἔλεγε, παρεστώσα τῶ πάθει σου, καὶ τὴν σφαγήν σου, καθορῶσα τὴν ἄδικον, ἀνεξίκακε, ὑπεράγαθε Κύριε, ποῦ μοὶ τὰ εὐαγγέλια, βοῶσα σὺν δάκρυσι, ποῦ ὁ τὸ Χαίρέ μοὶ λέξας; ποῦ ἡ λοχεία ἡ ἄφραστος; ποῦ Πέτρος ὁ φίλος; ἀλλὰ δόξα τὴ ἀφάτω μακροθυμία σου.
Θεοτοκίον Ἦχος
πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ
Παρίστατο τῶ ξύλω ποτέ, καιρῶ τῶ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένω μαθητή, καὶ κλαίουσα ἐβόα. Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!
Θεοτοκίον Ἦχος
Βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας
Τέτρωμαι τὴ ῥομφαία τῆς λύπης, ἐν Σταυρῷ καθορώσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γὴν στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα πόλον, βλέπω γὰρ γυμνὸν κατεσφαγμένον
σὲ κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νύν, αἰροῦμαι
παμφίλτατε, φρίξον
γῆ καὶ σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα.
Θεοτοκίον Ἦχος
πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε
Ὁρώσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος, Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας φέρεις, γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε, θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.
Εἰς τό, Θεὸς Κύριος
Θεοτοκίον Ἦχος
α'
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταὶς σαὶς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
β'
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνούμέν σε, διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ἅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς
κραταιὸν Χριστὸν τὸν
Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
Θεοτοκίον Ἦχος
γ'
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.
Θεοτοκίον Ἦχος
δ'
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία δι' ἤλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν πέρ εὐλογημένη, δυσωποῦσα μὴ παύση, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Θεοτοκίον Ἦχος
πλ. α'
Τῶ Σταυρῶ τοῦ Υἱοῦ σου Θεοχατρίτωτε, τῶν εἰδώλων ἡ πλάνη, πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχύς, καταπεπάτηται, διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
πλ. β'
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν,
τοῦ ἐλεῆσαι τάς
ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Τὸν σταυρωθέντα
ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ Σωτήρα τοῦ κόσμου, ἐν τῷ Σταυρῶ θεωροῦσα, ἡ Τεκοῦσα, ἔλεγε δακρύουσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου
Θεοτοκίον Ἦχος
α'
Ἄχραντε Θεοτόκε, ἡ ἐν
οὐρανοῖς, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.
Θεοτοκίον Ἦχος
β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Θεοτοκίον Ἦχος
γ'
Καταφυγὴ καὶ δύναμις ἡμῶν θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη Εὐλογημένη.
Θεοτοκίον Ἦχος
δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες, Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος, καὶ πύλας τοῦ ἄδου συνέτριψε.
Θεοτοκίον Ἦχος
πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Θεοτοκίον Ἦχος
Βαρὺς
Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὁ
καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα, διὸ σὲ Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Στιχηρὰ Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος. Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Θεοτοκίον Ἦχος
β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε;πείραν γὰρ ἀνδρός, μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα, Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός, γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Θεοτοκίον Ἦχος
δ'
Ὁ
διὰ σὲ θεοπάτωρ Προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῶ μεγαλείά σοὶ ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθέν, ὀρειάλωτον εὑρῶν πρόβατον, τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψη Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.
Θεοτοκίον Ἦχος
πλ. α'
Ἐν τῇ Ἐρυθρὰ θαλάσση, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Τὶς μὴ μακαρίσει σε, παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον, ὁ γὰρ ἀχρόνως ἐκ, Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
Βαρὺς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ Παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὁ
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοὶς ἀνθρώποις συνανεστράφη, ἐκ Παρθένου γὰρ ἁγνῆς,
σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθῶν, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστικα Τοῦ Ἑσπερινοῦ
Θεοτοκίον Ἦχος
α'
Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιοναπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἦς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Θεοτοκίον Ἦχος
β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ φωτός, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Θεοτοκίον Ἦχος
γ'
Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.
Θεοτοκίον Ἦχος
δ'
Ἔχοντές σὲ Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σώζεις τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. α'
Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν Ἱεραρχῶν, ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων,
τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὄρος θεῖον ἅγιον, εἴδέ σε ὁ Δανιήλ, καὶ Ἡσαϊας δὲ ὁ σοφός, Μητέρα Θεοῦ ἐκήρυξέ σε Σεμνή, Θεὸν ἐν σαρκὶ χωρήσασαν, τὸν Ἀδὰμ πλαστουργήσαντα, ὃν τὰ Χερουβείμ ἐτρόμαξαν σαρκούμενον, ὑμνοῦντα καὶ δοξάζοντα, ἀσιγήτω τρισαγία φωνή, ἀλλὰ τοῦτον αἴτησαι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ἁγνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε σωθῆναι ἡμᾶς.
Εἰς τό, Θεὸς Κύριος
Θεοτοκίον Ἦχος
α'
Τοῦ Γαβριὴλ φθεγξαμένου, σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Θεοτοκίον Ἦχος
β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν
ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν, τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος
πάθος, ἐλυτρώσατο
ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.
Θεοτοκίον Ἦχος
δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ, ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον Ἦχος
πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, τρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, τῶν πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Θεοτοκίον Ἦχος
πλ. β'
Προϊστορεῖ ὁ Γεδεών, τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυϊδ, τὸν τόκον σου Θεοτόκε, κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ
πόκον, ὁ Λόγος
ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς, γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεόν, ἡ Κεχαριτωμένη.
Θεοτοκίον Ἦχος
Βαρὺς
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε, σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Θεοτοκίον Ἦχος
πλ. δ'
Ὁ
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου
Ἐλεῆμον, δέξαι τὴν Τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ
σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου
Θεοτοκίον Ἦχος
α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα
ἔτεκες, Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον Ἦχος
β'
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Ἐὰν δὲ τύχη Ἀλληλούϊα, ἓν οἰωδήποτε
Ἤχω, λέγονται ταῦτα. Ἦχος β'
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες, πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν, Θεὸν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Μνήσθητι
Κύριε, ὡς Ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.
Καὶ νύν... Θεοτοκίον
Μήτηρ
ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοὶς σὲ ὕμνοις
τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Θεοτοκίον Ἦχος
γ'
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν, διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν ἄφραστον.
Θεοτοκίον Ἦχος
δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες, Σὺ εἶ ἡ βᾶτος, ἐν ἢ ἀφλέκτως Μωσής, κατεῖδεν ὡς φλόγα, τὸ πὺρ τῆς θεότητος.
Θεοτοκίον Ἦχος
πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος
πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Θεοτοκίον Ἦχος
Βαρὺς
Χαῖρε, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἦς ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Θεοτοκίον Ἦχος
πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταὶς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν.