Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΪΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στίχ. Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια.

 

Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον.

 

Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.

 

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

 

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ πελάγει τοῦ βίου κλυδωνιζόμενος, καὶ ταῖς τῶν ἐναντίων, ῥαπιζόμενος αὔραις, βοῶ σοι Θεοτόκε. Ἴθυνον νῦν, πρὸς λιμένα με εὔδιον, τῆς μετανοίας τήν ζάλην τῶν λογισμῶν, εἰς γαλήνην μεταβάλλουσα.

Ἢ Σταυροθεοτοκίον

Ἐν τῷ Σταυρῷ παρεστῶσα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρῃνοῦσα, Μῆτερ ἁγνή, Οἴμοι! Τέκνον γλυκύτατον, τὶ ταῦτα πάσχεις ἀδίκως, Λόγε Θεοῦ; ἵνα σώσῃς τὸ ἀνθρώπινον.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

 

Ἀπολυτίκιον ὁμοίως, καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

 

ᾌδω Μάκαρ σου τοὺς πόνους θερμῷ πόθῳ.

Ποίημα Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ

Ἀστὴρ διαλάμπων θείῳ φωτί, τῷ τῆς ἀληθείας ἀνεδείχθης μαρτυρικῶς, πάντας καταυγάζων τοὺς ἐν πίστει, εἰλικρινεῖ σε Ἑρμεία γεραίροντας.

 

Διόλου τῇ νεύσει τῇ πρὸς Θεόν, πάντων ἀλογήσας, τῶν ἐν βίῳ Μάρτυς σοφέ, μαρτύρων ὑπέδυς τοὺς ἀγῶνας, καὶ τὸν ἐχθρὸν καταρράσσων ἐνίκησας.

 

Ὡραῖος τὸ εἶδος καὶ τὴν ψυχήν, ὑπάρχων Ἑρμεία, ἐστρατεύθης τῷ Βασιλεῖ, τῷ ἐπουρανίῳ καὶ τοὺς τούτου, Μάρτυς εἰς τὸ τέλος ἐχθροὺς ἐταπείνωσας.

 

Μὴ θύσας εἰδώλοις Μάκαρ τοὺς σούς, ἐθλάσθης ὀδόντας, σιαγόνας τῶν νοητῶν, συνθλάσας λεόντων, καὶ τῆς νίκης, ἀναδησάμενος στέφος ἀμάραντον.

Θεοτοκίον

Ἁγία Παρθένε Μήτηρ Χριστοῦ, Μαρτύρων ἡ δόξα, καὶ Ἀγγέλων ἡ χαρμονή, σὺν τούτοις δυσώπει τὸν Υἱόν σου, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι τοὺς δούλους σου.

 

ᾨδὴ γ'

Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ

Κόσμος ἐχρημάτισας, τῶν ἀθλητῶν Σοφὲ χάριτι, θεολαμπής· ὅθεν οἱ ἐν κόσμῳ, εὐσεβῶς σε γεραίρομεν.

 

Αἶνον τῷ Θεῷ ἡμῶν, τὰς σιαγόνας σου θλώμενος, Μάρτυς σοφέ, τῷ σὲ δυναμοῦντι, εὐχαρίστως ἀνέμελπες.

 

Ῥώμῃ θείου Πνεύματος, σὺ κρατυνόμενος Πάνσοφε, τὸν δυνατόν, χαίρων ἐν κακίᾳ, ἐταπείνωσας δράκοντα.

Θεοτοκίον

Στόματι καὶ γλώττῃ σε, Θεοῦ πανάγιον τέμενος, ὁμολογῶ, Πάναγνε· διὸ με, πάσης ῥῦσαι κολάσεως.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἀστέρα μέγιστον, τῇ οἰκουμένῃ, ὁ Χριστὸς σε ἔδειξε, φωταγωγοῦντα τοὺς πιστούς, ταῖς τῶν ἀγώνων σου λάμψεσι, Μάρτυς Ἑρμεία, Ἀγγέλων συνόμιλε.

 

Καὶ τῆς Ἑορτῆς

 

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

 

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους σου.

Ἢ Σταυροθεοτοκίον

Ἐπὶ ξύλου Δέσποινα, προσηλωμένον, τὸν Υἱόν σου βλέψασα, Παρθενομῆτορ καὶ Θεόν, σὺν ὀδυρμοῖς ἀνεκραύγαζες· Πῶς ταῦτα πάσχεις, Υἱέ μου καὶ Κύριε;

 

ᾨδὴ δ'

Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας τὸ πῦρ κατέσβεσαν, τοῖς πιστοῖς δὲ δρόσος ὤφθησαν, ἀθλοφόρε Μάρτυς ἀξιάγαστε.

 

Ὑπεισῆλθες ἀπτόητος, τὴν πυρακτωθεῖσαν Ἔνδοξε κάμινον, ὡς οἱ Παῖδες δὲ διέμεινας θεϊκῇ δυνάμει ἀκατάφλεκτος.

 

Τῆς Τριάδος τῇ χάριτι, Μάρτυς δροσιζόμενος μένεις ἄφλεκτος, τῆς φλογὸς μέσον ἱστάμενος, ἐν Τρισὶν ἡμέραις παναοίδιμε.

 

Ὁ χορὸς τῶν Δυνάμεων, ἄνωθεν ἐσκόπει τὴν γενναιότητα, καὶ τῶν πόνων σου τὸ εὔτονον, ἀθλητὰ Ἑρμεία ἐκπληττόμενος.

Θεοτοκίον

Ὑπερύμνητε Δέσποινα, τὸν ἐν τοῖς Ἁγίοις ἀναπαυόμενον, ὑπὲρ λόγον ἀπεκύησας· διὰ τοῦτο ὕμνοις σε γεραίρομεν.

 

ᾨδὴ ε'

Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ

Συντριβόμενος σῶμα, Μάρτυς παναοίδιμε πολλαῖς κολάσεσι, συντριβὴν εἰργάσω, ἀπωλείας ξοάνων ἐν χάριτι· διὰ τοῦτο πάντων, τῶν εὐσεβῶν χάριτι θείᾳ, θεραπεύεις ψυχῶν τὰ συντρίμματα.

 

Πικροτάτων φαρμάκων, Μάκαρ καταπόσεσι μένεις ἀπήμαντος, εἰς βεβαίαν πίστιν, ἐκκαλούμενος τούτων τὸν πάροχον, μετακυλισθέντα, τῇ σῇ λαμπρᾷ θαυματουργίᾳ, μαρτυρίου πρὸς κλέος ὑπέρλαμπρον.

 

Οὐδαμῶς παρετράπης, στάσεως τῆς κρείττονος Μακαριώτατε, τὸν κρατύνοντά σε, καὶ στηρίζοντα καὶ κατευθύνοντα, τὰς κινήσεις πάσας, τὰς πρὸς αὐτόν σου γινομένας, προορώμενος γνώμης εὐθύτητι.

Θεοτοκίον

Νοερὰν σε λυχνίαν, πάλαι ὁ Προφήτης κατεῖδεν ἐν Πνεύματι, κεκτημένην Κόρη, τὸ λαμπάδιον Χριστὸν τὸν Κύριον, τὸν φωτὶ ἀρρήτῳ, πάντας ἡμᾶς φωταγωγοῦντα, τούς πιστῶς σε τιμῶντας πανάμωμε.

 

ᾨδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ὁλόκληρον πρὸς Θεόν, Παμμάκαρ ἔχων τὴν ἔφεσιν, τοὺς πόνους καὶ σπαραγμούς, τοῦ θείου σου σώματος, ὥσπερ ἄλλου πασχοντος, ἐκαρτέρεις· Χαίρων, τοὺς στεφάνους προορώμενος.

 

Ὑπέμεινας καρτερῶς, τῶν νεύρων σου τὴν ἀφαίρεσιν, Ἑρμεία Μάρτυς Χριστοῦ, ἐχθρὸν πολυμήχανον, ἐκνευρίζων χάριτι, καὶ ἀνδρείας πάσης, ὑποτύπωσις δεικνύμενος.

 

Στομούμενος τῷ πυρί, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὡς δίστομος ἀληθῶς, γεγένησαι μάχαιρα, στρατεύματα ἄθεα, ὡς στερρὸς ὁπλίτης, διακόπτων ἐμφανέστατα.

Θεοτοκίον

Θηλάζεις μητροπρεπῶς, τὸν νεύματι πάντας τρέφοντα, ἀγκάλαις περικρατεῖς, πανάμωμε Δέσποινα, τὸν πάντας κατέχοντα· διὰ τοῦτο πίστει, κατὰ χρέος σε δοξάζομεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

 

Κοντάκιον τῆς Ἑορτῆς

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.

Στίχοι

Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων,

Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου!

Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ.

 

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ

Εἰς Θεὸν ἀτενίζων, τὸν δυνάμενον σῴζειν νοὸς εὐθύτητι, ὑπήνεγκας τους πόνους, Ἑρμεία τοὺς γενναίους, ἀναμέλπων τοῦ σώματος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Ῥαντισμῷ τῶν αἱμάτων, τὴν πυρὰν κατασβέσας τῆς ἀθεότητος, τὴν φλόγα ὑπεισῆλθες, ἐφλέχθης δὲ οὐδόλως, ἀναμέλπων πανόλβιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Μακαρίζει σε πᾶσα, Ἐκκλησία ὁρῶσα τὰς ἀριστείας σου, τὴν χάριν τῶν θαυμάτων, τῆς νίκης τὰ βραβεῖα, ἃ παρέσχε σοι Κύριος, Ἑρμεία Μάρτυς σοφέ, λαμπρῶς ἠγωνισμένῳ.

Θεοτοκίον

Ὡραιώθης Παρθένε, τὸν ἐν κάλλει ὡραῖον Χριστὸν κυήσασα, ἡμῖν ὁμοιωθέντα, καὶ πάντας συντριβέντας, πρὸς ζωὴν ἀναπλάσαντα· ὅθεν πιστῶς σε ἀεί, δοξάζομεν ἐν ὕμνοις.

 

ᾨδὴ η'

Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ

Παρανόμων δόγμα, νόμῳ κρατυνόμενος τῆς ἀληθείας, ἀθλητὰ Ἑρμεία, χαίρων ἐξεφαύλισας καὶ τοῖς ἀγῶσι, τοῖς μεγίστοις μάκαρ, καρτερῶν ἀπέλαβες, τὰς ἐν τοῖς ὑψίστοις, σκηνώσεις εἰς αἰῶνας.

 

Οὐ πτοοῦμαι πᾶσαν, ἀλγεινῶν ἐπίτασιν προσγινομένην, οὐδὲ νέμω σέβας, τοῖς μὴ οὖσιν ἔκραζες θεοῖς Παμμάκαρ, ἕνα μόνον σέβω, Ἰησοῦν τὸν Κύριον, τὸν ἐπὶ Ποντίου, Πιλάτου σταυρωθέντα.

 

Θύεσθαι προείλου, ὡς ἀρνίον ἄμωμον Μάρτυς Ἑρμεία, ὑπὲρ τοῦ τυθέντος, δι' ἡμᾶς ὡς πρόβατον, καὶ τὰς θυσίας τὰς βεβήλους πάσας, ἐκ τῆς γῆς ἐξάραντος· ὅθεν ἐν αἰνέσει ἀξίως σε ὑμνοῦμεν.

Θεοτοκίον

Ὤφθης πλατυτέρα, οὐρανῶν χωρήσασα Θεὸν ἐν μήτρᾳ, ὃν ἀεὶ δυσώπει, τῆς στενοχωρούσης με νῦν ἁμαρτίας, ῥύσασθαι Παρθένε, ὅπως πλατυνόμενος, ἔργοις εὐσεβείας, πιστῶς σε μακαρίζω.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ

Ἰδεῖν κατηξιώθης ἀπολυθείς, τῆς σαρκὸς ἀθλοφόρε πανεύφημε, τὰ ἀγαθά, ἅπερ προητοίμασέ σοι Θεός, καὶ τοῖς σὺν σοὶ ἀθλήσασι, καὶ καταβαλοῦσι τὸν πονηρόν, μεθ' ὧν ἡμᾶς σωθῆναι, τὸν Κύριον δυσώπει, Μάρτυς Ἑρμεία ἀξιάγαστε.

 

Ὡραῖόν σου τὸ εἶδος καὶ πρὸ τῆς σῆς, ἐναθλήσεως ὃν ὡραιότερον, ὤφθη Σοφέ, μετὰ τοὺς ἀγῶνας τοὺς θαυμαστούς, ἀγγελικῇ λαμπρότητι, κατηγλαϊσμένον περιφανῶς· διὸ καὶ πρὸς ὡραίους, ἀνέδραμες νυμφῶνας, νίκης στεφάνοις καλλυνόμενος.

 

Στρατείας ἀλογήσας τῆς ἐπὶ γῆς, Βασιλεῖ οὐρανίῳ ἐστράτευσαι, Μάρτυς σοφέ, οὗ τῇ δυναστεία τῇ κραταιᾷ, τὰς τῶν δαιμόνων φάλαγγας, πάσας ἐξηφάνισας κραταιῶς, καὶ νίκης τοὺς στεφάνους, νομίμως ἀνεπλέξω, ὑπὲρ ἡμῶν πρεσβεύων πάντοτε.

 

Ἡ μνήμη σου ἐπέστη ἡ φωταυγής, τὰς ἡμῶν διανοίας φωτίζουσα, μαρμαρυγαῖς, τῶν ἀγωνισμάτων σου τῶν στερρῶν, ἐν ᾗ παρακαλοῦμέν σε. Ἔχων παρρησίαν πρὸς τόν Χριστόν, ἱκέτευε ἀπαύστως, τυχεῖν ἡμᾶς ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.

Θεοτοκίον

Φορέσας με προῆλθε Θεὸς ἐκ σοῦ, ἀφθαρσίας ἐνδύων με ἔνδυμα, τὸν πονηρᾷ, γνώμῃ γυμνωθέντα θείας στολῆς, Θεογεννῆτορ Δέσποινα, πάντων τῶν ἀνθρώπων καταφυγή, Μαρτύρων στεφηφόρων, κραταίωμα καὶ τεῖχος, καὶ τῶν Ἀγγέλων ἀγαλλίαμα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις, σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

 

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις