Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΝΙΟΥ

 

Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τοῦ Προδρόμου γ'.

Ἦχος δ'

Ἰωάννου Μοναχοῦ

Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη, φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ τῆς στειρώσεως λύονται μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀνατολίου ὁ αὐτὸς

Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου περισσότερος· ἔδει γάρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ' ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν ἡμῶν δόξα σοι.

Καὶ τῆς Ἁγίας Προσόμοια γ'

Ἦχος δ'

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Ἄθλησιν ὑπέμεινας, τῇ σῇ παλαίστρᾳ κατάλληλον, Φεβρωνία πανεύφημε, ἱδρῶσιν ἀσκήσεως, μαρτυρίου αἷμα, συγκερασαμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς Παρθένος πανάμωμος, καὶ ὡς Μάρτυς ἀήττητος.

 

Κάλλει τὸ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν· ὡς κρίνον γὰρ ἔλαμψας, ἐν μοναῖς ὅσιαις, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη Νύμφη πανάμωμε· διὸ σε καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς Παρθένον καὶ Μάρτυρα.

 

Κύκλῳ παρενέβαλε, σοῦ Φεβρωνία πανεύφημε, ὁ ῥυόμενος Ἄγγελος· ἐκ βρέφους γὰρ Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ παντοκράτορι, ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ Σελήνου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.

Δόξα... Καὶ νν... Ἦχος πλ. β'

Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον· Ὁ ἔχων τὸ μέγα ἔλεος δόξα σοι.

 

Εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου

Δόξα... Καὶ νν... Ἦχος πλ. δ'

Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην. Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρυξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.

 

Ἀπολυτίκιον τοῦ Προδρόμου

Ἦχος δ'

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Ἀπολυτίκιον τῆς Ἁγίας

Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῶ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τοῦ Προδρόμου εἷς, καὶ τῆς Ἁγίας ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Ὕμνοις σε μέλπω προσφόρως Φεβρωνία.

Ποίημα Θεοφάνους.

 

ᾨδὴ α' Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ

Ὑπέρμαχε δόξης τῆς τοῦ Χριστοῦ, παράσχου μοι χάριν, Φεβρωνία καὶ φωτισμόν, τὴν σὴν εὐφημῆσαι φωτοφόρον, καὶ σεβασμίαν πανήγυριν ᾄσμασι.

 

Μελέτῃ θανάτου διηνεκεῖ, λαμπρύνασα Μάρτυς, Φεβρωνία σοῦ τὴν ψυχήν, ἔδραμες πρὸς ὕψος μαρτυρίου, διὰ βασάνων πολλῶν προσαχθεῖσα Χριστῷ.

 

Νεώσασα πόνοις ἀσκητικοῖς, τὴν ἄρουραν Μάρτυς, τῆς καρδίας σου τηλαυγῶς, Μαρτύρων ἐδρέψω τοὺς στεφάνους, ἀθλητικῶς τῷ Θεῷ ἡμῶν ᾄδουσα.

 

Ὁ νεύματι πάντα δημιουργῶν, ἐκ σοῦ Θεομῆτορ, ἐσαρκώθη, ὃν εὐσεβῶς, ποθήσασα κόρη Φεβρωνία, μαρτυρικῶς ἐν αὐτῷ προσενήνεκται.

 

ᾨδὴ γ'

Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ

Ἴσχυσας τῷ Πνεύματι, καταβαλεῖν ὀφρὺν ἔνδοξε, τυραννικήν, καὶ πολυθεΐας, Φεβρωνία τὸ ἄθεον.

 

Σὺ νῦν ἐστερέωσας, τῇ κραταιᾷ χειρὶ Δέσποτα, μαρτυρικῶς, ἀγωνιζομένην, Φεβρωνίαν τὴν ἔνδοξον.

 

Σῶμά σου τεμνόμενον, ὑπὲρ Χριστοῦ ἁγνὴ πάνσοφε, μαρτυρικῶς, σὺ τοῦ Παραδείσου, ἐγεώργεις ἀπόλαυσιν.

Θεοτοκίον

Εὗρέ σε βοήθειαν, τὴν Θεομήτορα Πάναγνε, ἡ εὐκλεής, Μάρτυς Φεβρωνία, καὶ τυράννους κατῄσχυνε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα τοῦ Προδρόμου

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ὁ πάλαι ταῖς ῥοαῖς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοῖς με βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν Φιλάνθρωπον· διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπροσδεκτος.

Δόξα... τῆς Ἁγίας

Ποθήσασα Χριστόν, τὸν ὡραῖον ἐν κάλλει, ἐχώρησας τομῶς, πρὸς μεγίστους ἀγῶνας, δι' ὧν τὸν ἀρχέκακον, παντελῶς ἐθανάτωσας· οὗ με λύτρωσαι, τῶν πολυπλόκων παγίδων, ὁδηγοῦσά με, ταῖς σαῖς εὐχαῖς Φεβρωνία, πρὸς θείαν μετάνοιαν.

Καὶ νν... Θεοτοκίον

Νηδύϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι τὸν δοῦλόν σου.

 

ᾨδὴ δ'

Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ

Μῶμος ἐν σοί, ὅλως οὐκ ἔστι πανεύφημε, Φεβρωνία· σὺ γὰρ ἀμφοτέρωθεν, τῷ λυτρωτῇ σου καὶ ἐραστῇ, τῷ πεποθημένῳ εὐαρεστῆσαι ἐσπούδασας, ἀσκήσεως ἐν πόνοις, καὶ μαρτύρων ἐν ἄθλοις, κοσμουμένη θεόφρον πανόλβιε.

 

Ἐξ ἁπαλῶν, Μάρτυς ὀνύχων ἐπόθησας, τῆς ἀγάπης, πηγὴν τὴν ἀέναον, τὴν ἐφετὴν πᾶσι λογικοῖς, ἧς ὀρεγομένη βασάνων πόνους ὑπέμεινας, πυρὶ φλογιζομένη, καὶ μελῶν στερουμένη, Φεβρωνία παρθένων τὸ καύχημα.

 

Λόγοις Θεοῦ, ἐντεθραμμένη θεόσοφε, τοῖς ποθοῦσι, λόγον τὸν σωτήριον τὰς ἱεράς, βίβλους ἱερῶς, ἐγχειριζομένη, ἐνθέως Μάρτυς ἐξήπλωσας, καὶ τῆς διδασκαλίας, τοὺς μισθοὺς ἐκομίσω, τῶν Μαρτύρων τὴν δόξαν πλουτήσασα.

Θεοτοκίον

Πύλη φωτός, πᾶσιν ἐδείχθης Πανάμωμε, τοὶς ἐν σκότει, φῶς τὸ ἀπερίγραπτον, περιγραπτῷ σώματι Χριστόν, τῆς δικαιοσύνης τὸν ἥλιον ἀπαστράψασα, οὗ νῦν ταῖς φρυκτωρίαις, Φεβρωνία ῥωσθεῖσα, τῶν Μαρτύρων τὸ κλέος ἐκτήσατο.

 

ᾨδὴ ε'

Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ

Ὡραιώθης πορφύρᾳ, Μάρτυς ἐξ αἱμάτων σου ἐξυφανθείσῃ σοι, ἐγυμνώθης σῶμα, καὶ παθῶν τῶν χιτῶνα ἀπέρριψας, πρὸ βημάτων στᾶσα, δικαστικῶν ὦ Φεβρωνία, τοῦ Χριστοῦ μιμουμένη τὴν γύμνωσιν.

 

Πυρωθεῖσα τῷ πόθῳ, Μάρτυς τοῦ νυμφίου σου τοῦ νοητοῦ τὴν ψυχήν, καὶ θελχθεῖσα τούτου, καλλοναῖς ἀκηράτοις ὑπέμεινας, τεμνομένη χεῖρας, καὶ τῶν πληγῶν τάς ἀλγηδόνας, Φεβρωνία Μαρτύρων τὸ καύχημα.

 

Ῥοὴ τῶν σῶν αἱμάτων, τῆς πολυθεΐας τὴν φλόγα κατέσβεσεν, οἱ δὲ σοι ὀδόντες, ἐκριζούμενοι πᾶσαν ἀνέσπασαν, τῶν εἰδώλων πλάνην, καὶ τῆς τρυφῆς σοι Φεβρωνία, τὴν αἰώνιον τέρψιν εἰργάσαντο.

Θεοτοκίον

Οἱ σοὶ πόδες τμηθέντες, θείων μαρτυρίων τὴν τρίβον διώδευσαν, καὶ πρὸς τὸν τεχθέντα, ἐκ Παρθένου ἁγίας μετέβησαν, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν Παραδείσῳ, Φεβρωνία παρθένε Θεόνυμφε.

 

ᾨδὴ ς'

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον ΤΟ ΑΚΟΥΤΕ

Σελήνου τοῦ δυσσεβοῦς ἡ ἄθεος, καὶ θρασεῖα κατεβλήθη ὠμότης, τῆς τοῦ Θεοῦ, περὶ πάντων προνοίας, ἐκζητησάσης τὸ αἷμά σου, Ἔνδοξε, καὶ σέσωσται διὰ τῆς σῆς, καρτερίας ὁ θεῖος Λυσίμαχος.

 

Φωστῆρα θεολαμπῆ σε ἔδειξεν, ἡ σοφὴ καὶ θεοφόρος Βρυαίνη, ταῖς διδαχαῖς ἐκβιβάσασα κόρη, καὶ τῆς ἐλπίδος οὐδόλως διήμαρτε· παρέστησε γὰρ τῷ Χριστῷ, Φεβρωνία σε νύμφην ἀμόλυντον.

Θεοτοκίον

Ὁ ἔμψυχος τοῦ Δεσπότου θάλαμος, ὁ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ κρίνον ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ πάναγνος καὶ εὐπρεπής, Θεοτόκος ἀξίως δοξάζεται.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος ΤΟ ΑΚΟΥΤΕ

Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας.

Στίχοι

Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία.

Τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι!

Δῶκε δὲ Φεβρωνίη ξίφει αὐχένα εἰκάδι πέμπτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἓξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φῖρμος, Φιρμῖνος, Κυριακὸς καὶ Λογγῖνος.

Στίχοι

Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,

Ἐν γῆ τελευτᾷ καὶ πρὸς οὐρανὸν τρέχει.

Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,

Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.

Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως,

Πρὸς οὓς μεταστάς, ὥσπερ ἦρα χαιρέτω.

Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φῖρμος,

Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.

Κυριακόν, Λογγῖνον ὡς ἰσαγγέλους,

Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβείων τῆς ἀσπόρως αὐτὸν τεκούσης, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης, κυκλωσάντων τὴν καθ' ἡμᾶς Βασιλίδα τῶν πόλεων, καὶ πανωλεθρίᾳ παραδοθέντων τελείῳ ἀφανισμῷ.

 

Ταῖς τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ

Ῥεῖθρα πηγάζεις ἰαμάτων, τοῖς προστρέχουσιν ἐν πίστει τῷ ναῷ σου, Φεβρωνία σεμνή, καὶ τῷ Χριστῷ βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Ὢ τῆς καλής σου πραγματείας! σαρκὸς αἵματος θεόφρον ἀντηλλάξω, βασιλείαν Θεοῦ, πανεύφημε βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Στίφει παρθένων συγχορεύεις, ἀξιάγαστε παρθένε Φεβρωνία, τῇ Παρθένῳ καὶ Θεομήτορι βοῶσα· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

 

ᾨδὴ η'

Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ

Φωτοφανῶς ἡ μνήμη σου, Φεβρωνία τελεῖται νῦν, ταῖς φωτοειδέσιν ἀστραπαῖς πυρσεύουσα· φωτὶ γὰρ ὡμίλησας, καὶ φωτοφόρος γέγονας, τὸν φωτοποιόν, καὶ φωτοδότην βοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐθαυμαστώθης πρότερον, ἐν ἀσκήσει πανεύφημε, καὶ μαρτυρικῶς, κατεκοσμήθης ὕστερον· ὀπίσω γὰρ ἔδραμες, τοῦ ἐραστοῦ νεᾶνις φαιδρά, καὶ σοῦ τοὺς μαστούς, τούς ἀγαθοὺς ὑπὲρ οἶνον, ἐτμήθης Φεβρωνία, ὑπὲρ τῆς εὐσεβείας· ὀσμῇ δέ σου τῶν μύρων, πιστοὺς εὐωδιάζεις.

 

Βεβαρυμμένος πταίσμασι, Φεβρωνία πανεύφημε, καὶ ταῖς τρικυμίαις, τῶν παθῶν κυκλούμενος, προσφεύγω τῇ σκέπῃ σου, τῶν ἀμφοτέρων λύσιν ζητῶν, ἀλλ' ὡς θαυμαστή, καὶ ἐκλεκτὴ τῷ Δεσπότῃ, βοῶντα μὴ παρίδῃς, ἀλλὰ με σαῖς πρεσβείαις, ἐξάρπασον θεόφρον, ἐκ βρόχων ψυχοφθόρων.

Θεοτοκίον

Ῥητορευόντων γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Θεὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ᾧ νῦν ἡ Φεβρωνία, μελῳδοῦσα κραυγάζει· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ

Ὦ θεία τοῦ Δεσπότου περιστερά, περιηργυρωμένη λαμπρότητι, παρθενικῇ, σῶμα λαμπρυνθεῖσα ἀσκητικῶς, κεχρυσωμένη πτέρυγας, ταῖς χλωροειδέσι μαρμαρυγαῖς, τῆς σῆς ὁμολογίας, καὶ θείων σου αἱμάτων, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

 

Νοῒ προσομιλοῦσα γυμνῷ τῷ νῷ, Φεβρωνία θεόφρον κατέλαβες, τῶν ὀρεκτῶν, ἔσχατον καὶ τέλους, μακαριστοῦ, ἐπιτυχεῖν ἠξίωσαι, νῦν συμβασιλεύουσα τῷ Χριστῷ, λαμπρῶς τῷ σῷ νυμφίῳ, ἀφράστοις ἐν θαλάμοις, ἐν εὐφροσύνῃ διαμένουσα.

 

Ἰάσεις ἀναβρύεις ὡς ποταμός, ῥοιζηδὸν τοῖς ἐν πίστει προστρέχουσι, σοῦ τῇ σεπτῇ, θήκῃ Φεβρωνία θεοειδές, τῆς παρθενίας ἄγαλμα, ἄνθος τὸ τῆς φύσεως τὸ τερπνόν, θυγάτηρ Βασιλέως, ἡ ἔνδον κεκτημένη, τῆς θείας δόξης τὸ ἀγλάϊσμα.

Θεοτοκίον

Ἀνώρθωσας Παρθένε τῶν γυναικῶν, τὸ ὀλίσθημα Λόγον κυήσασα, τὸν ἀνορθοῦν, τοὺς κατερραγμένους, ὡς ἀγαθόν, καὶ κραταιὸν δυνάμενον· ὃν ἡ Φεβρωνία ἡ εὐκλεής, ποθήσασα συντόνως, ὀπίσω σου δραμοῦμαι, ἀγαλλομένη ἀνεβόησεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

 

Ἐξαποστειλάριον τοῦ Προδρόμου

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν Γενέθλιον, τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν· διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει.

Θεοτοκίον

Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθωμολόγησαν, Θεὸν τῶν ὅλων πάναγνε, μεθ' ὧν σε μεγαλύνομεν, οἱ διὰ σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.

 

Εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου

Δόξα... Τοῦ Προδρόμου

Ἦχος πλ. δ'

Πρέπει τῷ Ἰωάννῃ ἡ εὐωδία, πρέπει τῷ Βαπτιστῇ τῶν ᾀσμάτων ἡ τερπνότης· οὗτος γὰρ ἐκήρυξε τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, ὁ σκιρτῶν ἐν κοιλίᾳ, καὶ βοῶν ἐν ἐρήμῳ· Μετανοεῖτε, τοῦ Βασιλέως ὁ στρατιώτης, ὁ Πρόδρομος τῆς χάριτος, ὁ τὸν ἀμνὸν προμηνύων, καὶ τὸν Σωτῆρα πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νν... Θεοτοκίον

Ἦχος πλ. δ'

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία καί, Ἀπόλυσις.