Τῌ
Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς
ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας
Ἐσθῆτος τῆς
Ὑπεραγίας Θεοτόκου.
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό,
Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ' αὐτά, δευτεροῦντες.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Ἔδωκας φιλάνθρωπε,
τὴν σὴν Μητέρα βοήθειαν, τοῖς σοῖς δούλοις
ὡς εὔσπλαγχνος, δι' ἧς τὴν
ἀπόρρητον, καὶ φρικτὴν εἰργάσω, σὴν οἰκονομίαν, καὶ τὸ πρωτόκτιστον
ἡμῶν, ἐπανωρθώσω θεῖον ἀξίωμα· διὸ τὴν
πανσεβάσμιον, ταύτης
τιμῶντες πανήγυριν, ἀνυμνοῦμεν τὸ
κράτος σου, Ἰησοῦ παντοδύναμε.
Πόλιν τὴν τιμῶσάν σε, καὶ κατὰ χρέος δοξάζουσαν, περιέπεις πανύμνητε, Ἐσθῆτι τιμίᾳ
σου, ἐξ ἀθεωτάτων, ἄχραντε βαρβάρων, ἀπὸ λιμοῦ τε καὶ σεισμοῦ,
καὶ ἐμφυλίου
πολέμου πάντοτε, Παρθένε ἀπειρόγαμε· καὶ διὰ τοῦτο δοξάζει
σε, Παναγία Θεόνυμφε, τῶν ἀνθρώπων βοήθεια.
Ἐσθῆτα τιμίαν
σου, θεοχαρίτωτε Δέσποινα, ἐδωρήσω
τῇ πόλει σου, πλοῦτον ἀναφαίρετον, σκέπην
τε καὶ κλέος, καὶ ἄρρηκτον τεῖχος, καὶ ἰαμάτων
θησαυρόν, καὶ
τῶν θαυμάτων πηγὴν ἀένναον,
λιμένα τε σωτήριον, χειμαζομένοις ἑκάστοτε· διὰ τοῦτο ὑμνοῦμέν σε, ὑπερύμνητε
Δέσποινα.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Φρένα
καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις
καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς
ἐξάρχοντες,
δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι νύμφῃ
τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι, Κύριε, λέγοντες εἰς τὴν
ἀνάπαυσίν
σου, σὺ καὶ
ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον
τερπνόν, ταύτην
κατεκόσμησας, καὶ
κατεκλήρωσας αὐτὴν τῇ πόλει
σου Δέσποτα,
nεριποιεῖσθαι καὶ
σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει
σου, ταῖς ἱκεσίαις αὐτῆς.
Εἰς τὸν
Στίχον, Στιχηρὰ
Προσόμοια.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
ΤΟ ΑΚΟΥΤΕ
Παλάτιον ἔμψυχον
Θεοῦ, μόνη ἐχρημάτισας, καὶ τὴν τιμίαν Ἐσθῆτά σου, οἴκῳ ἁγίῳ
σου, τεθησαυρισμένην, τοῖς πιστοῖς
ἁγίασμα, καὶ τεῖχος ἐδωρήσω ἀπόρθητον, δι' ἧς ἡ πόλις σου, Θεομῆτορ
διασῴζεται, ἀνυμνοῦσα, τὸ ἔνθεον
κράτος σου.
Στίχ.
Ἀνάστηθι Κύριε εἰς
τὴν ἀνάπαυσίν σου σὺ καὶ
ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
Ἐσθῆτα τιμίαν
σου τὸ σόν,
τίμιον καὶ ἅγιον, σῶμα σεμνὴ περιστείλασαν, δόξης
θησαύρισμα, ἐδωρήσω πᾶσι, καὶ πηγὴν πηγάζουσαν, τῆς χάριτος
ἀείζωα νάματα, ἧς ἑορτάζομεν, τὴν κατάθεσιν
τιμῶντές σε,
Θεοτόκε, τὴν
πάντας τιμήσασαν.
Στίχ.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ
λαοῦ.
Ὁ
οἶκός σου Δέσποινα τὸ
σόν, ἱερὸν μαφόριον, ὡς
θησαυρὸν ἁγιάσματος, φέρων
ἑκάστοτε, ἁγιάζει πάντας, ἡμᾶς τοὺς προστρέχοντας, καὶ σὲ χρεωστικῶς μακαρίζοντας, ἐν
τούτῳ ἔχοντας, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν, καὶ βεβαίαν, σκέπην καὶ κραταίωμα.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε
Θεοτόκε, Ἐσθῆτά σου τὴν
ἁγίαν, ἡ
Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα
σήμερον, καὶ
μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε
διάδημα τίμιον, καὶ στέφανε
τῆς θείας δόξης
αὐτοῦ· Χαῖρε ἡ μόνη
δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· Χαῖρε τῶν
εἰς σὲ προστρεχόντων, λιμὴν
καὶ προστασία, καὶ σωτηρία
ἡμῶν.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ
Ζώνην τοῦ ἀχράντου σου σώματος,
κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ
τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις
καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Τῆς σεπτῆς Ἐσθῆτός σου, τῇ καταθέσει, ἑορτάζει σήμερον ὁ
σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακραζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. (Δίς)
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν σεπτὴν
κατάθεσιν, τῆς
σῆς Ἐσθῆτος
ὦ σεμνή, καὶ
μετὰ πόθου κραυγάζει σοι· Χαῖρε Παρθένε, πιστῶν
ἡ βοήθεια. (Δίς)
Οἱ δύο
Κανόνες τῆς Ὑπεραγίας Θεοτόκου, ὧν ὁ παρὼν
φέρει Ἀκροστιχίδα τήν δε.
Ἐσθῆτα τιμῶ τῆς πανάγνου Παρθένου.
Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'
Τριστάτας κραταιοὺς
ΤΟ ΑΚΟΥΤΕ
Ἐσθῆτά σου
σεπτήν, Θεοτόκε
Παρθένε, τῷ
τιμῶντί σε λαῷ, δεδώρησαι ἀεί, ἱερὸν περιτείχισμα| ὅθεν πᾶσαν
ἐναντίων, ἐπανάστασιν πάντοτε, ἐκτρεπόμεθα σθένει τοῦ
Πνεύματος.
Σαρκὶ τοῦ δι' ἡμᾶς, ἐξ ἁγνῶν σου αἱμάτων, γνωρισθέντος ἐπὶ γῆς, Ἐσθῆτα ἱεράν, ἐπαφῇ καθηγίασας, σώματός σοῦ τε προσψαύσει, δι' ἧς πάντας τοὺς
δούλους σου, ἁγιάζεις Παρθένε ὑμνοῦντάς σε.
Θησαύρισμα σεπτόν, τοῖς πιστῶς
σε τιμῶσιν, ἐδωρήσω ἀγαθή, Παρθένε ἀληθῶς, τὴν τιμίαν
Ἐσθῆτά
σου, ἅπαντας καταπλουτοῦσα, δωρεαῖς θείου
Πνεύματος καὶ θαυμάτων πολλαῖς ἐπιδείξεσιν.
Ἡ
ἄσπιλος ἀμνὰς τὸν
ἀμνὸν ἡ
τεκοῦσα, τοῦ Θεοῦ ὑπερφυῶς δεδώρησαι ἡμῖν, τὴν τιμίαν Ἐσθῆτά σου, σπίλον
ὄντως καὶ ῥυτίδα, ἐκκαθαίρουσαν
πάντοτε, τῶν
αὐτήν προσκυνούντων Πανάμωμε.
Ἕτερος Κανὼν
Ἦχος ὁ αὐτὸς
Θαλάσσης τὸ ἐρυθραῖον
ΤΟ ΑΚΟΥΤΕ
Λαμπάδα, φωτοφανῆ καὶ ἄδυτον ὁ τῆς Πανάγνου ναός, ὡς οὐρανὸς
εὑράμενος φαιδρός, τὴν τιμίαν Ἐσθῆτα
αὐτῆς, τὴν οἰκουμένην
σήμερον, ταῖς
τῶν χαρίτων αἰθριάζει αὐγαῖς.
Ἰσχύν τε, καὶ ἀσφαλείας σύνδεσμον, τὴν
σὴν Πανάχραντε, Ἐσθῆτα θείαν
ὄντως ἀληθῶς, περιέχει ἡ πόλις σου, ὡς κράτος
ἀδιάσπαστον· διὸ καὶ χαίρει
καυχωμένη ἐν σοί.
Τῆς πάλαι, ὡς ἀληθῶς
ὑπέρτιμος, ἡ
σὴ σορὸς Κιβωτοῦ, Θεογεννῆτορ ὤφθη
τοῖς ἐν γῇ,
οὐ τὰ σύμβολα φέρουσα, ἀλλὰ πιστῶς φυλάττουσα, τῆς ἀληθείας τὰ γνωρίσματα.
ᾨδὴ γ'
Ὅτι στεῖρα ἔτεκεν
ΤΟ ΑΚΟΥΤΕ
Τὸ τερπνὸν ἁγίασμα, τὴν
ἐπουράνιον πύλην, τὴν τοῦ Θεοῦ Μητέρα
ὑμνήσωμεν, καὶ τὴν αὐτῆς Ἐσθῆτα
θεῖα βρύουσαν χαρίσματα, ἣν πόθῳ ἀσπασώμεθα.
Ἀφθαρσίας ἔνδυμα, τοὺς τῇ φθορᾷ γυμνωθέντας, σοῦ τῷ ἀφθόρῳ τόκῳ, πάντας ἐνέδυσας
Σεμνή, οἷς τὴν σεπτὴν Ἐσθῆτά σου, δεδώρησαι ὄλβον ἀναφαίρετον.
Τὸν νεφέλαις, Ἄχραντε, προσεπενδύοντα ὅλον, τὸν Οὐρανὸν Ἐσθῆτί σου, περιέστειλας
σεπτῇ, ἣν προσκυνοῦντες, πίστει σε δοξάζομεν, σκέπη τῶν
ψυχῶν ἡμῶν.
Ἰατρεῖον ἄμισθον, τοῖς ἀσθενοῦσιν ὑπάρχει, ὁ θεῖος οὗτος
οἶκος· τὴν γὰρ Ἐσθῆτά σου ἁγνή,
πηγὴν ἀπαύστως βρύουσαν, ἰάματα
κέκτηται Πανάμωμε.
Ἕτερος
Εὐφραίνεται ἐπὶ σοὶ
ΤΟ ΑΚΟΥΤΕ
Τιμήσωμεν οἱ πιστοί,
ὡς συναφείας πρὸς
Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον, Ἐσθῆτα πιστῶς
εὐλαβούμενοι.
Ἰάματα τοῖς πιστοῖς, ἡ πολυτίμητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου
ἁγνῆς, Ἐσθὴς ἀναβρύει
ἐν χάριτι.
Ὡς δρόσος ἑωθινή, ἡ εὐφροσύνη
σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ ἀνυμνούντων κομίζει ἀεί.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐυφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς
Κύριε, καὶ καταφυγή, καὶ στερέωμα».
Κάθισμα Ἦχος δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ
ΤΟ ΑΚΟΥΤΕ
Οἱ τῶν θαυμάτων
ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου
σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ
πρόσωπον τῆς γῆς, χάριτας
προχέοντες, τοῖς
πιστῶς σε τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ
μόνη, ἐλπὶς τῶν ὑμνούντων σε.
ᾨδὴ δ'
Δι' ἀγάπησιν οἰκτίρμον
ΤΟ ΑΚΟΥΤΕ
Μεγαλύνωμεν τὴν μόνην
εὐλογημένην,
καὶ τὴν αὐτῆς Ἐσθῆτα, προσπτυξώμεθα
πίστει, ὅπως ἀρυσώμεθα τὴν
χάριν τοῦ Πνεύματος.
Ὡς πολύτιμον θησαύρισμα
κεκτημένη, ἡ σὲ τιμῶσα πόλις, τὴν Ἐσθῆτά σου Κόρη, πίστει κατασπάζεται, καὶ χάριν
κομίζεται.
Τὴν Ἐσθῆτά σου, ὡς βρύουσαν
ἀφθαρσίαν, καταστολήν τε δόξης, χρηματίζουσαν πᾶσι, τοῖς ὑμνολογοῦσί σε, τιμῶμεν Πανάμωμε.
Ἡ
Πανάμωμος
καὶ μόνη ἁγιωτέρα, τῶν Χερουβὶμ φανεῖσα, τὰς ψυχὰς ἡμῶν σῶσον, πάσης περιστάσεως,
τῶν πίστει τιμώντων σε.
Ἕτερος
Ἐπαρθέντα σε ἰδοῦσα
ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὑπέρτιμον
στερέωμα Θεοτόκε, ὁ ποιητὴς καὶ
κτίστης σε πηξάμενος, ὥσπερ, ἄστροις κατεκόσμησε, ταῖς
θείαις ἐλλάμψεσιν, αἷς καταφαιδρύνεις
τὰ πέρατα.
Ἀπὸ γῆς
ἡμᾶς ἀνέλκει Θεογεννῆτορ,
πρὸς οὐρανὸν ἡ θεία, Ἐσθής σου τῷ
πόθῳ σεμνή, ταύτης ἀναφθέντας θερμῶς· διὸ σε δοξάζομεν, ὡς
αἰτίαν δόξης
τῆς κρείττονος.
Ἰδοὺ χάρις
ἀνεξάντλητος, δεῦτε πάντες, εἰλικρινεῖ καρδίᾳ, ἀρύσασθε θείᾳ, νάματα πηγάζοντα, ἀφθόνως
φιλέορτοι, τῆς
σεπτῆς σοροῦ τῆς πανάγνου Μητρός.
ᾨδὴ ε'
Σὺ Κύριέ μου
φῶς
ΤΟ ΑΚΟΥΤΕ
Σὺ Δέσποινα
ἡμῖν, τοῖς σοῖς δούλοις
δεδώρησαι, κραταίωμα
τὴν Ἐσθῆτα, καὶ τιμίαν
σου Ζώνην, καὶ
θεῖον περιτείχισμα.
Παράδεισος τερπνός, εὐωδίαν τοῦ Πνεύματος, πανάχραντε
ἀποπέμπων, ὁ
ναὸς ὁ κατέχων, τὴν σὴν Ἐσθῆτα
δέδεικται.
Ἁγίασον ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν
πίστει σου τὴν ἁγίαν, Παναγία Ἐσθῆτα, τιμώντων ὡς
ὑπέρτιμον.
Ναοὺς ἡμᾶς
Θεοῦ, τοῦ ἐν σοὶ ἐνοικήσαντος, ἀνάδειξον Θεοτόκε, τοὺς τῷ θείῳ ναῷ σου,
πιστῶς σε μακαρίζοντας.
Ἕτερος
Ὁ
αὐτὸς
Εἱρμὸς
Σύ, Κύριε τὴν
σήν, Μητέρα
ἐμεγάλυνας,
σὺ ὕψωσας ὑπὲρ πάσας νοερὰς
ἐξουσίας, ἀσυγκρίτως τὴν δόξαν
αὐτῆς.
Ἡ
χάρις
τοῦ Θεοῦ νῦν
ἀφθόνως παρέχεται, πανάχραντε Θεοτόκε, ἐκ τιμίας σοροῦ
σου, τοῖς πόθῳ προσκυνοῦσί σε.
Σὲ δύναμιν πιστοί,
Βασιλεῖς περιζώννυνται, σὲ σύνδεσμον
Θεοτόκε, ἡ σὴ ἔχουσα πόλις, Ἐσθῆτί σου
σεμνύνεται.
ᾨδὴ ς'
Ἐβόησε, προτυπῶν
ΤΟ ΑΚΟΥΤΕ
Ἀνέδειξας, τῇ πασῶν Βασιλίδι
τῶν πόλεων,
ἡ τεκοῦσα, Βασιλέα τῶν ὅλων
καὶ Κύριον,
ἀρραγὲς ὡς τεῖχος, τὴν σεπτὴν καὶ ἁγίαν
Ἐσθῆτά
σου.
Γηθόμενοι, τῆς
Παρθένου τὴν χάριν δοξάσωμεν, καὶ τὴν ταύτης, παναγίαν Ἐσθῆτα τιμήσωμεν, ἐξ
ἧς πᾶσα ῥῶσις, ἀσθενοῦσιν ἀπαύστως προέρχεται.
Ναμάτων σε, ζωηρύτων
πηγὴν ἐπιστάμεθα, Θεοτόκε, καὶ τιμῶμεν τὴν
θείαν Ἐσθῆτά σου, ἐξ ἧς
τὰς ἰάσεις, καθ' ἑκάστην
πιστοὶ ἀρυόμεθα.
Ὁ
Κύριος, μετὰ σοῦ Θεοτόκε γενόμενος, τῶν ἀνθρώπων, ἑαυτῷ τὴν
οὐσίαν ᾠκείωσε, καὶ τοῦ ἀλλοτρίου,
ἐξ αὐτῆς πᾶσαν βλάβην ἐξώρισεν.
Ἕτερος
Θύσω σοι, μετὰ φωνῆς
ΤΟ ΑΚΟΥΤΕ
Ὅλην σε, ὑπερφυῶς
ἐδόξασε Κύριος, ὅλην ἐλάμπρυνε
Κόρη, ὅλην σε ἐτίμησεν ὑπὲρ λόγον, Θεοτόκε, τῷ ναῷ σου, σὺν
τῇ Ζώνῃ,
Ἐσθῆτι καὶ θείᾳ Σορῷ.
Ἰσχὺν σε, οἱ πιστοὶ κεκτημένοι
καὶ καύχημα,
περιζωννύονται δόξαν, τὴν σεπτήν
σου Ζώνην Θεοκυῆτορ, κατέχοντες, ὡς
ὑπέρλαμπρον κόσμον καὶ τίμιον.
Ἰδεῖν σου, Θεοτόκε τὴν δόξαν
τὴν ἄφατον,
πάλαι ὠδίνησαν θείως, οἱ Προφῆται πάντες, ἀλλ' ἐπ' ἐσχάτων, ἡμῖν
ὤφθη, τῶν
ἡμερῶν ὁ
χρόνων ἐπέκεινα.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ
Ἐκκλησία βοᾷ σοι·
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς
σου ῥεύσαντι αἵματι».
Κοντάκιον Ἦχος δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ
ΤΟ ΑΚΟΥΤΕ
Περιβολὴν πᾶσι πιστοῖς
ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ' ἧς τὸ ἱερόν, σῶμά σου
ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ,
καὶ ἐκβοῶντες
κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Ὁ
Οἶκος
Τὴν καθαρὰν καὶ
ἀληθῆ σκηνὴν
τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον
νεφέλην, καὶ
στάμνον τὴν τοῦ Μάννα, τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ
τόκου αὐτῆς ἐν πίστει
μακαρίσωμεν, καὶ
τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην
περισχοῦσα, ὡς βρέφος ἐβάστασε
φορέσαντα σάρκα, δι' ἧσπερ τῶν
βροτῶν ἡ φύσις
ἐπήρθη πρὸς
μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμην
ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ
σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν
Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ
μεγάλου, καὶ Βηρίνης τῆς
αὐτοῦ γυναικός.
Στίχοι
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.
Ἐσθὴς δὲ Μητρὸς
χριστοφρουρήτῳ πόλει.
Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη
τῆς Ἀθλήσεως
τοῦ Μάρτυρος Κοΐντου, καὶ μνήμη
τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ἀβραμιαῖοι ποτὲ
ΤΟ ΑΚΟΥΤΕ
Ὑψηλοτάτῳ νοΐ,
καὶ ταπεινῇ καρδίᾳ,
τοῦ Βασιλέως ὑψηλότατον, τὸν θρόνον δοξάσωμεν, τὴν παναγίαν
Κόρην, καὶ κεχαριτωμένην.
Παστὰς Θεοῦ ἐκλεκτή, ἐν τῇ σεπτῇ σου ταύτῃ,
παστάδι πίστει τὴν Ἐσθῆτά σου, κειμένην
σεβόμεθα, ὡς κιβωτὸν ἁγίαν, καὶ εὐσεβούντων σκέπην.
Ἀνακαινίζεται πᾶς, ὁ προσιὼν ἐν
πίστει, καὶ
τὴν ἁγίαν ἀσπαζόμενος, σορὸν τὴν
κατέχουσαν, τὴν
σὴν ἁγνὴ
Παρθένε, φωτοειδῆ Ἐσθῆτα.
Ῥύπου παντὸς ψυχικοῦ, καθαρτικὴ ὑπάρχει, ἡ σὴ
Παρθένε παναμώμητε, σορὸς ἡ καλύπτουσα, τὴν
τὸ σεπτόν σου σῶμα, καλύψασαν
Ἐσθῆτα.
Θεογεννῆτορ ἁγνή, τὴν σὲ τιμῶσαν
πόλιν, λιμοῦ
σεισμοῦ τε καὶ κακώσεως, ἁπάσης
περίσῳζε, καὶ ἐθνικῆς ἐφόδου, καὶ ἐναντιας
βλάβης.
Ἕτερος
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
ΤΟ ΑΚΟΥΤΕ
Σὺ ὡς ἥλιος, δικαιοσύνης μόνος
ὢν Ἀγαθέ,
θείως τὸν ναὸν ἐφαίδρυνας
τῆς Σεμνῆς,
τοῖς ποικίλοις σου
χαρίσμασιν, ἐν ᾗ ἀνίσχουσα,
τὰς ἀκτῖνας ἐκπέμπει
Ἐσθῆτος αὐτῆς.
Ὑπερβλύζουσιν, οἱ τῶν θαυμάτων
θεῖοι Πάναγνε, χάριν ἀληθῶς κρατῆρές
σου τοῖς πιστοῖς, καὶ ἀφθόνως
τοῖς τιμῶσί
σε, τῆς σοροῦ προχέονται, ὡς
ἐξ ἄλλης Ἐδέμ νοητοὶ ποταμοί.
Νῦν προσέλθετε, μέτ' εὐφροσύνης πάντες οἱ
ἐπὶ γῆς, δεῦτε, ἡ σορὸς προτρέπεται μυστικῶς, τῆς Κυρίας περιπτύξασθε,
τὴν ὑπερένδοξον, ἐν ἐμοὶ θησαυρισθεῖσαν ζώνην αὐτῆς.
ᾨδὴ η'
Λυτρωτὰ τοῦ παντὸς
ΤΟ ΑΚΟΥΤΕ
Εὐχαρίστοις φωναῖς
ἀνυμνοῦμέν
σε, τὴν παντοίων
καλῶν ἡμῖν
πρόξενον, καὶ
τὴν σεπτὴν Ἐσθῆτά σου, ἀσπαζόμεθα Κόρη
ἀναβοῶντες· Εὐλογεῖτε τὰ
ἔργα τὸν Κύριον.
Νοητὸν ὡς λαμπάδιον
ἔχοντες, ἐν λυχνίᾳ τραπέζῃ
προκείμενον, τὸ ἱερὸν μαφόριον, τῆς πανάγνου
Παρθένου, τὰς
τῆς καρδίας,
φωτιζόμεθα κόρας ἑκάστοτε.
Οὐδαμῶς ἀμοιροῦντας κατέλιπες, ἱεράς σου Παρθένε προσψαύσεως· τοὺς ἀναξίους δούλους σου ἀντὶ σώματος γάρ
σου τοῦ ζωηφόρου, τὴν Ἐσθῆτά σου πᾶσι
δεδώρησαι.
Ὑμνῳδίαις
ἐνθέοις τιμήσωμεν, τοῦ Θεοῦ τὸ εὐρύχωρον
σκήνωμα, τὴν
ἐν μητράσι Πάναγνον, τὴν
οὐράνιον πύλην, δι' ἧς ἐκλείσθη, ἡ πρὸς
θάνατον πύλη ἀπάγουσα.
Ἕτερος
Χεῖρας ἐκπετάσας
Δανιὴλ
ΤΟ ΑΚΟΥΤΕ
Ἄγγελοι πανάχραντε Ἁγνή, νῦν
συγχορεύουσιν, ἐν τῷ σεπτῷ σου ναῷ,
καὶ περιέπουσι Δέσποινα, τὴν
τιμίαν καὶ ἁγίαν σου, Ἐσθῆτα
πόθῳ καὶ
χαρᾷ, καὶ εὐφροσύνῃ πολλῇ προσκυνοῦντες, καὶ ἀνυμνοῦντες τὴν δόξαν τοῦ
γένους ἡμῶν.
Ῥάβδος ἡ τὸ ἄνθος
τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος ἄχραντε, μυροθήκη
ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν
ἀγαθῶν, τῶν ἀρωμάτων
πηγή, ἐξ ἧς μύρα τῶν ἰαμάτων, ἐκβλύζει
ἡ θεία σορός.
Ὑμνοῦσι πανάχραντε
Ἁγνή, τὰ
μεγαλεῖά σου, αἱ νοεραὶ στρατιαὶ
ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, καὶ Ἀποστόλων ὁ χορός, Μαρτύρων πλήρωμα, καὶ Ὁσίων ἄπαν
τὸ πλῆθος μεθ' ὧν προσκυνοῦμέν
σε.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν
λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες·
Εὐλογεῖτε πάντα
τὰ ἔργα, Κυρίου τὸν Κύριον».
ᾨδὴ θ'
Εὔα μὲν τῷ τῆς παρακοῆς
ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ σε τὴν
κλίνην Σολομών, γεραίρομεν, χαρμοσύνοις μελῳδήμασι·
καὶ τὴν τιμίαν
σου, Ἐσθῆτα,
ὡς ἄλλην κιβωτὸν
ἁγιάσματος,
κυκλοῦντες τὰς ἰάσεις λαμβάνομεν, τὰς σωτηρίους
Ἀειπάρθενε.
Ὤφθη νῦν ἡ θεία σου σορός, κατέχουσα, τὴν
Ἐσθῆτα τὴν
τιμίαν σου, ὥσπερ πηγὴ φωτὸς Παρθένε, ἀκτῖνας ἰαμάτων ἐκπέμπουσα, καὶ σκότος
νοσημάτων διώκουσα, ἥν μετὰ πόθου
ἀσπαζόμεθα.
Σήμερον συγχαίρουσιν ἡμῖν, πανάμωμε, προσκυνήσει
τῆς Ἐσθῆτός σου, πᾶσαι
οὐράνιαι Δυνάμεις, Ἀπόστολοι, Προφῆται καὶ Μάρτυρες, καὶ Ὅσιοι
καὶ Δίκαιοι ἅπαντες, Δέσποινα
μόνη ἀειπάρθενε.
Ἡγίασται ἅπασα
ἡ γῆ, πανάγιον, τοῦ Δεσπότου
καταγώγιον, τῇ
καταθέσει τῆς Ἐσθῆτος τῆς
σῆς, καὶ ὁ
Δαυΐδ ἐπαγάλλεται, τῆς πάλαι
κιβωτοῦ προτυπούσης σε, τῇ καταπαύσει
Ἀειπάρθενε.
Φαιδρὸν περιβόλαιον τὸ
σόν, μαφόριον, ἐδωρήσω καὶ
προτείχισμα, τῇ σὲ τιμώσῃ Βασιλίδι, τῶν πόλεων πασῶν
ὡς Βασίλισσα, ἁπάντων ποιημάτων
τυγχάνουσα, Θεοκυῆτορ
Μητροπάρθενε.
Ἕτερος
Λίθος ἀχειρότμητος
ὄρους
ΤΟ ΑΚΟΥΤΕ
Θάλαμος ὑπέρτιμος
οὗτος, Θεογεννῆτορ
ἡ σορός σου,
ὤφθη τὴν τιμίαν
σου Ζώνην, καὶ
τὴν Ἐσθῆτα παρθενικήν, ὡς
στολήν, καὶ
νυμφικὴν ὡς ἔχουσα, καὶ συντηροῦσα ὡς ζωῆς
θησαυρόν.
Ναὸν ἐκμιμούμενον
πᾶσαν, τῶν
οὐρανῶν τὴν
εὐκοσμίαν, σήμερον πιστοὶ τῆς
Παρθένου, κατειληφότες ταῖς τῶν
θαυμάτων αὐγαῖς, ὥσπερ ἀστράσι λάμπουσι, καταυγαζόμεθα τῇ χάριτι.
Ἔχει τὴν ἁγίαν σου Ζώνην, Θεογεννῆτορ ἡ σὴ πόλις, καὶ τὴν σὴν Ἐσθῆτα ὡς τεῖχος, καὶ τῶν δογμάτων θείαν ἑνότητα, καὶ ὀρθοδόξων καύχημα, καὶ Βασιλέων τροπαιούχημα.
Ὑμνοῦμεν τὴν
ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστόν
σου χάριν· σὺ γὰρ εἶ πηγὴ τῆς σοφίας, ἐξ
ἧς ὁ λόγος, πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν, Ἄχραντε, καὶ μεγαλύνουσι τὸν
τόκον σου.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ
ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος
ἐτμήθη, Χριστὸς συνάψας τὰς
διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε
μεγαλύνομεν».
Ἐξαποστειλάριον
Φῶς ἀναλλοίωτον
Λόγε
ΤΟ ΑΚΟΥΤΕ
Μόνη καὶ φύσιν
καὶ χρόνον,
ἐκαίνισας Θεομῆτορ·
ἄφθορος γάρ σου ὁ τόκος, ἄφθαρτος
καὶ ἡ Ἐσθής, δι' ἧς τὴν
πόλιν σου σκέπεις, ᾗ καὶ τὰ σκῆπτρα, τῆς
εὐσεβείας κρατύνεις. (Δίς)
Εἰς τοὺς
Αἴνους, ἱστῶμεν
Στίχους δ' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ', δευτεροῦντες
τὸ α'.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
ΤΟ ΑΚΟΥΤΕ
Ἡ
σορὸς
ἡ κατέχουσα,
τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις
σου ἁγιάσματος, καὶ ἱερὸν
περιτείχισμα, καὶ
δόξα καὶ καύχημα, καὶ ἰάσεων
πηγή, καθ' ἑκάστην γνωρίζεται,
ἔνθα σήμερον, ἱερῶς ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ
πέλαγος. (Δίς)
Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ
τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς
τιμία τῇ χάριτι. Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ, Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι
τῷ τόκῳ
σου.
Τὴν ἁγίαν
κατάθεσιν, τῆς
Ἐσθῆτός
σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι
τῇ πόλει σου σήμερον, δοθῆναι
ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Φρένα καθάραντες
καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις, καὶ ἡμεῖς πανηγυρίσωμεν,
φαιδρῶς ἐξάρχοντες, δαυιτικὴν
μελῳδίαν, τῇ νεάνιδι Νύμφῃ τοῦ Βασιλέως
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι Κύριε, λέγοντες, εἰς
τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός
σου· ὡς γὰρ παλάτιον τερπνὸν ταύτην
κατεκόσμησας, καὶ
κατεκλήρωσας αὐτὴν τῇ πόλει
σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις
αὐτῆς.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ
ἐκ τοῦ Κανόνος
ἡ γ' καὶ ς' ᾨδή.
Κοινωνικὸν
Ποτήριον σωτηρίου
λήψομαι, καὶ
τὸ ὄνομα Κυρίου
ἐπικαλέσομαι. Ἀλληλούϊα.