Τῌ
Α' ΤΟΥ
ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τῶν Ἁγίων ἑπτὰ
Μαρτύρων τῶν Μακκαβαίων, καὶ τοῦ διδασκάλου
αὐτῶν Ἐλεαζάρου, καὶ τῆς μητρὸς αὐτῶν
Σολομονῆς, καὶ ἡ Πρόοδος τοῦ τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς το, Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια τοῦ τιμίου Σταυροῦ γ' καὶ τῶν Ἁγίων
γ'.
Ὡς γενναῖον ἐν Μάρτυσι
ΤΟ ΑΚΟΥΤΕ
Ὡς
κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν
Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ
κοιμίζει, παθήματα, καὶ παύει νοσήματα, καὶ
παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας,
ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν
θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον,
καὶ προσκυνοῦσι καὶ σέβουσιν.
Οἱ
τοῦ βίου τοῖς κύμασι, θαλαττεύοντες ἄνθρωποι,
παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα
σωτήριον, τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν
πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ
πνεύματα, καὶ ῥαγήσεται πάθη, καὶ πρὸς
ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς καταντήσομεν.
Ὑπὲρ
ἥλιον ἔλαμψεν, ὁ Σταυρὸς ὁ πανάγιος, ὡς
ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας
ἰάματα· προσέλθωμεν ἄνθρωποι, οἱ τῷ σκότει τῶν δεινῶν, συνεχόμενοι
πάντοτε, καὶ ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων,
τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν
μεγαλύνοντες.
Στιχηρὰ τῶν Ἁγίων
Πανεύφημοι Μάρτυρες
ΤΟ ΑΚΟΥΤΕ
Τοῦ νόμου τὸν ὄροφον ἑπτά,
στύλοις ἐπαιρόμενον, ἡ τυραννὶς οὐ κατέσεισε·
τὴν γὰρ ἀλόγιστον, τοῦ διώκτου λύσσαν,
ἀνδρικῶς ὑπέμειναν, τὸ σῶμα παραδόντες
τοῖς τέμνουσιν, οἱ εὐγενέστατοι, νεανίαι καὶ
ὁμαίμονες, τῶν Μωσέως, θεσπισμάτων φύλακες.
Ὑπὲρ
τὰ ὁρώμενα τὸν νοῦν, ὄντως ἀνυψώσαντες,
μέλη σαρκὸς κατετέμνοντο, οἱ εὐσεβέστατοι,
καὶ γενναῖοι Παῖδες, σὺν μητρὶ θεόφρονι,
μεγίσταις ἐν ἐλπίσι νευρούμενοι, ὧν νῦν
ἐπέτυχον, Ἀβραὰμ ἀναπαυσάμενοι, ἐν τοῖς
κόλποις, τοῦ αὐτῶν προπάτορος.
Ψυχῆς
ἐν νεότητι στερρῶς, ἑαυτοὺς ὁπλίσαντες,
καὶ τὸν θυμὸν ὥσπερ θήξαντες, πρὸς τὸν
ἀντίπαλον, σταθερῶς ἐχώρουν, εὐσεβείας
ἕνεκα, καὶ νόμου τοῦ πατρῴου τηρήσεως, ὁ
ἱερώτατος, Ἐλεάζαρ καὶ οἱ πάνσοφοι,
νεανίαι, σὺν μητρὶ θεόφρονι.
Δόξα... Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
Οἱ
Ἅγιοι Μακκαβαῖοι τῷ τυράννῳ ἔλεγον·
Ἡμῖν ὦ Ἀντίοχε, εἷς Βασιλεὺς ὁ
Θεός, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπιστρέφομεν.
Κόσμος μένει ἄλλος ἡμῖν, τοῦ
ὀρωμένου ὑψηλότερος καὶ μονιμώτερος, πατρὶς
δὲ ἡμῶν Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ
ἀνώλεθρος, πανήγυρις δέ, ἡ μετὰ Ἀγγέλων
διαγωγή, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον
καὶ σῶσον ἡμᾶς.
Καὶ νῦν... ὁ αὐτὸς
Ὅνπερ
πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν
Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ
ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν,
προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ
ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν
ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν
αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν
τῷ Λῃστῇ τῆς
βασιλείας σου ἀξίωσον ἡμᾶς.
Εἰς τὸν Στίχον Στιχηρὰ
Προσόμοια τοῦ Σταυροῦ.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Τῇ τοῦ Σταυροῦ προελεύσει, δεῦτε
φιλέορτοι, τὴν ἑορτὴν ποιοῦντες, φαιδρυνθῶμεν
βοῶντες, ἐν πίστει ἀδιστάκτῳ, Σταυρὲ
τοῦ Χριστοῦ, ἡμᾶς ἁγίασον χάριτι, τοῦ
ἐπὶ σὲ ὑψωθέντος, καὶ ἐξελοῦ, πάσης
βλάβης τῇ δυνάμει σου.
Στίχ.
Ὑψοῦτε
Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε
τῷ ὑποποδίῳ
τῶν ποδῶν αὐτοῦ.
Τὰς οὐρανίους πορείας, Σταυρὸς
ὁ τίμιος, ἐξευτρεπίζει πᾶσι, τοῖς αὐτὸν
προσκυνοῦσιν, ἐν φόβῳ καὶ ἀγάπῃ
καὶ τοῖς χοροῖς, τῶν ἀΰλων Δυνάμεων, ὃς
ἐν αὐτῷ προσηλώθῃ συναριθμεῖ, τοὺς ἐκ
πόθου ἀνυμνοῦντας αὐτόν.
Στίχ.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν
πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ
τῆς γῆς.
Οἱ προσκυνοῦντες ἐν πίστει, Σταυρὸν
τὸν τίμιον, τὸν ἐν αὐτῷ παγέντα,
προσκυνοῦμεν Δεσπότην, οὗ τῇ ἐπινεύσει χείλη
ὁμοῦ, καὶ ψυχὰς ἁγνιζόμεθα, καὶ ταῖς
ἐλλάμψεσι τούτου ταῖς νοηταῖς, φαιδρυνόμεθα
αἰνοῦντες αὐτόν.
Δόξα... Ἦχος πλ. δ'
Κοσμᾶ Μοναχοῦ
Ψυχαὶ δικαίων ἐν χειρὶ Κυρίου,
καθάπερ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ,
οἱ πρὸ νόμου προπάτορες, καὶ Μακκαβαίων πρόγονοι,
τῶν νῦν εὐφημουμένων παρ' ἡμῶν. Οὗτοι γὰρ οἱ καρτερόψυχοι, Ἀβραμιαῖοι
ὑπάρχοντες, τὴν πίστιν ἐζήλωσαν, τοῦ ἑαυτῶν
προπάτορος Ἀβραάμ, καὶ μέχρι θανάτου ἠγωνίσαντο
δι' εὐσέβειαν· εὐσεβῶς γὰρ συντραφέντες,
καὶ ἐννόμως συναθλήσαντες, τὴν ἀσέβειαν
διήλεγξαν τοῦ ἐπαράτου Ἀντιόχου, καὶ
μηδὲν προτιμήσαντες τῶν τῆς παρούσης ζωῆς,
διὰ τὴν αἰώνιον, πάντα Θεῷ ἀνέθεντο,
ψυχήν, ἀνδρείαν, αἴσθησιν, σῶμα ἁπαλόν,
καὶ ἀμοιβὰς τῶν ἁγνείᾳ τεθραμμένων.
Ὢ ῥίζης εὐσεβοῦς! ἐξ ἧς ὑμεῖς
ἐβλαστήσατε Μακκαβαῖοι, Ὢ μητρὸς ἁγίας!
τῆς τετοκυῖας τὸν ἰσάριθμον
τῆς ἑβδομάδος ἀριθμόν. Ἀλλ' ἱκετεύομεν
ὑμᾶς Μακκαβαῖοι, σὺν τῇ μητρὶ ὑμῶν
Σολομονῇ, καὶ τῷ σοφῷ
ἱερεῖ Ἐλεαζάρῳ, ὡς παριστάμενοι Χριστῷ
τῷ Θεῷ, δι' ὃν κεκοπιάκατε,
τοὺς πόνους τῶν καρπῶν ὑμῶν ἀπολαύοντες,
ἐκτενῆ ἱκεσίαν ποιήσατε ὑπὲρ τῆς
ἀνθρωπότητος· ποιεῖ γὰρ ὅσα βούλεται,
καὶ πληροῖ τὰ θελήματα ὑμῶν, τῶν
φοβουμένων αὐτόν.
Καὶ νῦν... Ὁ αὐτὸς
Ἡ
φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεός, πεπλήρωται
ἡ λέγουσα. Ὄψεσθε τὴν ζωὴν ὑμῶν
κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν.
Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος
ἐκ πλάνης ἐλευθεροῦται. Σήμερον
τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται,
καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν
κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα.
Εἰργάσω σωτηρίαν ἐν μέσῳ
τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν,
δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε,
Παντοδύναμε, Κύριε δόξα σοι.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος α'
ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἀλγηδόνας τῶν Ἁγίων,
ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε,
καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι
φιλάνθρωπε δεόμεθα.
Τοῦ Σταυροῦ Ἦχος ὁ αὐτὸς
Σῶσον Κύριε τὸν λαόν σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς
Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ
σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ἡ
φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα
μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον,
προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς
προστρέχουσι, μέτ' εὐλαβείας καὶ πόθου, καὶ
δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν
τὸν φιλάνθρωπον.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Εὐφροσύνης πρόξενος, τῇ νῦν
ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος·
καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ καὶ
τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ
πίστεως.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Οἱ Κανόνες τοῦ Σταυροῦ,
καὶ τῶν Ἁγίων.
Ὁ Κανὼν τοῦ Σταυροῦ, οὗ
ἡ Ἀκροστιχίς.
Τὸ προσκυνητὸν πάντες ὑμνοῦμεν
Ξύλον.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ
ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοῦ Κυρίου ζωηφόρον σήμερον,
Σταυρὸν νοῒ καθαρῷ, καὶ εὐσεβεῖ γνώμῃ,
πάντες προσκυνήσωμεν· πρόκειται γὰρ δωρούμενος,
τοῖς αὐτῷ προσιοῦσιν, ἁγιασμὸν καὶ
σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.
Ὁ
ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος,
φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν
καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν
καὶ ἄφεσιν, αἴνεσιν Κυρίῳ προσάγοντες.
Πρόκειται ξένον τοῖς ὁρῶσι
θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ
βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα,
καὶ νοσήματα λύει, καὶ τὰ φρονήματα ῥώννυσι,
τῶν εἰλικρινῶς προσκυνούντων αὐτόν.
Ῥάβδος
ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν
τέμνουσα, δι' οὗ ἡμεῖς πίστει, ἀποντίστως
πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ
ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν,
καὶ θείας γαλήνης πληρούμεθα.
Ἢ Σταυροθεοτοκίον
Ὅτε
σε τέκνον ἀπορρήτως ἔτεκον, ὠδῖνας ἔφυγον,
καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ
γὰρ σε κρεμάμενον, ὡς κακοῦργον ἐν ξύλῳ,
τὴν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ
Πάναγνος κλαίουσα.
Ὁ Κανὼν τῶν Ἁγίων
Ἀνδρέου Κρήτης.
ᾨδὴ α' Ἦχος α'
ᾨδὴν ἐπινίκιον
ΤΟ ΑΚΟΥΤΕ
Μωσέως τὰ δόγματα, πάνσοφοι Παῖδες,
νομίμως φυλάξαντες, καὶ Χριστοῦ τὸν θάνατον,
ζηλώσαντες εὐσεβῶς, πρεσβεύσατε ἀεί, σωθῆναι
πάντας ἡμᾶς.
Τὶς
εἶδε, τὶς ἤκουσεν, οἵους ἀγῶνας, στερρῶς
ἐπεδείξαντο, οἱ τοῦ νόμου φύλακες, οἱ
Σολομονῆς υἱοί, ἀθλήσαντες μιᾷ ψυχῇ, ἑνὶ
φρονήματι;
Ἀλλήλους
ὀτρύνοντες, οὕτως ἐβόων· Νομίμως ἀθλήσωμεν,
καὶ προθύμως θάνωμεν, ὑπὲρ πατρῴων ἐθῶν,
οἱ Σολομονῆς τῆς σεπτῆς, Ἅγιοι Παῖδες ἑπτά.
ᾘσχύνθη
ὁ τύραννος, στῶμεν ἀνδρείως, ἠσθένησαν
βάσανοι, ὁ Βελίαρ ἥττηται, τὸ πῦρ ἐσβέσθη
λοιπόν· μηδεὶς οὖν ἔξω ἀδελφοί, στήτω
τοῦ σκάμματος.
Ἡμῖν
ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων, ἐθῶν ὁ
ἀγὼν ἐστιν (οἱ Παῖδες ἔκραζον ἐν τῷ
σταδίῳ γυμνοί), ὑπὲρ ὧν μᾶλλον τὸ
θανεῖν, τοῦ ζῆν προκρίνομεν.
Τὰς
σάρκας τοῖς ὄνυξιν, ἐν τῷ σταδίῳ ξεόμενοι, ἔκραζον
οἱ τοῦ νόμου φύλακες. Ἡμῖν ὦ Ἀντίοχε,
γλυκεῖς οἱ πόνοι καὶ τὸ πῦρ, διὰ τὴν
πάντων ζωήν.
Δόξα...
Τριάδα δοξάσωμεν, τὴν ἐν Μονάδι
οὐσίαν ἀΐδιον, συμφυῆ καὶ σύνθρονον,
καὶ ὁμοδύναμον, Πατέρα ἄναρχον Υἱόν,
καὶ Πνεῦμα Ἅγιον.
Καὶ νῦν... Θεοτοκίον
Τὸν βότρυν τὸν πέπειρον, ἐν
τῇ γαστρί, σου ἀφράστως βλάστήσασα, ζωηφόρος
ἄμπελος, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐδείχθης
Μήτηρ Θεοῦ, πάντας εὐφραίνουσα.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Σταυρὸν
χαράξας Μωσής, ἐπ' εὐθείας ῥάβδῳ,
τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν
δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας
ἥνωσεν, ἐπ' εὔρους διαγράψας τὸ ἀήττητον
ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι
δεδόξασται».
Τοῦ Σταυροῦ
ᾨδὴ γ'
Ὁ στερεώσας
ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸς ἁπάντων τῶν καλῶν,
παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ
κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι,
τοῦ ἐν αὐτῷ βουλήσει, ἀνυψωθέντος Θεοῦ
ἡμῶν.
Καταυγαζόμενοι φωτί, τῶν τοῦ
Σταυροῦ λαμπηδόνων, ὁλικῶς οἱ ἐν αὐτῷ
πεποιθότες, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν
καὶ κράξωμεν, ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε
Κύριε, δόξα σοι.
Ὑμνολογοῦμέν
σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι
τὴν σὴν δυναστείαν. Ἐξελοῦ ἡμᾶς ἐχθροῦ,
παγίδων καὶ κυβέρνησον, πρὸς ὅρμον ἡμᾶς
πάντας, τῆς σωτηρίας ὑμνοῦντάς σε.
Ἢ Σταυροθεοτοκίον
Νενεκρωμένην
τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ
φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο
ἡ σεμνή, Παρθένος ἀνακράζουσα· Οἴμοι!
Υἱέ μου τὶ σοι, δῆμος ἀνόμων πεποίηκεν;
Τῶν Ἁγίων
Λίθον ὃν ἀπεδοκίμασαν
ΤΟ ΑΚΟΥΤΕ
Παῖδες ἱερῶς βλαστήσαντες, καὶ
συναυξηθέντες, πάντες κατὰ νόμον, παιδαγωγηθέντες
ὑπὸ Ἐλεαζάρου, νομίμως ἠθλήσατε, καὶ
Ἀντιόχου τὰς βουλάς, πάσας εἰς γῆν
κατεπατήσατε.
Σπεῦδε ἀνεβόων τύραννε, οἱ Ἀβραμιαῖοι,
ποίει ἅπερ θέλεις, καὶ ὀργίζου πλέον,
ἡμεῖς τοῖς δόγμασί σου, οὐδόλως πειθόμενοι,
τοὺς τῶν βασάνων αἰκισμούς, πόθῳ Θεοῦ
μᾶλλον αἱρούμεθα.
Μήτις ὑστερείτω σήμερον, τοῦ
καλοῦ ἀγῶνος, μήτις θηρευθήτω, ὑπὸ τοῦ
μανιώδους, σοφὸς ἐστιν ὁ δράκων, ἀλλήλους
παρώτρυναν, τῆς Σολομονῆς οἱ υἱοί, μήτις
ἡμῶν γένηται βρῶμα αὐτοῦ.
Δεῦτε οἱ τοῦ νόμου φύλακες,
ὁμοῦ αἰκισθῶμεν, δεῦτε ἀνδρυνθῶμεν, οἱ
Παῖδες ἀνεβόων, ἀλλήλους ὀτρύνοντες,
πρὸς τοὺς ἀγῶνας εὐσεβῶς, οὓς καὶ
ἡμεῖς ζηλοτυπήσωμεν.
Δόξα...
Μίαν οἱ πιστοὶ δοξάσωμεν, τοῦ
Θεοῦ οὐσίαν, μίαν δεσποτείαν, μίαν βασιλείαν,
ἑνοῦντες ἀσυγχύτως, τὴν μίαν Θεότητα,
καὶ διαιροῦντες εὐσεβῶς, ταύτην τρισὶ ταῖς
ὑποστάσεσι.
Καὶ νῦν... Θεοτοκίον
Βάτος
προεγνώσθης ἄφλεκτος, ἐν Σινᾷ τῷ ὄρει· ὄρος δὲ τὸ
θεῖον, Δανιὴλ ἐφάνης ἐξ οὗ ἀχειροτμήτως,
ἐτμήθη ὁ ἄτμητος, Χριστὸς ἡ πέτρα τῆς
ζωῆς, εἷς ὢν Υἱός, Θεογεννῆτορ ἐκ σοῦ.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος
εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν
ἱερέα. Τῇ
στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν
ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ
στερέωμα».
Κάθισμα τοῦ Σταυροῦ
Ἦχος δ'
ΤΟ ΑΚΟΥΤΕ
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ
ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς
σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ
δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν
συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης,
ἀήττητον τρόπαιον.
Εἶτα Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβῶς
συντραφέντες Παῖδες σοφοί, μαρτυρικῶς τοῦ τυράννου
τὰς ἀπειλάς, ἀνδρείως κατῃσχύνατε, ὡς
τοῦ νόμου ὑπέρμαχοι, καὶ τοῦ πατρὸς ἀκόλουθοι,
γενόμενοι Ἅγιοι, σὺν μητρὶ θεόφρονι, προθύμως
ἠθλήσατε· ὅθεν καὶ θανάτῳ, τὴν οὐράνιον
ὄντως, ζωὴν ὠνησάμενοι, αἰωνίως ἀγάλλεσθε,
Μακκαβαῖοι στερρόψυχοι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Ὁ
Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ
γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν
ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν,
ἐλέησον ἡμᾶς.
Τοῦ Σταυροῦ
ᾨδὴ δ'
Σύ μου ἰσχὺς Κύριε
ΤΟ ΑΚΟΥΤΕ
Ἡ
κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων,
τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως ὁ
Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται
προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν
πιστῶς προσιόντων, ἁγιάζων φωτίζει ἐν χάριτι.
Τῶν εὐσεβῶν, φρουρὸς ὁ μέγας
προκείμενος, ἐν τῷ μέσῳ, πάντων Ὑπεράγαθε,
Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης,
ἐθελουσίῳ θελήσει σου, τὸν κόσμον ἁγιάζει,
τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων
τὰς φάλαγγας.
Ὁ
οὐρανός, πάσῃ τῇ γῇ συνευφραίνεται, ἀθλοφόροι,
Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς,
νῦν ἀγαλλιῶνται, τὸ πάντας σῷζον θεώμενοι,
προκείμενον ἐν μέσῳ, ζωοδώρητον ξύλον, καὶ
πιστοὺς ἁγιάζον ἐν χάριτι.
Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος,
μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔλθῃς
ἐξ οὐρανοῦ, κρῖναι τῶν ἀνθρώπων τὰ
ἔργα· ὅθεν κραυγάζω σοι· Δυνάμει τοῦ
Σταυροῦ σου, ἐπιστρέψας με σῶσον, μετανοίας παρέχων
μοι δάκρυα.
Σταυροθεοτοκίον
Παρθενικῆς,
τέκνον ἐκ μήτρας σε ἔτεκον, καὶ ὁρῶσα,
ξύλῳ νῦν κρεμάμενον, ἐπαπορῶ, καὶ οὐ
συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν
κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς
ἀσιγήτοις, ὡς μητέρα Θεοῦ μακαρίζομεν.
Τῶν Ἁγίων
Ἐν Πνεύματι προβλέπων
ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνου
Ἐλεάζαρ, ὁρῶν τοὺς ἱερούς, φοιτητάς
σου σήμερον, ἀθλοῦντας εὐσεβῶς, ὑπὲρ
πατρῴων νομίμων τε προσταγμάτων, καὶ
Ἀντιόχου τοῦ διώκτου τὴν μανίαν, λόγοις
τοῖς σοφοῖς διελέγχοντας.
Σολομονὴ ἀγάλλου, ὁρῶσα τοὺς
ἑπτά, κλάδους συνακμάσαντας, τοῦ νόμου τοὺς
καρπούς, ἐξ ὧν τρυγῶσα ἡ ἄμεμπτος Ἐκκλησία,
τοὺς κληρονόμους τῆς ἐν χάριτι λατρείας, τρέφει
καθ' ἡμέραν ὡς μήτηρ ἡμᾶς.
Σκιρτᾶτε Πατριάρχαι, κροτήσατε χερσί,
τοὺς τοῦ νόμου φύλακας, ὁρῶντες εὐσεβῶς,
ὑπεραθλοῦντας τῆς κατὰ νόμον λατρείας, καὶ
διὰ πάντων αἰκισμῶν δοκιμασθέντας, μήπως τῶν
πατρῴων ἐκστῶσιν ἐθῶν.
Χορεύσατε νομίμως, ὑπέρμαχοι
στερροί, καὶ συνεορτάσατε, τοῖς Μάρτυσι Χριστοῦ,
ὡς πρὸ ἐκείνων ἀθλήσαντες ὑπὲρ
νόμου, καὶ μετ' ἐκείνων εὐφημούμενοι ἐννόμως,
πάσῃ τῇ Χριστοῦ Ἐκκλησίᾳ φαιδρῶς.
Δόξα...
Τριάδα ἐν Μονάδι, δοξάζομεν πιστοί,
ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν·
Ἡ ἐν Μονάδι τριὰς συμπροσκυνουμένη, καὶ ἐν
Τριάδι τῶν προσώπων ὑμνουμένη, δόξα σοι τιμὴ
καὶ προσκύνησις.
Καὶ νῦν... Θεοτοκίον
Ὑμνοῦμεν
σε Παρθένε, Θεόνυμφε σεμνή, ὡς Θεογεννήτριαν, καὶ
τεῖχος τῶν πιστῶν· σὺ γὰρ τὴν φύσιν
ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα
ἀνενέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν
τοῦ Ἀδάμ.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα
Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά
σου τὴν Θεότητα».
Τοῦ Σταυροῦ
ᾨδὴ ε'
Ἵνα τὶ με ἀπώσω
ΤΟ ΑΚΟΥΤΕ
Ἀλαλάξατε
ἔθνη, ᾄσατε σκιρτήσατε φυλαὶ καὶ ψάλατε, τῷ Θεῷ τῷ δόντι, τὸν Σταυρὸν ἀδιάσειστον
ἔρεισμα, οὗ νῦν τῇ προθέσει, πάντες πιστοὶ
ἀγαλλιῶμεν, δι' αὐτοῦ τῶν καλῶν ἀπολαύοντες.
Νοεραὶ στρατιαὶ σε, πᾶσαι περιέπουσι,
Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοῦ
προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ
ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ
προσπαγέντα δοξάζοντες.
Τῆς ψυχῆς μου τὰ πάθη, ἴασαι
τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ ὡς
προσκυνοῦντα, τὸν τίμιον Σταυρόν σου περίσῳζε,
οὗ τῇ δυναστείᾳ, πᾶν ἐμποδὼν ἀποσοβεῖται,
καὶ κακῶν ἀπαθεῖς διαμένομεν.
Σταυροθεοτοκίον
Ἐν
Σταυρῷ καθορῶσα, τὸν δι' ἀγαθότητα, ἐκ σοῦ
Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐδονήθης
τὰ σπλάγχνα καὶ ἔλεγες· Οἴμοι! θεῖον τέκνον, πῶς ὑπὲρ πάντων
ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγνον Κύριε.
Τῶν Ἁγίων
Τὴν σὴν εἰρήνην δὸς
ἡμῖν
ΤΟ ΑΚΟΥΤΕ
Ζηλώσωμεν φιλόχριστοι, τοὺς Παῖδας
τοὺς ἑπτά, οὓς ἡμῖν Μωσῆς νομίμως
ἐθρέψατο, καὶ Ἐλεάζαρ προεβίβασεν, ἐν
τῷ πατρῴῳ νόμῳ, δι' εὐσεβοὺς θρησκείας.
Μὴ νόμιζε Ἀντίοχε, διῶκτα τῶν
πιστῶν, ὅτι σοῦ τὸ πῦρ φοβήσει καιόμενον,
πρὸς ταῦτα σφάζε ἀνομώτατε, ποίει λοιπὸν
ὃ βούλει, οἱ Παῖδες ἀνεβόων.
Νομίμως ἐναθλήσωμεν, ἀλλήλοις
οἱ στερροί, μάρτυρες Χριστοῦ, Μωσέως τὰ δόγματα,
παρηγγυῶντο μὴ παράψασθαι, τῶν μιαρῶν ὄψων,
οἱ Παῖδες ἀνεβόων.
Δόξα...
Προάναρχε, συνάναρχε, ὁμόθρονε
Τριάς, Πατὴρ καὶ Υἱὲ καὶ Πνεῦμα τὸ
Ἅγιον, Μονὰς Ἁγία τρισυπόστατε, τοὺς ἐξ
Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.
Καὶ νῦν... Θεοτοκίον
Χριστὲ ὁ μόνος εὔσπλαγχνος, εἰρήνευσον
ἡμᾶς· σὲ γὰρ δυσωπεῖ ἡ ἄχραντος
Μήτηρ σου, σὺν τοῖς Ἁγίοις τοῖς ἀθλήσασιν,
ὑπὲρ ἐθῶν πατρῴων, καὶ τοῦ Μωσέως
νόμου.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ὦ
τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός,
ὁ Βασιλεὺς καὶ Κύριος, δι' οὗ πέπτωκεν ὁ
ξύλῳ ἀπατήσας, τῷ
ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην
ταῖς ψυχαῖς ἡμῶν».
Τοῦ Σταυροῦ
ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Σταυροῦ παγέντος ἐν γῇ, δαιμόνων
πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς,
ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, τῆς
τῶν συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα.
Ὑμνοῦντές
σε τὸν Θεόν, καὶ Βασιλέα καὶ Κύριον, ὃν
ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον,
νῦν περιπτυσσόμεθα, ἐν ἀγαλλιάσει, καὶ δεινῶν
ἀπαλλαττόμεθα.
Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα
παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται
προκείμενος. Προσέλθωμεν ἄνθρωποι,
φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυόμενοι.
Θεοτοκίον
Νηστεύειν ἡμᾶς Ἁγνή, κακίας
πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν,
ἀπέσχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον,
προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα.
Τῶν Ἁγίων
Τὸν Προφήτην Ἰωνᾶν
ΤΟ ΑΚΟΥΤΕ
Ἡ
σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε ναόν, καὶ ὑπήρεισεν
αὐτόν, ἑπτὰ στύλοις λογικοῖς, προγράφουσα
τοὺς Παῖδας τούτους, ὡς νόμου φύλακας.
Ἡ
σοφὴ Σολομονή, υἱοὺς ἔτεκεν ἑπτά, οὓς
ἐθρέψατο καλῶς, Ἐλεάζαρ ὁ σοφός, καὶ
ἔστεψεν, ἡ θεία χάρις, στερρῶς ἀθλήσαντας.
Τὶ βραδύνεις δικαστὰ; πρὸς Ἀντίοχον
φησίν, ἐν τῷ μέσῳ τῶν δεινῶν, ἡ
ἑπτάκλωνος σειρά, τιμώρησον, συντόμως σφάττε,
ποίει ἃ θέλεις λοιπόν.
Προενήθλησε πατήρ, συναθλοῦσι καὶ
υἱοί, ἐφεπέσθω σὺν ἡμῖν, καὶ ἡ
μήτηρ δικαστά, καὶ γένοιτο, προσθήκη τέκνοις,
καὶ σεμνολόγημα.
Κἂν
τὰ σώματα ἡμῶν, ἀναλώσῃς τῷ πυρί, ὁ
ἑπτάδελφος χορός, ἀνεβόα τολμηρῶς· Ἀντίοχε,
μὴ ὅλως οἵου, νικᾶν κἂν ἕνα ἡμῶν.
Δόξα...
Τὸν Πατέρα καὶ Υἱόν, καὶ
τὸ Πνεῦμα τὸ εὐθές, ἐν Θεότητι μιᾷ
προσκυνήσωμεν πιστῶς, κραυγάζοντες· Τριὰς Ἁγία,
σῷζε τόν κόσμον σου.
Καὶ νῦν... Θεοτοκίον
Πῶς ἐγέννησας Υἱόν, ὃν
οὐκ ἔσπειρε Πατήρ; πῶς διέμεινας Ἁγνή,
μετὰ τόκον ὥσπερ ἦς; Θεὸς οἶδεν, ὁ πάντα
πράττων, ὅπως ἂν βούληται.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Νοτίου
θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς,
σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου
σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον
Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος
Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει
τὸν κόσμον φωτίσαντος».
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν
ΤΟ ΑΚΟΥΤΕ
Σοφίας
Θεοῦ, οἱ στῦλοι οἱ ἑπτάριθμοι, καὶ θείου
φωτός, οἱ λύχνοιοι ἑπτάφωτοι, Μακκαβαῖοι πάνσοφοι,
πρὸ Μαρτύρων μέγιστοι Μάρτυρες, σὺν αὐτοῖς
τῷ πάντων
Θεῷ, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς.
Ὁ Οἶκος
Αἴνει θερμῶς Σιὼν τὸν Θεόν
σου, ὅτι ἐνίσχυσεν ὄντως σῶν πυλῶν τοὺς
μοχλούς, καὶ τοὺς υἱούς σου εὐλόγησεν. Οὗτοι στρατὸς γὰρ ὡς
τροπαιοῦχος, φάλαγξ ὄντως γενναία καὶ κραταιόφρων,
πρὸς μηχανὰς δυσσεβῶν θεοφρόνως ἀνθέστηκεν.
Ἀλλ' ὡς νίκης στεφάνους οὐρανίας Σιὼν
ἀπολαύοντες, καὶ τῷ
θείῳ θρόνῳ πελάζοντες, ὑπέρ πάντων
ἀπαύστως δεόμενοι, αἰτεῖσθε σωθῆναι τοὺς
ὑμνοῦντας ὑμᾶς.
Συναξάριον
Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη
τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων,
Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ,
Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν
Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.
Στίχοι
Πρῶτος πρὸ Χριστοῦ πῠρ στέγων
Ἐλεάζαρ,
Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις
ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς
Θέκλης ἔχω,
Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ
πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
Ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ
πρὸς ὀγδόην.
Καῦσαν ἑνὶ πρώτη Σολομώνην,
ἑπτά τε υἷας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν
Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίνου,
Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ,
Μηναίου, Κατούνου, καὶ Εὐκλέου.
Στίχοι
Ἐκ Παμφυλίας ἐννὰς ἐτμήθη
ξίφει,
Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν
Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς,
καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν
ῥιφθείς, τελειοῦται.
Στίχοι
Σάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον
θίβη,
Καὶ τὴν θίβην ῥοῦς, καὶ
Πάπας Θεοῦ πέλας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν
φλεχθείς, τελειοῦται.
Στίχοι
Καυτηριασθεὶς Ἐλεάζαρος κάραν,
Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ῥευμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται.
Στίχοι
Τοῦ δημίου φήσαντος· Οὐ τμηθῇς
θύων.
Κλίνας κάραν Κήρυκος, εἶπεν·
Οὐ θύω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται.
Στίχοι
Τῷ Θεοδώρῳ θεῖος ἐνσκήπτει
πόθος,
Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.
Στίχοι
Ἰὼβ καθέδραν, φημὶ δὴ τὴν
κοπρίαν,
Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ
τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ, πλησίον
τοῦ χαλκοῦ Τετραπύλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου,
Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ
θαυματουργοῦ.
Στίχοι
Τὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην,
Τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Σταυροῦ
ᾨδὴ ζ'
Θεοῦ συγκατάβασιν
ΤΟ ΑΚΟΥΤΕ
Ὁ
χρόνων ἐπέκεινα, ἐν χρόνῳ σάρκα φορέσας
δείκνυται, καὶ τὰ χρόνια πάθη, ἡμῶν ἰᾶται
δι' ἀγαθότητα, σαρκὸς ὁμοῦ τε καὶ πνεύματος,
ἤδη δέ, τῷ θείῳ
αὐτοῦ Σταυρῷ, καθαγιάζει ἡμᾶς.
Ὑμνοῦμεν
καὶ δοξάζομεν, καὶ προσκυνοῦμεν καὶ μεγαλύνομεν,
τὸ σὸν Κύριε κράτος, ὅτι παρέσχου ἡμῖν
τοῖς δούλοις σου, Σταυρὸν τὸν θεῖον, τρυφὴν
ἀδαπάνητον, καὶ φύλακα τῶν ψυχῶν, καὶ
τῶν σωμάτων ἡμῶν.
Μὴ
δείξῃς με Κύριε, ἐν τῇ ἡμέρᾳ τῆς
διαγνώσεως, κατεγνωσμένον κακοῖς, μὴ ἀπορρίψῃς
ἐκ τοῦ προσώπου σου, κατῃσχυμμένον, ἀλλ' οἴκτιρον
σῶσόν με, τῷ σῷ τιμίῳ Σταυρῷ,
ὡς ὑπεράγαθος.
Ἐτύπου
τὴν χάριν σου, Σταυρὲ γλυκαίνων Μωσῆς τὰ ὕδατα,
τὰ πικρότατα ξύλῳ· καὶ γὰρ πικρίας
κακῶν ἐρρύσθημεν, τῇ σῇ δυνάμει· διὸ
ἡμᾶς γλύκανον, ἀσπαζομένους σε νῦν, ἐν
κατανύξει ψυχῆς.
Θεοτοκίον
Νοός μου τὴν στένωσιν, τῇ σῇ
πρεσβείᾳ πλάτυνον Δέσποινα, ἡ στενώσασα πάσας,
τὰς μεθοδείας τοῦ πολεμήτορος, καὶ δι' ὁδοῦ
με στενῆς κατευόδωσον, πρὸς τόν πλατυσμὸν τῆς
ζωῆς, βαδίζειν Μήτηρ Θεοῦ.
Τῶν Ἁγίων
Τοὺς ἐν καμίνῳ
ΤΟ ΑΚΟΥΤΕ
Οἱ τοῦ πατρῴου νόμου ζηλωταί,
οἱ σύμψυχοι φύλακες τοῦ νόμου ἀκλινεῖς,
ἕνα Θεὸν πανευσεβῶς καθωμολόγουν, τρισὶν ὑποστάσεσιν,
ἑνοποιοῦντες πιστῶς, καὶ διαιροῦντες εὐσεβῶς.
Τὶ
ἐπιμένεις τύραννε λοιπόν; οἱ Μάρτυρες ἔκραζον
τῷ πλάνῳ
δικαστῇ, ἕνα Θεὸν ἡμεῖς ὁμολογοῦμεν,
καὶ πατρίδα ἔχομεν, τὴν ἄνω Ἱερουσαλήμ,
τὴν θρεψαμένην ἡμᾶς.
Οὐ μιαροφαγήσομεν φασίν, οὐ θύσομεν,
οὐδὲ γόνυ κάμψομεν εἰς γῆν, ἕνα Θεὸν
ἡμεῖς ὁμολογοῦμεν, καὶ αὐτὸν φοβούμεθα,
παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν σπεύδομεν.
Δόξα...
Τριαδικὴν ὑμνήσωμεν ᾠδήν,
δοξάζοντες ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα
εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν
τρισσῶς ὑμνήσωμεν, Ἅγιος, Ἅγιος, Ἅγιος κράζοντες.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε τὸ τεῖχος πάντων καὶ
χαρά, Πανύμνητε, χαῖρε τῶν περάτων ἡ ἐλπίς,
χαῖρε βροτῶν ἡ καλλονή, καὶ τῶν Ἀγγέλων
ἡ τερπνότης ἄχραντε· σὺ γὰρ τὸν μόνον
Θεόν σαρκὶ ἐκύησας.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ἔκνοον
πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε,
πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως
τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης,
οὐ πῦρ βρόμιον· ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ
πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος
τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ».
Τοῦ Σταυροῦ
ᾨδὴ η'
Ἑπταπλασίως κάμινον
ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ
ποτὲ ἀνείλκυσε, ποταμοῦ τὸ σιδήριον, θεῖος
Ἐλισσαῖος, σὲ προγράφων πόρρωθεν, Σταυρὲ
πανσεβάσμιε· ἐκ τοῦ βυθοῦ τῆς πλάνης
καὶ γάρ, διὰ σοῦ πρὸς πίστιν, ἀναχθέντες
βεβαίαν, τὴν σήμερον ἡμέραν, ἀξιούμεθα
βλέπειν, καὶ πίστει προσκυνεῖν σε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὑποσημαίνει
πόρρωθεν, σὲ Σταυρὲ πανσεβάσμιε, ἐν ταῖς εὐλογίαις
Ἰακὼβ τρανότατα, ἡμεῖς δὲ ἐν χάριτι,
ἀξιωθέντες βλέπειν σε, πίστει ἀδιστάκτῳ,
προσερχόμεθα πάντες, καὶ ψάλλομεν πλουσίως, εὐλογίαν
τρυγῶντες, καὶ φῶς καὶ σωτηρίαν, καὶ τῶν
πταισμάτων λύσιν.
Λευχειμονοῦντες
πράξεσιν, ἐναρέτοις προσέλθωμεν, ἐν ἀγαλλιάσει,
τῷ Χριστῷ κραυγάζοντες·
Πανάγαθε Δέσποτα, τῷ σῷ
ὑψίστῳ θείῳ Σταυρῷ, ὕψωσον ἡμῶν,
τοῦ χριστωνύμου λαοῦ σου, τὸ κέρας, ἵνα πίστει,
καὶ εἰρήνῃ βαθείᾳ, ὑμνῆταί
σου τὸ κράτος, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Ὁμοφυῆ
συνάναρχον, συναΐδιον σύνθρονον, φύσιν μὲν ἁπλήν,
διαιρετὴν προσώποις δέ, Πατέρα ἀγέννητον, Υἱὸν
καὶ Πνεῦμα Ἅγιον, ἄκτιστον οὐσίαν, καὶ
Θεότητα πάντες, ὑμνοῦντες μελῳδοῦμεν· Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ἢ Σταυροθεοτοκίον
Νῦν
ὡς ἀρνίον ἄκακον, καθορῶσα κρεμάμενον, καὶ
ὑπὸ ἀνόμων τῷ
Σταυρῷ πηγνύμενον, Υἱέ μου προάναρχε, καὶ
ὀδυρμοῖς συγκόπτομαι, καὶ ταῖς μητρικαῖς
περιστατοῦμαι ὀδύναις, ἡ Πάναγνος ἐβόα,
ἣν φωναῖς ἀσιγήτοις, ὑμνοῦμεν θεοφρόνως,
εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Ἁγίων
Τὸν ἐν σοφίᾳ τοὺς
οὐρανοὺς
ΤΟ ΑΚΟΥΤΕ
Οἱ τῶν πατρῴων ἐθῶν νομοφύλακες,
καὶ τῆς Μωσέως διαταγῆς προκήρυκες, ὡς ἑπτὰ
φωστῆρες ἐν κόσμῳ φαίνοντες, ταῖς ἀκτῖσι
τῶν ἄθλων, ἡμᾶς καταλάμπουσιν, οἱ νοεροὶ
λαμπτῆρες.
Οἱ κατὰ νόμον Θεοῦ ἀριστεύσαντες,
καὶ τὰς Ἀντιόχου βουλὰς καταπτύσαντες,
τολμηρῶς ἐβόων· Ἡμᾶς Ἀντίοχε, οὐ
θηρία οὐ ξίφη, οὐ πῦρ οὐδὲ μάστιγες,
ὅλως χωρίσει Θεοῦ.
Οἱ τὴν Μωσέως καθέδραν κοσμήσαντες,
καὶ τοὺς πατρῴους θεσμοὺς συντηρήσαντες, ὡς
ἑπτὰ ἀστέρες ἐν κόσμῳ λάμποντες,
τοὺς πλανήτας ἀστέρας, λοιπὸν ἀπημαύρωσαν,
τῇ πίστει φαιδρυνθέντες.
Τῆς εὐσεβοῦς Σολομονῆς βλαστήματα,
καὶ τοῦ πιστοῦ Ἐλεάζαρ τὰ θρέμματα, οἱ
ἑπτὰ φωστῆρες ὡς λύχνοι φαίνοντες, τῇ
τοῦ νόμου λυχνίᾳ, σαφῶς ἐπετέθησαν ἐπὶ
τῇ σκηνῇ τοῦ Θεοῦ.
Δόξα...
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ τῷ Πνεύματι, τῇ ἐν Τριάδι
προσώπων Θεότητι, καὶ Μονάδι φύσεως, ὑποστάσεσιν,
ὑμνουμένῃ ἀπαύστως, ὑπὸ πάσης
κτίσεως καὶ εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Τῆς πατρικῆς εὐδοκίας θησαύρισμα,
τῆς τοῦ Υἱοῦ παρουσίας ἐναύλισμα, τοῦ
Ἁγίου Πνεύματος ἐνδιαίτημα, ἀνεδείχθης
Μαρία, Τριάδος τὴν ἔμφασιν ἐν σοὶ ἀνατυποῦσα.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε
Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν
Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ
ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα
πανάγιον εἰς τοὺς αἰῶνας».
Τοῦ Σταυροῦ
ᾨδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ
ΤΟ ΑΚΟΥΤΕ
Ἰάσω
ὑπεράγαθε τὴν ἐμήν, συντριβὴν ἐν
Σταυρῷ προσπηγνύμενος, ἥλοις ποτέ, πόδας τε καὶ
χεῖρας Παμβασιλεῦ, καὶ τὴν πλευρὰν νυττόμενος,
ὄξος ποτιζόμενος καὶ χολήν, ἡ πάντων εὐφροσύνη,
ὁ γλυκασμὸς ἡ δόξα, ἡ αἰωνία ἀπολύτρωσις.
Ὡραῖος
ὑπὲρ σάπφειρον καὶ χρυσόν, φωταυγὴς ὥσπερ
ἥλιος πέφυκας, θεῖε Σταυρέ, κείμενος μὲν τόπῳ
περιγραπτός, καὶ νοεραῖς Δυνάμεσι, πάντοτε κυκλούμενος
φανερῶς, ἀκτῖσι δὲ τῆς θείας, δυνάμεως
φωτίζων, τῆς οἰκουμένης τὰ πληρώματα.
Σταυρὸς χειμαζομένων ἐστὶ λιμήν,
ὁδηγὸς πλανωμένων καὶ στήριγμα, δόξα Χριστοῦ,
σθένος Ἀποστόλων καὶ Προφητῶν, τῶν Ἀθλητῶν
κραταίωμα, πάντων τῶν ἀνθρώπων καταφυγή, αὐτὸν
ἐν μέσῳ πάντες, προκείμενον ὁρῶντες,
μετ' εὐλαβείας ἀσπασώμεθα.
Ἡνίκα
μέλλεις ἔρχεσθαι ἐπὶ γῆς, κρῖναι κόσμον
ὃν ἔπλασας Κύριε, Ἀγγελικῶν, προπορευομένων
σῶν στρατιῶν, καὶ τοῦ Σταυροῦ προλάμποντος,
ὑπὲρ τὰς αὐγὰς τάς ἡλιακάς, τῇ
τούτου δυναστείᾳ, οἰκτίρησόν με σῶσον,
τὸν ὑπέρ πάντας βροτοὺς πταίσαντα.
Ἢ Σταυροθεοτοκίον
Φθορᾶς
σε δίχα τέτοκα ἐκ γαστρός, πρὸ αἰώνων
Πατὴρ ὃν ἐγέννησε, καὶ πῶς φθορεῖς, ἄνθρωποι
σπαράττουσί σε Υἱέ, καὶ τὴν πλευρὰν ὀρύττουσι,
λόγχῃ καὶ τὰς χεῖρας σὺν τοῖς ποσίν,
ἡλοῦσιν ἀπανθρώπως; ἡ Πάναγνος ἐβόα,
ἣν ἐπαξίως μεγαλύνομεν.
Τῶν Ἁγίων
Τὴν φωτοφόρον νεφέλην
ΤΟ ΑΚΟΥΤΕ
Οἱ
κατὰ νόμον τραφέντες, καὶ ὑπὲρ νόμου
θανόντες, Ἐλεαζάρου φοιτηταί, Σολομονῆς δὲ
Παῖδες, καὶ τοῦ Μωσέως ζηλωταί, ἑλκόμενοι
ἔκραζον· Ἀντίοχε τὶ βραδύνεις, τὶ μέλλεις,
τὶ οὐ πράττεις, ἃ βουλεύῃ καθ' ἡμῶν;
Οἱ ταξιάρχαι τοῦ νόμου, τῆς
Ἀντιόχου ἀνοίας, καταφρονήσαντες στερρῶς,
ταῖς βασάνοις ἐνήθλουν, ζηλοτυποῦντες ἑαυτούς,
ἀλλήλους προτρέποντες, καὶ σπεύδοντες, προαρπάζειν
τοὺς πόνους, καὶ τοὺς ἄθλους, καὶ θανεῖν
ὑπὲρ τὸ ζῆν.
Ὥσπερ
Ὀλυμπιονίκη, ἀνδρεία τὶς καὶ γενναία,
ἡ Σολομονὴ τοὺς υἱούς, ἐσφαγμένους ὁρῶσα,
οὐκ ἐσαλεύθη τὴν ψυχήν, ἀλλ' ἔκραζεν·
Ἄκουε, Ἀντίοχε, κἀμὲ πρόσθες τοῖς τέκνοις,
εἴπερ ὅλως, ἐστὶ χάρις παρ' ἐχθρῶν.
Ὢ
γυναικὸς ἀριστείας! ὢ γενναιότητος ἄκρας! ἡ
τὸν ἑπτάκλωνον χορόν, τῶν υἱῶν ὑπὲρ
νόμου, ἀφιερώσασα Θεῷ, προθύμως ἠνδρίσατο
καὶ δέδωκεν, ἑαυτὴν ταῖς βασάνοις, εἰς
προσθήκην, τῶν θανόντων νῦν υἱῶν.
Οἱ τῆς σεπτῆς ἑβδομάδος, τύπον
ἐπέχοντες Παῖδες, ἐν τῷ θανάτῳ τὴν
ζωήν, θησαυρίζειν ποθοῦντες, ταῖς τοῦ διώκτου
ἀπειλαῖς, γενναίως ἀντέστησαν, καὶ ᾔσχυναν,
τῇ τοῦ νόμου λατρείᾳ, τὰς ἐκείνου,
παμβεβήλους μηχανάς.
Τοὺς
ἀριστέας τοῦ νόμου, οὓς Ἐλεάζαρ ἐκθρέψας,
τύπον κατέλιπε καλόν, ἑαυτὸν προενέγκας, τοῖς
τῶν Ἁγίων αἰκισμοῖς, ἐνδόξως τιμήσωμεν,
πρεσβεύοντας, τοῦ δοθῆναι τῷ κόσμῳ, τὴν εἰρήνην,
καὶ ἡμῖν τὸν ἱλασμόν.
Τοὺς ἐκτελοῦντας τὴν μνήμην,
τῶν ἱερῶν ἡμῶν ἄθλων, Παῖδες τοῦ
νόμου τοῦ Θεοῦ, ταῖς ὑμῶν ἱκεσίαις,
ἐκ πάσης νόσου καὶ φθοράς, λυτρώσασθε Ἅγιοι,
δωρούμενοι, τῇ Μονῇ ἡμῶν ταύτῃ τὴν
εἰρήνην, καὶ κακῶν ἀπαλλαγήν.
Δόξα...
Φῶς τὸν Πατέρα δοξάζω, φῶς
τὸν Υἱὸν μεγαλύνω, φῶς καὶ τὸ Πνεῦμα
προσκυνῶ, τὴν Ἁγίαν Τριάδα, ἀλλ' ἐν
προσώποις μὲν τρισί, μιᾷ δὲ Θεότητι, ἀΐδιον,
ἀτελεύτητον κράτος, ἐκ μὴ ὄντων, τὰ πάντα
παραγαγόν.
Καὶ νῦν... Θεοτοκίον
Πῶς,
εἰπέ, τίκτεις Παρθένε; πῶς ἐκ μαζῶν
σου τὸ γάλα; πῶς τοῦ ἀπάτορος ἐκ σοῦ,
καὶ ἀμήτορος ἄνω, ἐκ τοῦ Πατρὸς
μονογενοῦς, γεννήτρια γέγονας, θηλάζουσα, τὸν
τροφέα τοῦ κόσμου; πῶς; Ὡς οἶδεν, ὡς
ηὐδόκησεν αὐτός.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Μυστικῶς
εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα
Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον
ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ
νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ
μεγαλύνομεν».
«Ὁ
διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος,
διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ
προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς Ἁγνῆς Θεομήτορος,
ἣν πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν
μεγαλύνουσιν».
Ἐξαποστειλάριον Ἦχος β'
Τῶν Μαθητῶν
ΤΟ ΑΚΟΥΤΕ
Τοὺς θαυμαστοὺς ὑμνήσωμεν Μακκαβαίους,
Ἐλεαζάρου παῖδας Σολομονῆς τε· οὗτοι γὰρ
καθεῖλον τὰ φρυάγματα, τοῦ ἀρχεκάκου δράκοντος,
καὶ τῇ τοῦ νόμου λατρείᾳ, ἐγένοντο
στεφανῖται.
Τοῦ Σταυροῦ
Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης,
Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας,
Σταυρὸς βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν
τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα,
καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
Στίχους δ' καὶ ψάλλομεν τρία Στιχηρὰ Προσόμοια
τοῦ Σταυροῦ.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
ΤΟ ΑΚΟΥΤΕ
Ἐν
φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν,
τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ
πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε,
καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα,
τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων,
διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς
σε.
Προσελθόντες
ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ
τῆς χάριτος προερχόμενα, ἰδοὺ προκείμενον
βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν
πηγήν, ἀρδομένην τῷ
Αἵματι, καὶ τῷ Ὕδατι,
τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ,
ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
Ἐκκλησίας
ἑδραίωμα, Μοναζόντων ἀγλάϊσμα, ἱερέων
καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε·
διὸ προσκυνοῦμέν σε, καὶ καρδίας καὶ ψυχάς,
φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν
σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου
καθελόντος, καὶ τὴν ἀρὰν ἀφανίσαντος.
Καὶ
τρία Ἰδιόμελα τῶν Ἁγίων
Ἦχος α'
Ἡ
πολύαθλος μήτηρ, πρὸς ἀγῶνας συγκαλοῦσα τοὺς
οἰκείους παῖδας ἔλεγε· Τῇ Ἀβραμιαίᾳ
πολιᾷ ἀκολουθήσατε, ἵνα τῇ σφαγῇ τοῦ Ἰσαὰκ
συγκοινωνήσητε. Αὐτοὶ δὲ προελάμβανον
τὴν ὁδηγοῦσαν, προέπεμπον τὴν νουθετοῦσαν, ἐπαλλήλαις
τιμωρίαις, τὰς βασάνους βλέποντες. Ὧν ταῖς
εὐχαῖς ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
αὐτοῦ.
Ἦχος δ'
Ἑπτὰ
στῦλοι ἐκλεκτοί, ἐκ μιᾶς πέτρας λογικῆς
λατομηθέντες, ἀσάλευτον ἔδειξαν τὸν τοῦ νόμου
πύργον, δι' ὧν εὐδόκησον Σωτήρ, ἐν εἰρήνῃ
φυλαχθῆναι τὰς ψυχάς ἡμῶν.
Στίχ. τοῖς
ἁγίοις τοῖς ἐν τῇ γῇ
αὐτοῦ ἐθαυμάστωσεν.
Ἦχος πλ. α'
Οἱ
τοῦ νόμου φύλακες, καὶ τῆς Σολομονῆς υἱοί,
ἐν σταδίῳ ἀθλοῦντες, πρὸς Ἀντίοχον
ἐβόων· Ἡμεῖς, ὦ Ἀντίοχε, ὑπὲρ
πατρῴων νόμων ἐγκαρτεροῦμεν· οὐ χωρίσει
δὲ ἡμᾶς, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες,
οὐ μάστιγες, ἀλλ' ὁμοῦ τεθνηξόμεθα, σὺν
μητρὶ γηραλέᾳ καὶ διδασκάλῳ πατρί, ζῶντες
καὶ συγχαίροντες εἰς τοὺς ἀτελευτήτους αἰῶνας.
Δόξα... Ἦχος δ'
Τὸν κατὰ Μακκαβαίων συγκροτηθέντα
πόλεμον, δεῦτε θεασώμεθα πιστοί, καὶ τὴν τούτων
ἀνδρείαν· τύραννος γὰρ Βασιλεύς, πάντων
τῶν ἐθνῶν κρατήσας, ἀντεκρατεῖτο ὑπὸ
γέροντος, καὶ παίδων ἑπτά, καὶ μιᾶς
γυναικός. Διὸ εὐχαῖς αὐτῶν, ὁ Θεὸς ἐλέησον
ἡμᾶς.
Καὶ νῦν... Ἦχος ὁ αὐτὸς
Ὁ
συμμαχήσας Κύριε τῷ
πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον,
τῷ πιστῷ ἡμῶν
Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε
τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε
εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου,
καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός,
καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης
συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν
τὸ μέγα ἔλεος.
Δοξολογία μεγάλη
Μετὰ δὲ τὴν συμπλήρωσιν
αὐτῆς γίνεται Εἴσοδος μετὰ τοῦ τιμίου
Σταυροῦ, καὶ ἐφεξῆς τούτου προσκύνησις, κατὰ
τὸν τύπον τῆς τρίτης Κυριακῆς τῶν Νηστειῶν.
Γινομένης δὲ τῆς προσκυνήσεως,
ψάλλομεν τὸ Ἰδιόμελον Στιχηρὸν τοῦτο.
Ἦχος β'
Δεῦτε πιστοί, τὸ ζωοποιὸν ξύλον
προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς
δόξης, ἑκουσίως χεῖρας ἐκτείνας, ὕψωσεν
ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς
πρὶν ὁ ἐχθρός, δι' ἡδονῆς συλήσας, ἐξορίστους
Θεοῦ πεποίηκε. Δεῦτε πιστοί, ξύλον
προσκυνήσωμεν, δι' οὗ ἠξιώθημεν τῶν ἀοράτων
ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν.
Χαίροις Σταυρέ, τοῦ πεσόντος Ἀδὰμ
ἡ τελεία λύτρωσις. Ἐν σοὶ οἱ πιστότατοι
Βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει
Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι,
τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες·
Κύριε, ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον
ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἡ λοιπὴ Ἀκολουθία ὡς
σύνηθες, καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν
Ἀντὶ τοῦ Τρισαγίου ψάλλομεν
Τὸν Σταυρόν σου προσκυνοῦμεν δέσποτα,
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.