Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὸν

Ἦχος πλ. δ'

Νηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς, λύσωμεν πάντα σύνδεσμον ἀδικίας, διαρρήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων· πᾶσαν συγγραφήν ἄδικον διασπάσωμεν, δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος. (Δίς)

Μαρτυρικὸν

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα σαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ὁ Θεός, ἐλέησον ἡμᾶς.

Εἶτα, προσόμοια τοῦ Κυρίου Ἰωσὴφ

Ἦχος β' Ὡς ὡράθης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Φεγγοβόλους ὑμᾶς, ὡς ἀστραπὰς εἰς πάντα Κόσμον, Ἰησοῦς ὁ νοητὸς ὄντως ἥλιος ἐξαποστείλας, ἀπεμείωσε ταῖς λαμπρότησι, τοῦ ὑμῶν ἐνθέου κηρύγματος, πλάνης τὸ σκότος, θεόπται Ἀπόστολοι, καὶ ἐφώτισε τοὺς ἐν ζόφῳ, τῆς ἀγνωσίας κεκρατημένους πονηρῶς, ὅνπερ ἐκδυσωπήσατε, καταπέμψαι καὶ ἡμῖν τὸν φωτισμόν, καὶ τὸ μέγα ἔλεος.

 

Ἀρετῶν Ἠλιού, προσεπιβὰς ἅρματι θείῳ, τῇ νηστείᾳ λαμπρυνθεὶς ἀνεφέρετο, ἐπὶ τὸ ὕψος τὸ οὐράνιον. Τοῦτον ζήλωσον, ταπεινὴ ψυχή μου καὶ νήστευσον, πάσης κακίας, καὶ φθόνου καὶ ἔριδος, καὶ τρυφῆς ἀπορρεούσης, καὶ ἐνηδόνου, ὅπως ὀδύνην χαλεπὴν ἐκφύγῃς, διαιωνίζουσαν, τῆς γεέννης ἐκβοῶσα τῷ Χριστῷ. Κύριε δόξα σοι.

Ἕτερον τοῦ Κυρίου Θεοδώρου

Ἦχος πλ. α' Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ

Ἀπόστολοι θεῖοι, τοῦ Κόσμου θερμότατοι πρεσβευταί, καὶ τῶν ὀρθοδόξων προασπισταί, ἔχοντες παρρησίας τὸ κράτος, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ ἡμῶν αἰτήσασθε, δεόμεθα πανσεβάσμιοι, ἵνα τῶν Νηστειῶν, τὸν ἀγαθὸν καιρόν, εὐμαρῶς ποιησώμεθα, καὶ τῆς ὁμοουσίου Τριάδος, τὴν χάριν δεξώμεθα. Μεγαλοκήρυκες ἔνδοξοι, εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ τοῦ Μηναίου, Προσόμοια δ'

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

 

Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς ια'

Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.

Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 24 - Β', 3)

Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, καὶ ἑρπετά, καὶ θηρία τῆς γῆς, κατὰ γένος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς, κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη, κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς, κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἀνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὃ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε. καὶ ἰδού, καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανός καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.

 

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ιβ'

Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου.

Στίχ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Β', 1-22)

Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ, οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυρὸν ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις, ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξασθαι ὁδοὺς δικαιωμάτων. καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καὶ κρῖμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, βουλὴ καλὴ φυλάξει σε· ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους! Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῂ κακῂ! ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μή σε καταλάβῃ βουλὴ κακή, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾍδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας, αὐτῆς. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων, λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἀπ' αὐτῆς.

 

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

 

Ἐλέησον μὲ ὁ Θεός, ἐλέησόν με

 

ᾨδὴ α' Ἦχος πλ. β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

 

Ἐκ νεότητος Σωτήρ, τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν, ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἄν ἐν τῷ τέλει· Σῶσόν με.

 

Ἐρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.

 

Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον.

 

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπ' αὐτῶν τετραυμάτισμαι νῦν , ἐπλήσθην μωλώπων, ἀλλ' αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

 

Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ' ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σύ μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν· καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

 

ᾨδὴ β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πρόσεχε, Οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστὸν τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα».

 

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.

 

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

 

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

 

Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.

 

Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.

 

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.

Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς ἄλλος ΤΟ ΑΚΟΥΤΕ

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.

 

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρῴην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

 

Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.

 

Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

 

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἀβάτοις ταῖς ἐρήμοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον· σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι, καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν ... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα, καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

 

ᾨδὴ γ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος, Ἅγιος ὑπάρχεις καὶ Κύριος. (Δίς)

 

Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

 

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.

 

Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.

 

Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.

 

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.

 

Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων· ἀλλ' αὐτή με νῦν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἰκέσιον δέησιν, καὶ νῦν Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείαις σου, Θεοτόκον, ἄνοιξον τὰς θείας εἰσόδους μου.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα παρθένος θηλάζουσα.

 

ᾨδὴ δ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε».

 

Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.

 

Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι.

 

Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι· ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.

 

Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.

 

Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου, τὴν ζωηφόρον, ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἀνέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.

 

Γυμνός εἰμι τοῦ Νυμφῶνος, γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι, τὸ δεῖπνον ἑβρώθη, ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἐκβέβλημαι.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν ... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

 

ᾨδὴ ε'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

 

Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννῆς καὶ Ἰαμβρῆς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.

 

Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλῦνόν με Δέσποτα, τῷ λουτῆρι τῶν ἐμῶν, δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.

 

Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.

 

Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.

 

Δι' ἐμὲ Θεὸς ὢν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥῦσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν ... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῶ, τὴν τῶν ἀνθρώπων φύσιν.

 

ᾨδὴ ς'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

 

Ἀνάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.

 

Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή· Θεὸς κελεύει.

 

Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρὸς με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.

 

Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλ' ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.

Δόξα...

Τριάς εἰμι, ἁπλῆ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη· ὁ Πατήρ φησι, καὶ Υἱός, καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν ... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ταῖς πρεσβείαις, ταῖς σαῖς ἵνα δικαιωθῶμεν.

 

Κοντάκιον

Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

 

ᾨδὴ ζ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

 

Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλ' αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.

 

Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ' ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.

 

Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ Θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.

 

Ἐνέπρησεν, Ἠλιοὺ ποτέ, δὶς πεντήκοντα τῆς Ἰεζάβελ, ὅτε τοὺς τῆς αἰσχύνης πρεσβύτας, κατηνάλωσεν, εἰς ἔλεγχον τοῦ Ἀχαάβ. Ἀλλὰ φεῦγε τὴν μίμησιν τῶν δύο, ψυχή, καὶ κραταιώθητι.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία φῶτα καὶ Φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς. Ἀλλ' ἀνύμνησον, δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

 

ᾨδὴ η'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Δικαιοκρίτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.

 

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

 

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.

 

Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον ἐν ἀληθείᾳ σὲ τιμῶμεν.

 

ᾨδὴ θ'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

 

Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστᾶσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

 

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με, ὁ δὲ ἐκόμπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

 

Ζακχαῖος Τελώνης ἦν, ἀλλ' ὅμως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας· ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.

 

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύντος αὐτῇ.

 

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν· φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

 

Μὴ χείρων ὦ ψυχή μου, φανῇς δι' ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, δι' ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.

 

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Εἰς τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος β'

Ὁ σοφίσας ὑπερ ῥήτορας ΤΟ ΑΚΟΥΤΕ

 Ὁ φωστῆρας ἐν τοῖς πέρασι τοὺς Μαθητὰς ἀναδείξας, τῷ κηρύγματι Λόγε Θεοῦ, τὰς καρδίας ἡμῶν φώτισον, φωτὶ ἀρετῶν καὶ νηστείᾳ κάθαρον, διδοὺς μετάνοιαν ἐπιστροφῆς τοῖς δούλοις σου, εἰς τὸ δοξάζειν σε Σωτήρ, ὁ μόνος ὑπάρχων ὑπεράγαθος.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε μὴ παρίδῃς με, δεόμενον ἀντιλήψεως τῆς ὑπὸ σοῦ· ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου· Ἐλέησόν με.

 

Εἰς τὴν γ' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. α'

Ἁγιωτέρα τῶν Χερουβὶμ ΤΟ ΑΚΟΥΤΕ

Τὴν φαιδροτέραν τῶν ἀρετῶν, τὴν συμπολῖτιν τῶν οὐρανῶν, ἐγκράτειαν, δυσωποῦμεν, σὲ τῶν Ἀποστόλων τὴν δωδεκάδα, πρέσβευε εἰρηνικῶς διανῦσαι, καὶ κομίσασθαι τοὺς καρποὺς τῆς σωτηρίας· ὑμεῖς γὰρ ὄντως τῶν γηγενῶν ὑπάρχετε, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν ... Θεοτοκίον

Ἁγιωτέρα τῶν Χερουβίμ, ὑψηλοτέρα τῶν οὐρανῶν, πανύμνητε Θεοτόκε, σὲ ἐν ἀληθείᾳ ὁμολογοῦντες, ἔχομεν ἁμαρτωλοὶ σωτηρίαν, καὶ εὑρίσκομεν ἐν πειρασμοῖς προστασίαν· διὸ μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ δ' Ἦχος β'

Ἐλήλυθας ΤΟ ΑΚΟΥΤΕ

Ἐγκρατείας, τὰς αὐγὰς δεχομένη ἀστράφθητι, ψυχὴ καὶ ἀπόφυγε, τῆς ἁμαρτίας τὴν ζόφωσιν, ὅπως ἀνατείλῃ σοι, ἡ τῆς ἀφέσεως αἴγλη θείῳ Πνεύματι.

 

Ἀγκίστρῳ με, ἡδονῆς δελεάσας ὁ δόλιος, αἰχμάλωτον ἥρπασεν, ἀλλ' οἱ τὸν κόσμον Ἀπόστολοι, λόγῳ σαγηνεύσαντες, ἐκ τῆς αὐτοῦ με κακίας ἐκλυτρώσατε.

 

Ἐδείχθητε, τοῦ Ἡλίου τῆς δόξης αὐγάσματα Ἀπόστολοι ἔνδοξοι, πλάνης αὐχμὸν ἀπελαύνοντες, κᾀμὲ οὖν φωτίσατε τὸν ὑπὸ πάσης κακίας σκοτιζόμενον.

Θεοτοκίον

Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ θλιβόμενος, πρὸς σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ βοήθεια, τῇ σῇ Παρθένε δυνάμει τειχιζόμενος.

 

Εἱρμὸς ἄλλος Ἦχος πλ. α'

Τὰ ἔργα, τῆς οἰκονομίας ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Ἡλίου, τῆς δικαιοσύνης ὑπάρχοντες, Ἀπόστολοι, λαμπηδόνες παμφαεῖς, φωτίζετε τὸν περίγειον κόσμον, τὸν ζόφον τῆς ἀπάτης διώκοντες.

 

Λύρα ὄντες, τοῦ Σωτῆρος πνευματοκίνητος, Ἀπόστολοι, γνωρισθέντες ἐπὶ γῆς, τὸ εὔηχον μελουργεῖτε ὑμῶν ἔπος, καὶ Κόσμον πρὸς Θεὸν ἐπιστρέφετε.

Δόξα...

Τὴν Τριάδα, ἐν μοναδικῇ οὐσιότητι, δοξάζοντες ἕνα Κύριον Θεόν, ὑμνήσωμεν τὸν ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννητόν, καὶ τὸ Πνεῦμα τὸ ζῶν.

Καὶ νῦν ... Θεοτοκίον

Παρθένος, ἐν γαστρὶ συνέλαβε Κύριε, καὶ ἔτεκε, σὲ τὸν Ἐμμανουήλ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου Φιλάνθρωπε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀποστόλων, δωδεκὰς ἡ θεία καὶ πάνσεπτος, ἱκέτευε, τὸν Χριστὸν ὑπὲρ ἡμῶν, δεόμεθα διελθεῖν ἡμᾶς εὐτόνως, τὸ τεσσαρακονθήμερον στάδιον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὰ ἔργα, τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν, τὸν Προφήτην Ἀββακούμ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

 

ᾨδὴ η'

Τῶ δόγματι, τῷ τυραννικῷ ΤΟ ΑΚΟΥΤΕ

Νηστεύσωμεν, πᾶσαν ἡδονήν, πιαίνοντες τὰς αἰσθήσεις νηστείᾳ, καὶ κατανύξεως πόμα θερμῶς, πιώμεθα ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

Τῆς στάσεως, τῆς ἐκ δεξιῶν, γενέσθαι με κοινωνὸν δυσωπεῖτε, ὅταν καθίσητε κρῖναι βροτούς, σὺν Χριστῷ Ἀπόστολοι, τὸν πολλαῖς ἁμαρτίαις, καὶ κρίσει ὑπεύθυνον.

 

Ἐν ἅρματι, θείων ἀρετῶν, νηστείᾳ καθαρθέντες ἐπιβῶμεν, καὶ πρὸς αἰθέριον ὕψος τὸν νοῦν, πτερώσωμεν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Διέμεινας, ἄφλεκτος τὸ πῦρ, τεκοῦσα τῆς Θεότητος Παρθένε, ἀλλὰ κατάφλεξον πάθη ψυχῶν, τῶν πίστει βοώντων σοι, τὴν φωνὴν τοῦ Ἀγγέλου, χαρᾶς μόνη πρόξενε.

 

Εἱρμὸς ἄλλος

Οἱ ὅσιοί σου ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Πνεύματος τὰς σάλπιγγας, τοῦ Χριστοῦ τοὺς Μαθητάς, ἀνυμνοῦντες βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ὡς πρεσβευτὰς τοῦ Κόσμου, καὶ πλάνης φυγαδευτάς, τοὺς Μαθητὰς ὑμνοῦμεν Χριστοῦ· Εὐλογεῖτε βοῶντες, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τριάδα παναγίαν, τὴν ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι, ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἄρρητόν σου Τόκον, πάντες ὑμνοῦμεν βροτοί, εὐσεβῶς ἐκβοῶντες Ἁγνή· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀπόστολοι πρεσβεύσατε, ἐν εἰρήνῃ ἡμᾶς, τὰς ἱλαστηρίους ἡμέρας τελεῖν. Εὐλογεῖτε βοῶντας, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔλεγον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».

 

ᾨδὴ θ'

Ἡ τὸν ἀχώρητον Θεὸν ΤΟ ΑΚΟΥΤΕ

Ἀπερριμμένος ἡδονῶν, ἀχανὲς εἰς πέλαγος, τὴν τῆς σῆς εὐσπλαγχνίας ἄβυσσον, προσκαλοῦμαι· Κυβερνῆτά με σῶσον.

 

Τῆς εὐσπλαγχνίας ἡ πηγή, δός μοι νῦν κατάνυξιν, στεναγμόν, ὅπως ἀποκλαύσωμαι, τῶν κακῶν μου, τὰς ἀπείρους θαλάσσας.

 

Τῶν Μαθητῶν σου Ἰησοῦ, ταῖς σεπταῖς δεήσεσι, τὴν σεπτὴν δίδου μοι Ἀνάστασιν, προσκυνῆσαι, καὶ τὰ θεῖά σου Πάθη.

Θεοτοκίον

Ἡ οὐρανώσασα ἡμῶν, τὸ γεῶδες φύραμα, τῇ ἐν σοί, τοῦ Θεοῦ Πανάμωμε, ἐνοικήσει, ῥῦσαι πάντας κινδύνων.

 

Εἱρμὸς ἄλλος

Μεγαλύνομεν Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Ἐκ τῶν πηγῶν προφητικῶς, τῶν τοῦ Σωτῆρος ἐξαντλήσαντες, οἱ Ἀπόστολοι, ὕδωρ ἀθανασίας, τοῖς διψῶσι δόγματα ζωῆς, ποτίζουσι πάντοτε.

 

Τοῦ Βασιλέως οὐρανῶν, φανέντες ἄρχοντες Ἀπόστολοι, ὑπετάξατε, πᾶσαν τὴν οἰκουμένην, τοῦτον μόνον σέβειν, προσκυνεῖν, καὶ δοξολογεῖν ὡς Θεόν.

Δόξα...

Τριὰς ἀμέριστε Μονάς, ἡ παντουργὸς καὶ παντοδύναμος, ὁ Πατὴρ ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, σὺ Θεός μου Κύριος καὶ φῶς, καὶ σὲ ἀνυμνῶν προσκυνῶ.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ Μητροπάρθενε ἁγνή, μακαριοῦμεν γενεαὶ γενεῶν, ὅτι γέγονας, ἱλαστήριον Κόσμου, τὸν Σωτῆρα καὶ Δημιουργόν, ἀρρήτως κυήσασα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῶν Ἀποστόλων ὁ χορός, τοὺς ἀνυμνοῦντάς σε περίσῳζε· καὶ ἀξίωσον, ἐν κατανύξει καρδίας, τὰς ἡμέρας πάσας διελθεῖν, τῶν φωτοποιῶν Νηστειῶν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Μεγαλύνομεν Χριστέ, τὴν σὴν πανάμωμον Μητέρα ἁγνήν, ὅτι ἔτεκέ σε, ὑπερφυῶς κατὰ σάρκα, πάσης πλάνης καὶ καταφθορᾶς, ἡμᾶς λυτρωσάμενον.

 

Ἀπόστιχα τῶν Αἴνων

Ἦχος γ'

Κύριε, ἐμοὶ τῷ ἁμαρτωλῷ ἔθου μετάνοιαν, ἐμὲ τὸν ἀνάξιον, σῶσαι βουλόμενος, ἀμετρήτῳ ἐλέει σου, σοὶ προσπίπτω δεόμενος. Ἐν νηστείαις, τὴν ψυχήν μου σύγκαμψον, ὅτι πρὸς σὲ κατέφυγον, τὸν μόνον Πολυέλεον. (Δίς)

Μαρτυρικὸν

Ὡς φωστῆρες ἐν Κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἐλπὶς ἡμῶν ἐστι. Πρέσβευε τῷ ἐκ σοῦ Τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος α'

Ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ῥῦσαι ἡμᾶς Κύριε, μή ποτε εἴπωσι τὰ ἔθνη. Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν, γνώτωσαν Δέσποτα, ὅτι παρορᾷς ἁμαρτίας, λαοῦ σου μετανοοῦντος.

 

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς ιγ'

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.

Στίχ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Β', 11-21)

Ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τὴν ὑψηλὴν καὶ μετέωρον, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν, καὶ ἐπὶ πᾶν ὄρος ὑψηλόν, καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν, καὶ ἐπὶ πᾶν, πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτόῖς, εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις, καὶ ταῖς νυκτερίσι, τοῦ ἐλθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς ιδ'

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;

Στίχ. Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην.