Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ
Μνήμη
τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου
Ἰακώβου τοῦ Ἀδελφοθέου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε τὸ μνημόσυνον,
τοῦ θεαδέλφου τιμήσωμεν, ἱερῶς οἱ θεόφρονες·
ζυγὸν γὰρ δεξάμενος, τοῦ Χριστοῦ προθύμως,
τοῦ Εὐαγγελίου, τῆς ἀγαθότητος αὐτοῦ,
καὶ βασιλείας κήρυξ γεγένηται, καὶ τούτου τὴν
ἀνέκφραστον, οἰκονομίαν πιστεύεται. Δι' αὐτοῦ
Παντοδύναμε, ἱλασμὸν ἡμῖν δώρησαι.
Πάντα περιήχησε, τῆς
οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ
φθόγγος σου, δι' ὧν φωτιζόμεθα, ἀρετῆς ἐνθέου,
πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς,
πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ
ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρχης ἱκέτευε,
Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Πόρρωθεν προβλέπων
σου, τὴν πολιτείαν Ἰάκωβε, ἀδελφὸν σε προσήκατο,
Χριστὸς ὁ φιλάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύμων,
ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος,
καὶ μύστην τὰ ἀπόρρητα, ἱερουργοῦντα
μυστήρια. Ὃν καὶ νῦν καθικέτευε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Αἵματι τοῦ μαρτυρίου,
τὴν ἱερωσύνην κατεποίκιλας, Ἱερομάρτυς, Ἀπόστολε·
τῷ γὰρ πτερυγίῳ
του ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκήρυξας,
Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑπὸ
Ἰουδαίων ῥιφείς, οὐρανίων θαλάμων ἠξίωσαι,
Ἀδελφόθεε Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τριήμερος ἀνέστης
ΤΟ ΑΚΟΥΤΕ
Τὴν πᾶσάν μου ἐλπίδα
εἰς σέ, Παρθένε ἀνατίθημι, μὴ παρίδῃς,
ἀλλὰ σπεῦσον ἀγαθή, ῥυσθῆναί με
ἐν τάχει, παθῶν τῶν ἐνοχλούντων, καὶ
καθ' ἑκάστην πολεμούντων με.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ
ΤΟ ΑΚΟΥΤΕ
Κύριε, εἰ καὶ
πτερυγίῳ παρέστη, τοῦ
ἱεροῦ ὁ Ἰάκωβος, ἀλλὰ παρρησίᾳ
λαλήσας, Θεὸν Λόγον σε ἐκήρυξε, Δημιουργὸν
τοῦ παντός, κόσμῳ
ἐπιδημήσαντα· οὗ ταῖς πρεσβείαις καὶ
νῦν παράσχου, τὸν φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Στίχ.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν
ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα
τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Κύριε, εἰ καὶ ἐν
τῷ ξύλῳ ἡ κάρα,
τοῦ Ἀποστόλου συντέτριπται, ἀλλ' ἐν Παραδείσῳ
τῷ ξύλω, τῷ τῆς ζωῆς σοι προσήνεκται·
τῶν γὰρ προσκαίρων λυθείς, αἰωνίως ἀγάλλεται,
οὗ ταῖς πρεσβείαις ταῖς Ἐκκλησίαις, τὴν εἰρήνην
σου κατάπεμψον.
Στίχ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν
Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει
τὸ στερέωμα.
Κύριε, σὲ ὁμολογήσας
γενναίως, ὁ Ἀδελφόθεος γέγηθεν, Υἱὸν
τοῦ Θεοῦ τοῦ ὑψίστου, εἰλικρινῶς ὁ
ἀοίδιμος· τοὺς δὲ δυσφήμους ἐχθρούς,
κατῄσχυνε καὶ ἔπαυσε· διὰ τοῦτο καὶ ἐναθλήσας,
σοὶ παρέστη ἀγαλλόμενος.
Δόξα... Ἦχος πλ. δ'
Τοῦ ἀρχιποίμενος
Χριστοῦ, Ἀδελφὸς χρηματίσας καὶ διάδοχος,
καὶ ἐν Ἀποστόλοις ἐπίσημος, τὸν ὑπὲρ
αὐτοῦ θάνατον ἠγάπησας, καὶ τὸ μαρτύριον
οὐκ ἐπῃσχύνθης, Ἰάκωβε ἔνδοξε· Αὐτὸν
ἱκέτευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Κύριε, εἰ καὶ κριτηρίῳ
ΤΟ ΑΚΟΥΤΕ
Ἴδε μου, τῆς
συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς θεονύμφευτε,
πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώσῃ
πανάμωμε, τὰς τῶν χειρῶν μου ἁγνή, ἐπάρσεις
ὡς φιλάγαθος, ἵνα ὑμνῶ καὶ μεγαλύνω,
τὸν μεγαλύνοντα τὸ γένος ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Ὡς τοῦ Κυρίου
μαθητής, ἀνεδέξω Δίκαιε
τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον,
τὴν παρρησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν
ὡς ἱεράρχης· Πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες
τῆς Ὀκτωήχου, καὶ τοῦ Ἀποστόλου ὁ
παρὼν εἰς ς'.
Ποίημα Θεοφάνους
ᾨδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
ΤΟ ΑΚΟΥΤΕ
Τὴν δόσιν, τὴν ἀγαθὴν
Ἰάκωβε, καὶ δῶρον τέλειον, ἐκ τοῦ
Πατρὸς τῶν φώτων τοῖς
βροτοῖς, χορηγεῖσθαι διδάσκεις σαφῶς, ἧς
μετασχεῖν Ἀπόστολε, τοὺς σὲ ὑμνοῦντας
καθικέτευε.
Τῇ αἴγλῃ, σὺ
φωτισθεὶς Ἰάκωβε, τοῦ θείου Πνεύματος, καὶ
σὺν αὐτῷ τοὺς νόμους ἐκτιθείς, Ἐκκλησίας
ῥυθμίζεις ἐθνῶν, ὡς τοῦ Χριστοῦ Ἀπόστολος,
ἱεροφάντορ παμμακάριστε.
Χορείαν, τῶν Ἀποστόλων
πάνσοφε, σαφῶς ἐκόσμησας, Ἀρχιερεὺς ὡς
πρῶτος γεγονώς, αὐτουργίᾳ τοῦ Λόγου
χρισθείς, ὡς μαθητὴς θεάδελφος, ἱεροκήρυξ
μυστικώτατος.
Θεοτοκίον
Πηγήν σε, τῶν ἰαμάτων
ἔχοντες, ἀπαρυόμεθα, ὡς τὴν πηγὴν τεκοῦσαν
τῆς ζωῆς, Θεοτόκε πανύμνητε, καὶ τῶν ψυχῶν
τὴν ἴασιν, καὶ τῶν σωμάτων τὴν ἀνάκτησιν.
ᾨδὴ γ'
Εὐφραίνεται ἐπὶ σοὶ
ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται ἡ
φυλή, ἡ τοῦ Ἰούδα ἐπὶ σοὶ σήμερον,
ταῖς τοῦ Χριστοῦ βλέπουσα, σὲ μαρμαρυγαῖς ἀπαστράπτοντα.
Ἀστέρα θεολαμπῆ,
σὲ ἡ Ἐκκλησία τῶν ἐθνῶν ἔχουσα,
τὸν εὐκλεῆ κήρυκα, θείαις δᾳδουχίαις
λαμπρύνεται.
Τὸν νόμον τὸν τῆς
ζωῆς, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ τέθεικας,
ζωοποιῷ Πνεύματι, σὺ νομοθετῶν καὶ φθεγγόμενος.
Θεοτοκίον
Ὃν ἔτεκες ἐν
σαρκί, Παρθενομῆτορ ἐκ Πατρὸς λάμψαντα, τοῦτον
Ἁγνή, Ἰάκωβος, ὡς Θεὸν τῶν ὅλων
ἐκήρυττε.
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ
σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ
μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολε Χριστοῦ,
καὶ αὐτόπτα καὶ Μάρτυς, Ἰάκωβε σοφέ,
Ἀδελφόθεε μάκαρ, τοὺς πίστει ἑορτάζοντας,
τὸ σεπτόν σου μνημόσυνον, ἐλευθέρωσον, τῶν
συνεχόντων πταισμάτων, ταῖς πρεσβείαις σου, τοὺς
οὐρανοὺς ἐμβατεύων, δυνάμει τοῦ Πνεύματος.
Δόξα... Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Συγγενὴς κατὰ σάρκα
τοῦ Ἰησοῦ, χρηματίσας πρὸς τούτου χάριν
πολλήν, Ἀπόστολε εἴληφας, καὶ τοῖς πᾶσι μετέδωκας, φωτισμοῦ καὶ
γνώσεως, πανσόφου, Ἰάκωβε, καὶ εἰδώλων
πλάνην, ῥιζόθεν ἀνέσπασας· ὅθεν οἱ
τοῦ σκότους, προϊστάμενοι πλάνοι, ἀδίκως σε
κτείνουσι, τὸν Σωτῆρα κηρύττοντα· διὰ τοῦτο
βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Ὡς πανάμωμος νύμφη
τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ
Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου
πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον,
καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον,
σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι,
λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα,
φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν
παθῶν, καὶ τῆς ἄνω
μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου,
πρεσβείαις σου Ἄχραντε.
ᾨδὴ δ'
Δι' ἀγάπησιν Οἰκτίρμον
ΤΟ ΑΚΟΥΤΕ
Ἐπεβίβασας εἰς
θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς Ἀποστόλους
Σῶτερ, καὶ ἐφώτισαν τὰ ἔθνη, πρὸς τὴν
σὴν ἐπίγνωσιν, ἑλκύσαντες Κύριε.
Ἀκηλίδωτον ὡς ἔσοπτρον
δεδειγμένος, καὶ πρωτουργοὺς ἀκτῖνας, τῆς ἀκτίστου
Τριάδος, ἀκριβῶς δεξάμενος, τοῖς πᾶσιν ἐξέλαμψας.
Κυλιόμενόν σε λίθον
ἡ προφητεία, ἡγιασμένον βλέπει, καὶ συντρίβοντα
πλάνης, σαθρὰν ματαιότητα, ἰσχὺῒ τοῦ
Πνεύματος.
Θεοτοκίον
Ὑποδὺς Παρθενομῆτορ
τὴν σὴν γαστέρα, ὁ πρὸ αἰώνων Λόγος,
γεννηθεὶς ἀπορρήτως, ἐκ Πατρός, Ἰάκωβον,
Ἀπόστολον δείκνυσι.
ᾨδὴ ε'
Σὺ Κύριέ μου φῶς
ΤΟ ΑΚΟΥΤΕ
Σὺ Κύριε φωτός,
ἀστραπὴν τὸν Ἰάκωβον, ἀνέδειξας
φρυκτωροῦσαν, καὶ βροτοὺς τῆς ἀγνοίας, καὶ
πλάνης ἀπαλλάττουσαν.
Σὲ Κύριε φωνή, ἐλευθέρα
ἐκήρυξεν, ὁ δίκαιος ἀδελφός σου, μιμητής
τε τοῦ πάθους, ἐγένετο κτεινόμενος.
Τὶς βρότειός
σοι νοῦς, ἐγκωμίων ἐφύμνιον, δυνήσεται
προσκομίζειν, ἀρετῆς λαμπρυνθέντι, ταῖς χάρισιν
Ἰάκωβε;
Θεοτοκίον
Σὲ θεῖον ἀληθῶς,
εὑρηκὼς ἐνδιαίτημα, κατῴκησεν ὦ Παρθένε,
τὴν ἡμῶν σωτηρίαν, ὁ Λόγος προμηθούμενος.
ᾨδὴ ς'
Θύσω
σοι, μετὰ φωνῆς
ΤΟ ΑΚΟΥΤΕ
Στολὴν σε, τῆς νομικῆς
ἐνέδυσε κρείττονα, καί.Ἱεράρχην δεικνύει,
Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι' οἶκτον,
εἰς ἀδελφότητά σε δεξάμενος.
Ὄργανον, ἐνεργείαις
κρουόμενον Πνεύματος, πᾶσαν διάνοιαν θέλγον, καὶ
Θεῷ προσάγον τοὺς σῳζομένους, ἐκ δουλείας,
χαλεπωτάτης γέγονας ἄριστον.
Διψήσας, τοῦ τῆς
ζωῆς ἐξέπιες νάματος, καὶ ποταμοὺς ἀναβλύζεις,
θεορρημοσύνης τῆς σῆς κοιλίας, ἁλλομένους,
τῇ οἰκουμένῃ τῷ
θείῳ Πνεύματι.
Θεοτοκίον
Εὔα μέν, παρακοῇ
τὸν θάνατον ἔτεκεν, ἡ Θεοτόκος ζωὴν δέ,
συλλαβοῦσα τέτοκε τὴν ἀγήρω, καὶ τὸ πάλαι,
ὑπὲρ πάντων ἀπέτισεν ὄφλημα.
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως
Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων
λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς
πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς
ΤΟ ΑΚΟΥΤΕ
Ὁ τοῦ Πατρὸς
μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς
ἐπ' ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε
θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων,
Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον,
τῶν μυστηρίων τῶν πνευματικῶν· ὅθεν σε πάντες
τιμῶμεν Ἀπόστολε.
Ὁ Οἶκος
Τὸν γόνον σε τοῦ
Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην,
Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν
ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς,
καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν
δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων,
καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην
καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν
γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν,
καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν
θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα
σε πάντες τιμῶμεν Ἀπόστολε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ
ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου
ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ
Ἀδελφοθέου.
Στίχοι
Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ
Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ.
Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς
ἡμῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν,
Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου.
Στίχοι
Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ,
Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ.
Ὁ
Ὅσιος πατὴρ ἡμῶν Νικηφόρος ὁ ἱδρυτὴς
τὴν ἐν Χαρσιανῷ Μονῆς καὶ ὁ Ὅσιος
Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται.
Οἱ
Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς
στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ἐν τῇ καμίνῳ
ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἐν καμίνῳ τῷ ὑπερώῳ πυρσευόμενος, Θείου παρουσίᾳ
Πνεύματος μυστικῶς, ὁ Ἰάκωβος ἐβόησεν·
Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης
σου Κύριε.
Η ἐκ τοῦ ὕψους,
πνοὴ βιαία τὸν Ἰάκωβον, γλώσσῃ πυριμόρφῳ φθέγγεσθαι τοῦ Θεοῦ, μεγαλεῖα
παρεσκεύασεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ
τῆς δόξης σου Κύριε.
Τῆς θεωρίας, τῆς
πρακτικῆς σὺ ἐκτιθέμενος, δέλτον ἐκ πυξίδος
ὥσπερ πνευματικῆς, τοὺς ἀνθρώπους ἐβελτίωσας·
Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ
Κύριος.
Θεοτοκίον
Ὁ ἀναπλάσας, κόσμον
ἐν μήτρᾳ σου Θεόνυμφε, θείας λειτουργίας δείκνυσι
τελεστήν, τὸν Ἰάκωβον κραυγάζοντα· Εὐλογημένη
σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.
ᾨδὴ η'
Χεῖρας ἐκπετάσας Δανιὴλ
ΤΟ ΑΚΟΥΤΕ
Χεῖρας ἐκπετάσας
κραταιάς, τοὺς Ἀποστόλους σου Σῶτερ εὐλόγησας,
ἐπανερχόμενος Δέσποτα, πρὸς τὸν ἄναρχον Πατέρα
σου, καὶ παρεσκεύασας αὐτοὺς μέτ' εὐφροσύνης
βοᾶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου
τὸν Κύριον.
Ὥσπερ ἐπηγγείλω ἀψευδῶς, τοῖς, Ἀποστόλοις
σου Πνεῦμα ἀπέστειλας, τούτου, Ἰάκωβος Δέσποτα,
τῇ λαμπρότητι λαμπόμενος, τὴν οἰκουμένην ἀστραπαῖς,
καταγλαΐζει φαιδρῶς, καὶ κραυγάζει· Πάντα τὰ
ἔργα ὑμνεῖτε τὸν Κύριον.
Σοφίαν Ἰάκωβε
σοφέ, τὴν ἐνυπόστατον ἔσχες διδάσκαλον,
μυσταγωγοῦσάν σε ἄρρητα, καὶ ἀνέκφραστα
μυστήρια, καὶ πρὸς εὐσέβειαν λαούς, μέλπων
διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ὄρος ἐκφανθεῖσαν
νοητόν, Παρθένε ἄχραντε, Προφήτης βλέπει σε·
ἐκ σοῦ ὑπέρτιμος λίθος γάρ, ἐκτμηθεὶς
περιεσώσατο, τὴν οἰκουμένην ἀληθῶς, ἐνθέως
ψάλλουσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας
Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
ᾨδὴ θ'
Λίθος ἀχειρότμητος ὄρους
ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε τὸν πρωτόθρονον
πάντες, τῆς Ἐκκλησίας τὸν φωστῆρα, ἱεροῖς
Ἰάκωβον ὕμνοις, ὡς ἱεράρχην καὶ θεῖον
κήρυκα, τὸν φερωνύμως Δίκαιον, ὀνομασθέντα
μεγαλύνωμεν.
Θείας κοινωνὸν ὡς
φανέντα, ἀτελευτήτου βασιλείας, καὶ Θεοῦ
κληρωθέντα ἀδελφόν, καὶ πολιτείαν ἐπαληθεύουσαν,
προσηγορίᾳ δείξαντα, σὲ μεγαλύνομεν Ἰάκωβε.
Θρόνῳ παριστάμενος Μάκαρ, στεφανηφόρος
τῆς Τριάδος, πίστει τοὺς τιμῶντάς σε πόθῳ,
τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ
Ἰάκωβε, τὸν σὸν Δεσπότην καθικέτευε.
Θεοτοκίον
Σὺ τὸν ἐκ Παρθένου
τεχθέντα, ἀπειρογάμως Θεοφάντορ, ταῖς μυσταγωγίαις σου σαφῶς Θεόν,
διδάσκεις σεσαρκωμένον Λόγον, εἰς ὃν περ καὶ
πιστεύοντες, νῦν ἐπαξίως μεγαλύνομεν.
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος
ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος
ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις·
διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς
ΤΟ ΑΚΟΥΤΕ
Ὡς Ἱεράρχης πρώτιστος,
τῆς καινῆς Διαθήκης, ὡς μέγιστος Ἀπόστολος,
ὡς σοφὸς Ὑποφήτης, καὶ Μάρτυς ὢν ἀληθείας,
παρὰ πάντας πλουτήσας, ἐξαίρετον ἀξίωμα,
ἀδελφός τοῦ Κυρίου, νῦν πρὸς αὐτόν,
λίθοις ἀναιρούμενος μετετέθης, παρ' οὗ ἡμῖν
Ἰάκωβε, λύσιν αἴτει πταισμάτων.
Θεοτοκίον
Ἡ φοβερὰ τῆς κρίσεως,
καὶ μεγάλη ἡμέρα, νῦν ἐπὶ θύραις
ἕστηκεν· ὅρα πρόσεχε νῆφε, ψυχή μου καὶ
ἐκ καρδίας, πρόσπεσον τῇ Παρθένῳ, καὶ
μόνῃ Θεομήτορι, δάκρυσιν ἐκβοῶσα· Πάσης
Ἁγνή, τιμωρίας ῥῦσαί με δυσωπῶ σε, καὶ
δεξιοῖς προβάτοις με, σύνταξον τοῦ Υἱοῦ
σου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους
δ' καὶ ψάλλομεν τὰ παρόντα τρία Προσόμοια
Στιχηρά, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Τῶν εὐσεβούντων
τὰ πλήθη, νῦν ἱερὰν ἑορτήν, χαρμονικῶς
τελοῦντες, ἀλαλάξωμεν πάντες, πιστῶς ἀνευφημοῦντες,
ψαλμοῖς καὶ ᾠδαῖς, τὸν θεάδελφον σήμερον,
καὶ μαθητὴν τοῦ Κυρίου, ὅστις ἀεί, ἱκετεύει
τοῦ σωθῆναι ἡμᾶς.
Τῆς κατὰ σάρκα
Κυρίου, ἐπιδημίας Σοφέ, ἀδελφὸς ἀνεδείχθης,
μαθητὴς καὶ αὐτόπτης, τῶν θείων μυστηρίων,
φυγὰς σὺν αὐτῷ, ἐν Αἰγύπτῳ γενόμενος,
σὺν Ἰωσὴφ τῇ Μητρί τε τοῦ Ἰησοῦ,
μεθ' ὧν πρέσβευε σωθῆναι ἡμᾶς.
Τῶν Ἀποστόλων ὁ
δῆμος, σὲ ἐξελέξατο, ἱερατεύειν πρῶτον,
ἐν Σιὼν τῇ ἁγίᾳ, Χριστῷ τῷ εὐεργέτῃ,
ὡς ὄντα αὐτοῦ, τῆς κατὰ σάρκα γεννήσεως,
καὶ ἀδελφὸν συνοδίτην καὶ ὀπαδόν, τῶν
ἰχνῶν αὐτοῦ, Ἰάκωβε.
Δόξα... Ἦχος α'
Βυζαντίου
Ἐν τῇ πυρίνῃ
αἴγλῃ τοῦ θείου Πνεύματος φωτισθείς, τῆς
εὐσεβείας ὤφθης θεῖος ζηλωτής, Ἀδελφόθεε
Ἰάκωβε· ὅθεν καὶ στολὴν σε νομικῆς ἱερωσύνης,
ὡς Ἀαρὼν τοῦ πάλαι, τιμιωτέραν ἐνέδυσεν
ὁ δι' οἶκτον εἰς ἀδελφότητα δεξάμενος·
Αὐτὸν ἱκέτευε, Ἀποστόλων Ἔνδοξε, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς
δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ
παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων
σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν
λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος
τοῦ Ἀποστόλου ᾨδὴ γ' καὶ ς'.
Ἀπόστολος
Ἀδελφοί, γνωρίζῳ ὑμῖν...
Ζήτει Κυριακὴ κ'
Εὐαγγέλιον κατὰ Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν
ὁ Ἰησοῦς εἰς τὴν πατρίδα αὐτοῦ...
Ζήτει τῇ γ' τῆς ιε' Ἑβδομάδος
τοῦ Ματθαίου
Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
αὐτῶν. Ἀλληλούϊα.