ΤΡΙΤΗ Β΄ ΗΧΟΣ
Στιχηρὰ προσόμοια Δεσποτικὰ
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Μόνε ἀναμάρτητε Χριστέ, μόνε ἀνεξίκακε μόνε, πηγὴ χρηστότητος, ἴδε μου τὴν στένωσιν, ἴδε τὴν θλίψιν μου, καὶ οὐλὰς τῶν τραυμάτων μου, ἐξάλειψον πάσας, καὶ ἐν τῷ ἐλέει σου, σῶσον τὸν δοῦλόν σου, ὅπως ἀθυμίας τὰ νέφη, πόρρω ἐκδιώξας δοξάζω, σὲ τὸν ὑπεράγαθον Σωτῆρά μου.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Βλέψον, ὦ ψυχή μου ταπεινή, ἴδε σου τὰ ἔργα ὁποῖα, εἰσὶ παμβέβηλα, ἴδε σου τὴν γύμνωσιν, φεῦ καὶ τὴν μόνωσιν· καὶ γὰρ μέλλεις χωρίζεσθαι, Θεοῦ καὶ Ἀγγέλων, καὶ πρὸς ἀτελεύτητον, ῥίπτεσθαι βάσανον. Νῆψον, διεγέρθητι, σπεῦσον, βόησον· Ἡμάρτηκα Σῶτερ, δός μοι τὴν συγχώρησιν καὶ σῶσόν με.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σῶμα κατεμόλυνα δεινῶς, ἔφθειρα ψυχὴν καὶ καρδίαν, καὶ λογισμοῖς ῥυπαροῖς, πάσας τὰς αἰσθήσεις μου, κατετραυμάτισα, ὀφθαλμοὺς ἐβεβήλωσα, ἐσπίλωσα ὦτα, λόγοις γλῶσσαν ἔχρανα, καὶ πάντα ἔχω αἰσχρά· ὅθεν σοι προσπίπτων κραυγάζω· Δέσποτα Χριστὲ ἥμαρτόν σοι, ἥμαρτον συγχώρησον καὶ σῶσόν με.
Ἔτερα Στιχηρὰ τοῦ Προδρόμου, ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις. καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Σπεῦσον ἐξελοῦ με πειρασμῶν, ἔνδοξε Κυρίου Προφῆτα, καθικετεύω σε· μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντές με, κατ' ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπάσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μή με καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον Παμμάκαρ, ὅτι σύ μου πέλεις καταφύγιον.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Στείρας ὁ πανάγιος βλαστός, βλάστημα τερπνὸν τῆς ἐρήμου, ἡ χελιδὼν ἡ τερπνή, ἀηδὼν ἡ εὔλαλος, περιστερὰ ἡ χρυσή, τὴν στειρεύουσαν πάντοτε, ἀθλίαν ψυχήν μου, εὔκαρπον ἀνάδειξον, ἀγαθῶν πράξεων, ὅπως ἐκβλαστάνουσα στάχυν, τὸν ἑκατοστεύοντα Μάκαρ, ἔνθεον προσάξῃ σοι τὴν αἴνεσιν.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ῥῦσαι αἰωνίου με πυρός, σκότους ἀφεγγοῦς καὶ ἀνάγκης, καὶ πάσης θλίψεως, πάσης κακουχίας τε, πάσης στενώσεως, ἱκετεύω σε Πρόδρομε, καὶ δεῖξον μερίδος, τόν αὐτοκατάκριτον, ὄντα τοῖς πταίσμασι, Μάκαρ, σῳζομένων εὐχαῖς σου, ἔνθα τῶν Ἁγίων χορεῖαι, καὶ χαρὰ ὑπάρχει ἡ ἀνέκφραστος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνῆτις μοι φάνηθι, θαλάσσῃ τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμῳ γαληνῷ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τῇ θείᾳ σκέπῃ σου προστρέχοντα.
Ἀπόστιχα ΤΟ ΑΚΟΥΤΕ
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός, δέξαι με, Πάτερ, μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τῆς ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος β'
Ἐννοοῦσα ψυχή μου, τῆς φρικτῆς ἡμέρας τὴν ἔτασιν, τρόμαξον τὴν ἀνταπόδοσιν τῆς αἰωνίου κολάσεως, καὶ ἐν μετανοίᾳ βόησον δακρύουσα, ὁ Θεός, ἥμαρτον ἐλέησόν με.
Ἐρευνῶν μου τὸ συνειδὸς τὸ κατάκριτον, δειλιῶ σου τὸ φοβερὸν δικαστήριον Κύριε, ὅτι οὐκ ἔστιν ἐξ ἔργων σωτηρία, ἀλλ' ὡς ἔχων τὸν πλοῦτον τῆς εὐσπλαγχνίας, οἰκτείρησόν με Χριστέ, ὁ Θεός, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες· Χαῖρε ἡ ῥάβδος, ἐξ ἧς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἐλέησόν με, εἶπεν ὁ Δαυΐδ, κἀγώ σοι κράζω· Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι· ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι καὶ δέομαι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, μὴ παρίδῃς με δεόμενον, ἀντιλήψεως τῆς παρὰ σοῦ· ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου, ἐλέησόν με.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα
Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ
Εὐσπλαγχνίας τὴν ἄφθονον πηγήν, Ἰορδάνου κατέδυσας ῥοαῖς Ἰωάννη· ὅθεν ἐκτενῶς καθικετεύω σε, πάθεσι πολλοῖς καταποντούμενον, πελάγει με τοῦ βίου καθ΄ ἑκάστην χαλεπῶς, εὐπροσδέκτοις σου εὐχαῖς, ζωῆς πρὸς λιμένα χειραγώγησον.
Μαρτυρικὸν
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν κυβέρνησον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τίς εἶδε, τίς ἤκουσε Μητέρα τίκτουσαν, τὸν ἑαυτῆς Δημιουργόν, ἀπειράνδρως θηλάζουσαν τὸν διδόντα τροφὴν πάση σαρκὶ; ὢ τοῦ θαύματος! θρόνος Χερουβικός, ἐδείχθη ἡ γαστήρ σου, Θεοτόκε κεχαριτωμένη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κανὼν Κατανυκτικὸς
ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἑαυτοὺς ἀδελφοί, πρὸ τῆς ἐξόδου κλαύσωμεν πικρῶς, ὅπως δάκρυσι καλοῖς, φύγωμεν δάκρυα τιμωρίας, ἔχοντα οὐδὲν τότε ὄφελος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Μυριάκις Χριστέ, ἐπηγγειλάμην τοῦ μετανοεῖν, καὶ ἀναίσθητον ψυχήν, ἔχων τοῖς σφάλμασι περιπίπτω, οἴκτειρον Σωτὴρ τὴν ἀσθένειάν μου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ βασάνων πυράν, ὑπενεγκόντες θείῳ δροσισμῷ, ἀθλοφόροι τοῦ Χριστοῦ, πυρὸς γεέννης λυτρώσασθέ με, πάθη χαλεπὰ περικείμενον.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰσχυροὶ κατ' ἐχθρῶν, ἀναδειχθέντες σθένει θεϊκῷ, τὴν ἀνίσχυρον αὐτῶν, κατεπαλαίσατε δυναστείαν, Μάρτυρες Χριστοῦ ἀξιάγαστοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φλογοφόρε λαβίς, ἣν Ἡσαΐας ἔβλεψε ποτέ, τὰ ὑλώδη τῆς ἐμῆς καρδίας πάθη, Θεογεννῆτορ φλέξον, καὶ εἰς τέλος ἀφάνισον.
Κανὼν τοῦ Προδρόμου. οὗ ἡ Ἀκροστιχίς.
Βαπτιστὰ τήνδε τὴν δέησιν προσδέχου. Ἰωσήφ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Βαπτιστὰ καὶ Πρόδρομε Χριστοῦ, καταβαπτιζόμενον, διηνεκῶς ταῖς ἡδοναῖς τοῦ σώματος, τὸν νοῦν μου κυβέρνησον, καὶ τὰ κύματα τῶν παθῶν καταπράϋνον, ὅπως ἐν γαλήνῃ, θείᾳ γεγονὼς ὑμνολογήσω σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπορρήτω λάμψας φωτισμῷ, ἄστρον ὡς πολύφωτον, τῆς νοητῆς ἀνατολῆς προέδραμες, ὑφ' ἧς καταυγάζεσθαι, τὴν καρδίαν μου Βαπτιστὰ καθικέτευε, τὴν ἐσκοτισμένην, πάσαις τῶν δαιμόνων ἐπιθέσεσι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ποταμῷ τὴν ἄβυσσόν ποτέ, Πάνσοφε κατέδυσας, κατακλυσμὸν ἐργαζομένην χάριτι, πάσης παραβάσεως, ἀλλὰ δέομαι τοὺς χειμάρρους μακάριε, τῶν ἐμῶν πταισμάτων, ξήρανον ἐνθέῳ μεσιτείᾳ σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς ἁγνῆς Παρθένου συγγενής, μάκαρ ἐχρημάτισας, τῆς τὸν Θεὸν σωματωσάσης Πρόδρομε, μεθ' ἧς σε γεραίρομεν, καὶ δεόμεθα, οἱ τῷ θείῳ τεμένει σου, νῦν περιπολοῦντες, οἴκους ἡμᾶς ποίησον τοῦ Πνεύματος.
ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ῥαθυμίας νυσταγμῷ, ἐβαρύνθην τὴν ψυχήν, διέγειρόν με, πρὸς ἐγρήγορσιν Χριστέ, μετανοίας τοῦ ποιεῖν, τὰ σὰ προστάγματα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Μή με δείξῃς Ἰησοῦ, ἐν ἡμέρᾳ φοβερᾷ, κατεγνωσμένον, ἀλλὰ πρὸ τῆς τελευτῆς, ἐπιστρέψας χαλεπῆς, ῥῦσαι κολάσεως.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ τὰ πάθη τοῦ Χριστοῦ, μιμησάμενοι καλῶς, ἐνθέοις τρόποις, ἀθλοφόροι Χριστοῦ, τῆς ψυχῆς μου τὰ δεινά, πάθη ἰάσασθε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἵνα τῶν ἐν οὐρανοῖς, ἀϊδίων ἀγαθῶν, ἀξιωθῆτε, πᾶσαν πεῖραν δεινῶν, ἀθλοφόροι ἐπὶ γῆς, στερρῶς ἠνέγκατε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ παντός, καὶ φέρεις τοῦτον, ἐν ἀγκάλαις Ἁγνή, τὸν τὰ σύμπαντα, χειρὶ φέροντα πάντοτε.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμα μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεός ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰάτρευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, καταύγασον ἐνθέῳ σου μεσιτείᾳ, Κυρίου Πρόδρομε, καὶ πάσης ῥῦσαί με, ἐναντίας δέομαι περιστάσεως.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στειρώσεως ἀπέλυσας τὴν τεκοῦσαν, τεχθεὶς Θεοῦ προνοίᾳ, σοφὲ Προφῆτα, στειρεύουσαν οὖν ἔργασαι καρποφόρον, νῦν τὴν καρδίαν μου, Κυρίου Πρόδρομε, ἀρετῶν ἐκφέρουσαν τὰ βλαστήματα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν πόθῳ σοι δειμάμενον θεῖον οἶκον, τῆς ἄνω κληρουχίας τυχεῖν δυσώπει, τοὺς πίστει τῷ τεμένει σου λειτουργοῦντας, ναοὺς τοῦ Πνεύματος, τοῦ θείου ποίησον, Βαπτιστὰ καὶ Πρόδρομε μεσιτείαις σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀγάλλεται ὁ Πρόδρομος ἐν νηδύϊ, φερόμενος μητρῷα, καὶ προσεκύνει, τὸν Κύριον φερόμενον σῇ νηδύϊ, θεοχαρίτωτε, ὃν καθικέτευε, ἀπὸ πάσης θλίψεως λυτρωθῆναί με.
ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Σεσυλημένον μe πάντοθεν, καὶ πτωχεύοντα Λόγε, καθορῶν ὁ δυσμενής, τῇ ἀπωλείᾳ μου τέρπεται ὁ δολιόφρων. Κύριε τῆς δόξης, πλουτιστὰ τῶν ἀπόρων, τῆς αὐτοῦ με, κακουργίας ἐξελοῦ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Χεῖρας καὶ ὄμματα Κύριε, κατερρύπωσα πράττων, ἃ οὐκ ἔξεστι ποιεῖν, καὶ εἰς ὀργὴν συνεκίνησα τοὺς οἰκτιρμούς, σου, καταδαπανήσας τὴν σὴν μακροθυμίαν, ἐπιβλέψας, οἴκτειρόν με, ἀγαθέ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς θαυμαστὸς ὁ Θεὸς ἡμῶν, ἐν ἁγίοις ὑπάρχει, πειθαρχήσασιν αὐτῷ, καὶ καθελοῦσι τὰ ξόανα τῆς ἀπωλείας, καὶ κληρωσαμένοις Παραδείσου τὸ πλάτος, οὗ περ πάλαι ἐξεβλήθη ὁ Ἀδάμ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥείθροις αἱμάτων μακάριοι, ἀνεστείλατε λύθρον, προσαγόμενόν ποτε, δαίμοσι πρᾶσιν ὀλέθριον, ἐπ' ἀπωλείᾳ καὶ φθορᾷ, τῶν αὐτοῖς προσαγόντων ἀνθρώπων· διὰ τοῦτο, μακαρίζεσθε ἀεί.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μεμυημένος ἐν Πνεύματι, Προφητῶν Θεοτόκε, ὁ περίδοξος χορός, τὸ ὑπὲρ νοῦν σου μυστήριον ποικιλοτρόπως, τοῦτο προχαράττει, ἱεροῖς ἐν συμβόλοις, ὧν τὸ πέρας καθορῶμεν τηλαυγῶς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοῦ κλίναντος οὐρανούς, καὶ βροτοῖς ὁμιλήσαντος, τὴν κάραν ὑπέκλινας, τῇ δεξιᾷ σου, πανόλβιε, ᾗ με περιφρούρησον, ἐν ταπεινώσει φυλάττων τὴν καρδίαν μου.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ ἔρημος σὲ πολίτην, ἡ ἄβατος ἔσχηκε, μακάριε Πρόδρομε· ὅθεν βοῶ σοι· Τὴν ἔρημον πάσης θείας πράξεως, γεγενημένην ψυχήν μου περιποίησον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόμον θεῖον ἐκδικῶν, παρανόμως ἀνῄρησαι· διὸ ἱκετεύω σε, παρανομοῦντά με πάντοτε, καὶ δελεαζόμενον, ταῖς τῶν δαιμόνων, ἀπάταις ἐπανόρθωσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δειμάμενος σεαυτόν, τοῦ Δεσπότου ἀνάκτορον, πρὸς θεῖα σκηνώματα, νῦν μεταβέβηκας Πρόδρομε, ὧν τυχεῖν ἱκέτευε, τὸν σοὶ πανάγιον οἶκον ἀνεγείραντα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπίβλεψον ἐπ' ἐμέ, τὸν νοσοῦντα Πανάμωμε, καὶ λῦσον τὰ πάθη μου, τὰ χαλεπὰ καὶ δυσίατα, ὅπως μεγαλύνω σε, τὴν μεγαλύνασαν ἄπαν τὸ ἀνθρώπινον.
ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἁμαρτίας συνάπτω, ἀφρόνως ταῖς ἁμαρτίαις, καὶ ἀνάνευσις οὐκ ἔστιν ἐν τῷ θανάτῳ μου, οἴμοι! πῶς ὀφθήσομαι Χριστῷ;
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ναυαγήσας ὡς πλοῖον, ἀπώλεσά μου τὸν φόρτον, ὅν μοι δέδωκας Οἰκτίρμον, καὶ νῦν πενόμενος κράζω· Μὴ παρίδῃς με Χριστέ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς τὴν δόξαν παριδόντες, τὴν κάτω καὶ πατουμένην, οὐρανίου ἀθλοφόροι, κατηξιώθητε δόξης, συνυπάρχοντες Χριστῷ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συμπαθείας τῆς πρὸς σάρκα, τὸν νοῦν χωρίσαντες πίστει, τὰς βασάνους οἰκειοῦσθε ἐρωτικῶς, ἀθλοφόροι, οἰκειούμενοι Χριστῷ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δανιήλ σε ὄρος μέγα, ἐν πνεύματι ἐθεώρει, Θεοτόκε, ἐξ οὗ λίθος ἀποτμηθείς, ἐκλεπτύνει τῶν δαιμόνων τὰ γλυπτά.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς προχοαῖς, Ἰορδάνου τοῖς ῥείθροις, τῆς ἀφθαρσίας, Πρόδρομε βαπτίσας Χριστὸν δυσώπει, τὰς ἀναβλύσεις τῶν παθῶν μου ξηρᾶναι, καὶ χειμάρρουν τρυφῆς κληρώσασθαι, καὶ τὴν τῶν δικαίων τερπνὴν ἀγαλλίασιν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤδη θρηνῶ, καὶ συστέλλομαι φόβῳ, καὶ ἀπορίᾳ πάντοτε συνέχομαι, ἐννοῶν μου τὰ πεπραγμένα, καὶ τὴν μέλλουσαν δίκην τὴν φρικώδη, εὔσπλαγχνε Κύριε, φεῖσαί μου, τοῦ σοῦ Βαπτιστοῦ παρακλήσεσιν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νομοθετῶν, τοῖς λαοῖς σωτηρίαν, ἐν μεταγνώσει Πρόδρομε, πταισμάτων γενησομένην, μέσον τοῦ νόμου καὶ τῆς χάριτος ἔστης· διὰ τοῦτο ἐκδυσωποῦμέν σε, τρόποις μετανοίας ἡμᾶς καταφαίδρυνον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δός μοι καιρόν, μετανοίας ῥαθύμως, τὸν παρελθόντα ὅλον δαπανήσαντι, Εὐεργέτα, ἔχων εἰς τοῦτο δυσωποῦντά σε Λόγε, Ἰωάννην τὸν μέγαν Πρόδρομον, καὶ τῆς μετανοίας παγκόσμιον κήρυκα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπιβουλαῖς, καὶ ἐνέδραις τοῦ πλάνου, ἐθανατώθην. Δέσποινα Πανάμωμε, ζώωσόν με ἡ τετοκυῖα, τὴν ζωὴν τῶν ἁπάντων, Θεοτόκε τὴν ἐνυπόστατον, ἵνα σε ὑμνῶ εὐσεβῶς τὴν Πανάμωμον.
ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κᾀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὡς πάλαι Χαναναία κραυγάζω σοι Σωτήρ, Υἱὲ Θεοῦ ἐλεήσας με οἴκτειρον· ψυχὴν γὰρ πάσχουσαν ἔχω ἐν δεινοῖς, καὶ μὴ ἑαυτῆς εἰς αἴσθησιν, βουλομένην νῦν ἐλθεῖν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ταράσσει με ἀμέτρων κλυδώνιον παθῶν, ὡς τῇ θαλάσσῃ ποτὲ ἐπετίμησας, καὶ ἔσωσας τοὺς ἁγίους μαθητάς, κᾀμὲ Ἰησοῦ ἀνάγαγε, καὶ διάσωσον Χριστέ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐξέστησαν Ἀγγέλων ἀσώματοι χοροί, τὴν καρτερίαν ὑμῶν τὴν ἐν σώματι, καὶ ᾔνεσαν τὸν παρέχοντα ὑμῖν, σεπτοὶ ἀθληταὶ καὶ δύναμιν, καὶ καμάτων ἀμοιβήν.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥαινόμενοι αἱμάτων οἰκείων ταῖς ῥοαῖς, καὶ ὀφθαλμοὺς ἐκκεντούμενοι Μάρτυρες, πηγνύμενοι ὑπὸ κρύους χαλεποῦ, πρὸς θάλψιν ζωῆς μετέβητε, ἀνυμνοῦντες τὸν Χριστόν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τράπεζα τὸν ἄρτον χωρεῖς τὸν μυστικόν, ἐξ οὗ φαγόντες, οὐκέτι λιμώττομεν Πανύμνητε, οἱ εἰδότες σε Χριστοῦ, τοῦ πάντων Θεοῦ γεννήτριαν, καὶ τροφὸν ὡς ἀληθῶς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ φωνὴ ἡ τὸν λόγον κηρύξασα, πάντων τὰς φωνὰς προσδεξάμενος αἴτησαι, ἁμαρτιῶν συγχώρησιν, δωρηθῆναι τοῖς πίστει ὑμνοῦσί σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Συντριβὴν τῆς ψυχῆς μου θεράπευσον, τῶν ἁμαρτιῶν τὸ φορτίον διάλυσον, καὶ παρ' ἐλπίδα σῶσόν με, ταῖς εὐχαῖς σου μακάριε Πρόδρομε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰησοῦν ὃν χειρί σου ἐβάπτισας, Πρόδρομε ἱκέτευε χειρός με ῥύσασθαι, τῆς ἁμαρτίας αἴροντα, πρὸς αὐτὸν ἀεὶ χεῖρας πανένδοξε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νυσταγμῷ ἀμελείας συνέχομαι, ὕπνος ἁμαρτίας βαρεῖ τὴν καρδίαν μου, τῇ σῇ ἀγρύπνῳ Πάναγνε, μεσιτείᾳ ἐξέγειρον σῶσόν με.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Νόμους τοὺς σοὺς ἠθέτησα, ὑπήχθην τε ταῖς ἀλόγοις ἐπιθυμίαις, πράττων τὰ μὴ ἀνήκοντα Χριστέ, ὅτι ἐματαιώθην ἐν τῇ ἀπονοίᾳ μου, ὥσπερ ἄλλος οὐδεὶς ἀνθρώπων ἐπὶ γῆς· μὴ οὖν ἐάσῃς με, Σῶτερ, ἀπολέσθαι, διὰ φιλανθρωπίαν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐν ἀνομίαις Κύριε, ἰδοὺ ἐγὼ συνελήφθην, ὡς ὁ Δαυῒδ κραυγάζω, καὶ ὡς ἡ Πόρνη δακρύω, καὶ ὡς παραπικραίνων δοῦλος παρεπίκρανα, σὲ τὸν μόνον ὑπάρχοντα Θεόν ἀγαθόν· μὴ οὖν ἐάσῃς με, Σῶτερ, ἀπολέσθαι, διὰ φιλανθρωπίαν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μαρτυρικῶς ἠγώνισται, δῆμος τῶν ἀθλοφόρων, μαρτυρικῶς ἐστέφθη τῇ ζωηφόρῳ δεξιᾷ, ὅτι ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγάπησε, τὸν τὰ πάντα πεποιηκότα λόγῳ, καὶ νῦν ἐν οὐρανοῖς, χαίρων ἀπολαύει, τῆς θείας κληρουχίας.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὀφθαλμοὺς ἐκκεντούμενοι, καὶ ἀφαιρούμενοι χεῖρας, καὶ πόδας εὐθυδρόμως, πρὸς οὐράνιον οἱ εὐκλεεῖς, ἐστέλλοντο πορείαν, καθυποσκελίζοντες τὰς πορείας τοῦ μόνου πολεμήτορος. Αὐτῶν ταῖς προσευχαῖς, σῶσον πάντας Λόγε, τοὺς σὲ δοξολογοῦντας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ Χερουβεὶμ δοξάζουσι, τὰ Σεραφεὶμ ἀνυμνοῦσι, θρόνοι καὶ Ἐξουσίαι, καὶ Κυριότητες ἀεί, τὸν ὑπὲρ νοῦν σου τόκον, Μαρία Πανύμνητε, ὅτι μόνη Θεὸν κυοφορεῖς ἐν σαρκί, ὃν αἴτησαι Ἁγνή, πάντας ἡμᾶς σωθῆναι, τοὺς πόθῳ σε τιμῶντας.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προρρίζους ἀξίνῃ σου τῆς μετανοίας, ἐκτίλας τοὺς μώλωπας, τῆς ἐμπαθοῦς καρδίας μου, ἐμφύτευσον Πρόδρομε, θείαν ἀπάθειαν, φόβον τε ἁγνότατον Θεοῦ, πάσης κακίας ἀλλοτριοῦντά με.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥοαῖς ὡς ἐβάπτισας τοῦ Ἰορδάνου, στεγάζοντα ὕδασι, τὰ ὑπερῷα Κύριον, αὐτὸν καθικέτευε, ὕδωρ δωρήσασθαι, θείας κατανύξεως, ἀεὶ τοῖς ὀφθαλμοῖς μου ἔνδοξε Πρόδρομε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, Ἀμνὸν Θεοῦ Πρόδρομε, κηρύξας, τοῦτον αἴτησαι, ἐρίφων τῆς μοίρας με, δεῖξαι ἀλλότριον, καὶ τοῖς δεξιοῖς αὐτοῦ, κᾀμὲ συναριθμῆσαι, προβάτοις ἔνδοξε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στειρεύουσα φέρει σε νηδὺς Παρθένε, ἐγγάστριον φέρουσαν, τὸν Λόγον σωματούμενον, ὃν θείοις σκιρτήμασιν, ὁ μέγας Πρόδρομος, στείρας ὁ πανάγιος καρπός, ἐπέγνω χαίρων, καὶ προσεκύνησε.
ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἵνα θεώσῃς ἡμᾶς, ἐσαρκώθης δι' οἶκτον, οὐ συνῆκα δὲ ὅλως, δουλωθεὶς ταῖς ἡδοναῖς, τῇ σῇ ἀγαθωσύνῃ, ἐπίστρεψόν με Χριστέ, ἡ πάντων σωτηρία.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Σὺ ὁ ποιμὴν ὁ καλός, πλανηθεῖσαν εἰς ὄρη, παραβάσεως Λόγε, τὴν ἀθλίαν μου ψυχήν, ἐπίστρεψον καὶ σῶσον, μή με τελείως ἐχθρός, ὁ πλάνος καταπίῃ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στῶμεν ἀνδρείως ὁμοῦ, ἀνεβόων ἀλλήλοις, οἱ τερπνοὶ ἀθλοφόροι, αἰκιζόμενοι δεινῶς. Χριστὸς ἰδοὺ προτείνει, τῆς νίκης τοὺς στεφάνους, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰσχυροτάταις νευραῖς, τῶν στερρῶν ὑμῶν πόνων, ἀπεπνίξατε ὄφιν, τὸν βουλόμενον ὑμᾶς, δελεάσαι κακούργως, καὶ παραδείσου τρυφῆς, ὤφθητε, κληρονόμοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἵνα θεώσῃ ἡμᾶς, ὁ Θεὸς ἐσαρκώθη, ἐξ ἁγνῶν σου αἱμάτων, καὶ ἐγένετο βροτός, Παρθένε Θεοτόκε, ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν σὲ τιμώντων.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δίδου δεξιάν, ἐμοὶ χαμαὶ κειμένῳ, ὁ δεξιὰν ἐκτείνας Πρόδρομε, καὶ λούσας τοῖς ὕδασι τὸν ἀμόλυντον, καὶ ῥῦσαί με τοῦ μολυσμοῦ τοῦ σώματος, ὅλον ἀποκαθαίρων, τῇ μετανοίᾳ καὶ σῶσόν με.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔχουσα ψυχή, καιρὸν τοῦ μεταγνῶναι, τῆς ἀμελείας τὸν βαθύτατον, ὕπνον ἀποτίναξον, καὶ σπουδαίως ἐπαγρύπνησον, βοῶσα τῷ Δεσπότῃ σου· Εὔσπλαγχνε οἴκτειρόν με, τοῦ Βαπτιστοῦ παρακλήσεσιν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χείμαρροι παθῶν, καὶ ὕδατα κακίας, ἕως ψυχῆς μου ἐπεισήλθοσαν, μακάριε Πρόδρομε, σπεῦσον τάχος ἐξελέσθαι με, ὁ ποταμοῦ τοῖς ῥεύμασι, λούσας τῆς ἀπαθείας, τὸ γαληνότατον πέλαγος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οἴμοι τῷ πολλά, κακὰ πεποιηκότι! οἴμοι τῷ μόνῳ παροργίσαντι, Θεὸν τὸν πανάγαθον! Βαπτιστὰ Χριστοῦ βοήθει μοι, καὶ βράβευσον πταισμάτων μου λύσιν, καὶ τῶν χρεῶν μου, ἀποκοπὴν μεσιτείαις σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὕψιστον Θεόν, σαρκὶ ἀποτεκοῦσα, ἀπὸ κοπρίας με ἀνάστησον, παθῶν τῶν θλιβόντων με, καὶ δεινῶν ὅλον πτωχεύσαντα, ταῖς θείαις καταπλούτισον, Πάναγνε ἀρεταῖς με, ὅπως ὑμνῶ σε σῳζόμενος.
ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; ἢ τίς ἑώρακέ ποτε, ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα; Τοιοῦτόν σου τὸ θαῦμα, καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὢ πῶς φρικτὸν ὑπάρχει σου τὸ βῆμα, ἐν ᾧ κριθῆναι προσδοκῶ, καὶ οὐκ αἰσθάνομαι ὅλως τούτου τὸ ἔμφοβον, ἐν ἀμελείᾳ τὸν πάντα διάγων χρόνον! ἐπίστρεψόν με, μόνε δημιουργέ, ὁ Μανασσῆν ἐπιστρέψας πλημμελήσαντα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στῆσον Χριστέ, τὰ ῥεύματα βοῶ σοι, τῶν ἀμετρήτων μου κακῶν, ὄμβρους διδοὺς μοι δακρύων, ἐναποπλύνοντας τὸν μολυσμόν, ὃν ὑπέστην ἐξ ἀφροσύνης, καὶ σῶσόν με ὁ σώσας, τὴν ἐκ ψυχῆς μετανοήσασαν, Πόρνην τῷ ἐλέει σου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ φωταυγὴς τῶν θείων ἀθλοφόρων μνήμη, ὡς ἥλιος ἡμῖν, ἐξανατείλασα πᾶσι, τῆς γῆς τοῖς πέρασι φωταγωγεῖ, καὶ τὸ σκότος ἀποδιώκει τῆς εἰδωλομανίας, καὶ τῶν παθῶν τῶν ψυχοφθόρων τὸν ζόφον, θείῳ Πνεύματι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Φάλαγξ σεπτή, στρατὸς τροπαιοφόρος, καὶ ἐκλεκτὴ παρεμβολή, δῆμος ἁγίων Μαρτύρων, χορὸς μακάριος χοροστασίαις συνήφθη τῶν Ἀσωμάτων. Αὐτῶν Χριστὲ πρεσβείαις, πάντας ἡμᾶς τῆς σῆς Βασιλείας, μετόχους ποίησον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτιστικαῖς αὐγαῖς, τοῦ ἐκ γαστρός σου ἐξανατείλαντος ἡμῖν, καὶ ἀθεΐας τὴν νύκτα ἐξαφανίσαντος, Παρθενομῆτορ Μαρία, φώτισον πάντας τοὺς πίστει σε τιμῶντας, καὶ ἀφεγγοῦς λύτρωσαι σκότους, ἐν ὥρᾳ κατακρίσεως.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰλύος με λύτρωσαι, τῆς ἁμαρτίας Κύριε, ἀναμάρτητε μόνε καὶ πολυέλεε, ταῖς τοῦ Βαπτιστοῦ ἱκεσίαις, τοῦ σὲ παντὶ κηρύξαντος κόσμῳ, Ἀμνὸν Θεοῦ αἴροντα, τῶν ἀνθρώπων ἁμαρτήματα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ῥόδον ἡδύπνοον, ὡς εὔοσμον κυπάρισσον, ὡς ἀμάραντον κρίνον, ὡς μύρον τίμιον, ἔχων σε Κυρίου Προφῆτα, τῆς τῶν ἐμῶν ἔργων δυσωδίας, εὐχαῖς σου ῥυσθήσομαι, ὁ προστρέχων ἐν τῇ σκέπῃ σου.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στειρεύειν ἀκάρπων με, παμμάκαρ ἔργων ποίησον, ἀρετῶν εὐτεκνίαν ἀεὶ προσφέροντα, τέκνον με Κυρίου ποιοῦντα, καὶ κοινωνὸν θείας βασιλείας, καὶ τῆς ὁμηγύρεως, τῶν Ἁγίων ὁμοδίαιτον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡμῖν τοῖς ποθοῦσί σε, καὶ πόθῳ σε γεραίρουσι, καὶ τῷ θείῳ ναῷ σου περιχορεύουσι, δίδου οὐρανόθεν τὴν λύσιν τῶν δυσχερῶν, Πρόδρομε Κυρίου, καὶ βίου διόρθωσιν, καὶ πταισμάτων ἀπολύτρωσιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φερόμενον ἅπαντα, τὸν φέροντα τῷ νεύματι, ἐν γαστρὶ προσεκύνεις τῆς Θεομήτορος, μεθ' ἧς ἐκδυσώπει Προφῆτα, τὴν ταπεινὴν σῴζεσθαι ψυχήν μου, πολλοῖς περιπίπτουσαν, καθ' ἡμέραν πλημμελήμασιν.
Ἀπόστιχα τῶν Αἴνων Κατανυκτικὰ
Πάντας ὑπερβάλλω τῇ ἁμαρτίᾳ, τίνι μαθητεύσω τῇ μετανοίᾳ; ἐὰν στενάξω ὡς ὁ Τελώνης, νομίζω βαρεῖν τοὺς οὐρανούς, ἐὰν δακρύσω καθὼς ἡ Πόρνη, μιαίνω τοῖς δάκρυσι τὴν γῆν· ἀλλὰ δός μοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὁ Θεὸς καὶ ἐλέησόν με.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ Ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τὸν σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ Ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης, Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμεν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τὸν Λῃστὴν ὑπερβέβηκα, καὶ τὴν πόρνην τοῖς πάθεσιν, οἰκτείρησόν με Σωτήρ, τὸν αὐτοκατάκριτον.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Καταδύσας τὴν ἄβυσσον, εὐσπλαγχνίας ἐν ὕδατι, Πρόδρομε ταῖς σαῖς εὐχαῖς, τὰ πάθη μου μείωσον.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Οἱ τῆς πλάνης τὰ ῥήματα, τῶν αἱμάτων τοῖς ῥεύμασι, ψύξαντες Χριστοῦ Ἀθληταί, ἀξίως δοξάζεσθε.
Δόξα...
Ῥητορεύων ὡς γέγραπται, νοῦς ἀνθρώπων οὐ δύναται, Θεότητος μίαν ἀρχήν, ὑμνεῖν τρισυπόστατον.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ἀφλέκτως κυήσασαν, τὸν Θεὸν τὸν προάναρχον, ἐγκωμίων πάντες ᾠδαῖς, ἀπαύστως ὑμνήσωμεν.