ΤΡΙΤΗ Α΄ ΗΧΟΣ
Στιχηρὰ προσόμοια Δεσποτικὰ
Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἁμαρτημάτων πελάγει περιαντλούμενος, καὶ ἐν βυθῷ πταισμάτων, συνεχόμενος ὅλως, βοῶ σοι τῷ Δεσπότῃ· Τῶν χαλεπῶν, καὶ ποικίλων με λύτρωσαι, πειρατηρίων τοῦ βίου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, Ὑπεράγαθε.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Βεβυθισμένος ὑπάρχων ἐξ ἀπογνώσεως, καὶ πονηρίας πλήρης, λογισμῶν ἐναντίων, πρὸς σέ μου τὰς ἐλπίδας, Λόγε Θεοῦ, ἀνεθέμην ὁ ἄθλιος, ἀπὸ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν, ἐπιθέσεώς με λύτρωσαι.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Κατοικτειρήσας ὁ Κτίστης ἄπαν τὸ ποίημα, διὰ φιλανθρωπίας, καὶ ἀφάτου πτωχείας, ὁ αἴρων τὴν τοῦ κόσμου, Λόγε Θεοῦ, ἁμαρτίαν ὡς εὔσπλαγχνος, ἆρον κᾀμοῦ τὸ φορτίον, καὶ τὸν κλοιόν, τὸν βαρύτατον ἐλάφρυνον.
Ἔτερα τοῦ Προδρόμου
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Προφῆτα θαυμάσιε Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, τὴν ξηρανθεῖσαν καρδίαν μου, τοῖς ἀτοπήμασι, ποταμοὺς δακρύων, ἀενάως ποίησον, προχέειν δυσωπῶ σε πρεσβείαις σου, ὅπως σῳζόμενος, διὰ σοῦ ὁ πολυώδυνος, μεγαλύνω τὸν σὲ μεγαλύναντα.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Προφῆτα μακάριε πρὸς σέ, τὰς ἐλπίδας πάσας μου, καὶ τὴν ζωὴν ἀνατίθημι, τῆς προσδοκίας μου, ὁ Χριστὸν βαπτίσας, Ἰησοῦν τὴν ἄβυσσον, τὸν αἴροντα τοῦ κόσμου τὰ πταίσματα, τοῦτον ἱκέτευε, Ἰωάννη τὴν καρδίαν μου, δυσωπῶ σε, καθᾶραι καὶ σῶσαί με.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ὁ κήρυξ τῆς χάριτος Χριστοῦ, ὁ πᾶσι μετάνοιαν, προκαταγγείλας τοῖς ἔθνεσι, τὴν παναθλίαν μου, καὶ πεπωρωμένην, ψυχήν, θεῖε Πρόδρομε, προσμένειν μετανοίᾳ εὐόδωσον, καὶ τὰ θελήματα, τοῦ Κυρίου πράττειν πάντοτε, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι· Τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.
Ἀπόστιχα Κατανυκτικὰ ΤΟ ΑΚΟΥΤΕ
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα, σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία, Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι ἐκράζετε· Γενέσθω Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος α'
Ἐν ἀνομίαις συλληφθείς, ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με ὁ Θεός, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἄρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν, δεῦτε προσπέσωμεν αὐτῇ· παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, τοῦ πρεσβεύειν καὶ σῴζειν ἀπὸ ὀργῆς, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω· Ἡμάρτηκα, σῶσόν με.
Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ με στῆναι, Κριτὰ δικαιότατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Ἀπόθου, ὦ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε νῦν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν τοῦ ἀθανάτου Νυμφίου. Δέξαι, λέγουσα, καὶ μὴ ἀπώσῃ με, Λόγε, λιταῖς τῆς τεκούσης σε.
Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάλαι ταῖς ῥοαῖς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοῖς με βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν φιλάνθρωπον, διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπρόσδεκτος.
Μαρτυρικὸν
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι, Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι' ὑμῶν, πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Νηδὺϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ, Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι, τὸν δοῦλόν σου.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς.
(ἄνευ τῶν Θεοτοκίων)
Δέχοιο Χριστὲ τούς δε, ἐμοὺς λόγους, Λόγε
Ἰωσὴφ
ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δουλούμενος πάθεσι, τῆς ἁμαρτίας, προσπίπτω σοι Κύριε, ὅπως ἀποδείξῃς με, τούτων ἐλεύθερον, δοξάζοντά σου ἐκτενῶς, τὴν ἀγαθότητα.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐπλήγην ὁ ἄθλιος, τῆς ἁμαρτίας, ῥομφαίᾳ καὶ τέθνηκα, καὶ ὁρῶν με κείμενον, ἐχθρὸς ἀγάλλεται, ὁ ἀναστήσας τοὺς νεκρούς, ζώωσον, σῶσόν με.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χοροὶ ἐδοξάσθησαν, τῶν ἀθλοφόρων, σεπτοῖς αὐτῶν μέλεσι, τὸν Χριστὸν δοξάσαντες, σάρκα φορέσαντα, καὶ διὰ πάθους τὴν φθορὰν ἐξαφανίσαντα.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ πύργοι καὶ πρόμαχοι, τῆς Ἐκκλησίας, οἱ ἔνδοξοι μάρτυρες, προσβολαῖς ἀκλόνητοι, ἐχθροῦ διέμειναν. Αὐτῶν πρεσβείαις ὁ Θεός, ζώωσον πάντας ἡμᾶς.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὡς θρόνος πυρίμορφος, φέρεις τὸν κτίστην, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν παλάτιον, τὸν βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
Ἕτερος κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Φωνῆς ἄκουσον τῶν βοώντων σοι Μάκαρ. Ἰωσήφ.
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φωνὴ ἐχρημάτισας, τοῦ Λόγου, Μάκαρ· διὸ τὰς φωνὰς ἡμῶν, ἃς πρὸς σὲ ποιούμεθα, προσδέχου Πρόδρομε, ἐλευθερῶν ἡμᾶς κακῶν, τῇ μεσιτείᾳ σου.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ὄρθρος ὡς ἥλιος, ἐξανατείλας, φωτίζεις τὰ πέρατα, καὶ σκοτίζεις πνεύματα, τὰ πονηρότατα· διὸ τὸν ζόφον τῆς ἐμῆς, ψυχῆς ἀπέλασον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκροῖς τὴν ζωὴν ἡμῶν, ἐλευσομένην, ἐκήρυξας Πρόδρομε· διὸ καὶ τὰ νεκροῦντα με πάθη θανάτωσον, δεῖξον θείας κοινωνόν, Μάκαρ λαμπρότητος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἡ μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, Παναγία Δέσποινα, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.
ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἴδε τὴν ἐμὴν ἀσθένειαν, ὁ φορέσας ταύτην, ἴδε τῆς ψυχῆς μου, τὴν δεινὴν ἀμορφίαν, πρόσχες τῇ φωνῇ μου, Χριστὲ πολυέλεε, καὶ μεταποίησον αὐτῆς, τὸ εἰδεχθές, εἰς εὐμορφίαν Σωτήρ.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Σῶσον Ἰησοῦ τὸν ἄσωτον, σῶσόν με τὸν μόνον, σοῦ τοὺς σωτηρίους, παραβάντα νόμους, καὶ πᾶσαν ἁμαρτίαν, ἀλόγως τελέσαντα, καὶ ὑπαχθέντα λογισμοῖς, σοῦ Ἀγαθὲ ἀλλοτριοῦσί με.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τάξις Ἀσωμάτων Ἅγιοι, τὴν ὑμῶν ἀνδρείαν, ὄντως κατεπλάγη, πῶς ἐν τῷ σταδίῳ, ἀθλοῦντες παραδόξως, καὶ πίπτοντες σώμασιν, ἀσάρκους πάντας δυσμενεῖς, θείᾳ ῥοπῇ κατηδαφίσατε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔτι τῶν πληγῶν τοῖς αἵμασι, περιηνθισμένοι, ἔτι τῶν αἱμάτων τῷ λύθρῳ Ἀθλοφόροι, σταζόμενοι Κυρίῳ, παρέστητε χαίροντες, τῷ ἀθανάτῳ Βασιλεῖ, νικητικῶς καταστεφόμενοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τίκτεις, ὃν Πατὴρ ἐγέννησε, πάντων πρὸ αἰώνων, τρέφεις τὸν τροφέα, πεῖραν ἀνδρὸς μὴ γνοῦσα. Παράδοξον τὸ θαῦμα! καινὸν τὸ μυστήριον, θεοχαρίτωτε! διὸ πᾶσα πιστῶν ψυχὴ δοξάζει σε.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στείρας ἐξ ἀκάρπου Πρόδρομε, ἱερῶς βλαστήσας, ὤφθης καρποφόρος, γεωργίαις θείαις· διό μου τὴν καρδίαν, παντοίων στειρεύουσαν, εὔτεκνον ποίησον καλῶν, ὅπως πιστῶς ἀεὶ δοξάζω σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄρτῳ οὐρανίῳ στήριξον, τὴν ἐμὴν καρδίαν, Μάκαρ, παρειμένην, ταῖς πονηραῖς μελέταις, καὶ δίδου μοι προθύμως, ποιεῖν τὰ θελήματα, τοῦ πανοικτίρμονος Θεοῦ, ὅπως πιστῶς ἀεὶ δοξάζω σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κόσμου ἁμαρτίαν αἴροντα, τὸν Ἀμνὸν κηρύξας, τῶν ἁμαρτιῶν μου, τὸ βαρὺ φορτίον, μακάριε Προφῆτα, ἐλάφρυνον δέομαι, κατάνυξίν μοι χορηγῶν, ῥύπου παθῶν ἀποκαθαίρουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὅλον τὸν Ἀδὰμ ἐφόρεσεν, ἐκ σοῦ Θεοτόκε, ὅλος σαρκοφόρος, προελθὼν ὁ Λόγος. Αὐτὸν οὖν, Θεοτόκε, δυσώπει με ῥύσασθαι, ἐκ πειρασμῶν παντοδαπῶν, καὶ τοῦ πυρός τοῦ αἰωνίζοντος.
ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Πνεύματι προβλέπων, προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὃν ἔδωκάς μοι πλοῦτον, ἐσκόρπισα κακῶς, ἐκτελῶν τὰ ἄτοπα, καὶ γέγονα γυμνός, ἐνδεδυμένος τὰ ἔργα τῆς ἀτιμίας· διὸ βοῶ σοι· Καταφαίδρυνον στολαῖς με, θείᾳ κατανύσσων με χάριτι.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὑπήχθην ἀπονοίᾳ, καὶ πέπτωκα δεινῶς, καὶ εἰς γῆν κατάκειμαι, ἀνίατα νοσῶν, ἀνάστησόν με τῶν πεπτωκότων ἡ στάσις, καὶ ἐπὶ πέτραν σωτηρίου μετανοίας, στήριξον Χριστὲ τὴν καρδίαν μου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σταυρῷ τὸν ὑψωθέντα, μιμούμενοι Χριστόν, ὁμιλοῦντες μάστιξιν, ἠγάλλοντο ὁμοῦ, οἱ Ἀθλοφόροι, καὶ τῶν αἱμάτων τοῖς ὄμβροις, πολυθεΐας ἀναστείλαντες χειμάρρους, ῥεῖθρα ἰαμάτων πηγάζουσι.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Διέπλευσαν ἀβρόχως, βασάνων τὸ σφοδρόν, καὶ πικρὸν κλυδώνιον, οἱ θεῖοι Ἀθληταί, τῇ κυβερνήσει τῆς σωτηρίου ἐλπίδος, καὶ πρὸς τοὺς ἄνω, προσωρμίσθησαν λιμένας, πάσης θυμηδίας πληρούμενοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἐξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί, πῶς ὁ ἀθεώρητος, μορφῇ τῇ καθ΄ἡμᾶς, ἐκ σοῦ ὠράθη, Παρθένε Θεοκυῆτορ, ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑφάνας σωτηρίου, ἱμάτιον σαυτῷ, τῇ γυμνώσει σώματος, Κυρίου Βαπτιστά, γεγυμνωμένον πάσης ἀγαθοεργίας, ἐπένδυσόν με δυσωπῶ δικαιοσύνης, καὶ ἀγαλλιάσεως ἔνδυμα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σταγόνα σωτηρίας, ἑπόμβρισον κᾀμοί, τηκομένῳ Πρόδρομε, αὐχμῷ τῶν ἡδονῶν, ὁ καταδύσας ἐν ταῖς ῥοαῖς Ἰορδάνου, τρυφῆς χειμάρρουν, Ἰησοῦν τὸν ζωοδότην, ὅπως κατὰ χρέος δοξάζω σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐκ Ἄγγελος οὐ πρέσβυς, διέσωσεν ἡμᾶς, ἀλλ' αὐτὸς ὁ Κύριος, ἐλθὼν ἐπὶ τῆς γῆς, οὗ τὰς εὐθείας ὁδοὺς ἡτοίμασας, Μάκαρ, ὃν νῦν δυσώπει, ὑποδεῖξαί μοι τήν τρίβον, τὴν πρὸς Βασιλείαν εἰσάγουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε, ὑπὲρ νοῦν. Αὐτὸν δυσώπει ἁμαρτιῶν, ἡμᾶς ῥύπου ἀποκαθᾶραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.
ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐπλήσθην παραπτώσεων, πολλῶν καὶ χαλεπῶν, Δέσποτα οἰκτίρμον μακρόθυμε, οἰκτείρησόν με τὸν κατάκριτον, καὶ μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Τελώνην ἐδικαίωσας, στενάξαντα, Χριστέ· τοῦτον οὖν κᾀγὼ ἐκμιμούμενος, τύπτω τὸ στῆθος, καὶ κραυγάζω σοι· Ἱλάσθητί μοι, μόνε εὔσπλαγχνε καὶ οἰκτίρμον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ ἅγιοί σου, Κύριε, φωστῆρες ἀπλανεῖς, ὤφθησαν τῆς πλάνης, διώκοντες νύκτα βαθεῖαν, καὶ φωτίζοντες, τὴν οἰκουμένην πᾶσαν, θαυμάτων δᾳδουχίαις.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπέρτιμοι ὡς λίθοι σε, τὴν πέτραν τῆς ζωῆς, Δέσποτα, ποθοῦντες οἱ Μάρτυρες, διὰ βασάνων κυλιόμενοι, πᾶσαν οἰκοδομίαν, κατέστρεψαν τῆς πλάνης.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἐν δύο ταῖς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος, Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν ἔρημον κατῴκησας, ὡς πάλαι Ἠλιού, Πρόδρομε Χριστοῦ· διὸ τὴν καρδίαν μου, ἐρημωθεῖσαν πλημμελήμασιν, ἐπιμελείᾳ θείᾳ, βελτίωσον Παμμάκαρ.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς στῦλος ἀπερίτρεπτος, καὶ βάσις τῶν πιστῶν, μέγιστος Χριστοῦ, γενόμενος, Πρόδρομε, τὸν λογισμόν μου σαλευόμενον, ταῖς μηχαναῖς τοῦ πλάνου, ἀπερίτρεπτον δεῖξον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκροὶ εὐηγγελίσθησαν, τὸ φῶς τὸ ἐκ Φωτός, λάμψαν ἐπὶ γῆς, φωτί σου, μακάριε, καὶ οἱ ἐν σκότει ἐφωτίσθημεν· διὸ καταύγασόν με, δεινῶς ἀμαυρωθέντα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Βασίλισσαν Παρθένον σε, κηρύττει ὁ Δαυΐδ, ἄχραντε Ἁγνή· διὸ ἱκετεύω σε, τῆς οὐρανίου Βασιλείας με, ποίησον κληρονόμον, ἵνα σε μακαρίζω.
ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου, Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Συνετρίβη τὰ ὀστᾶ, τῆς ἀθλίας μου ψυχῆς, καὶ τῷ βάρει τῶν πολλῶν, κατεκάμφθην, ἡδονῶν, βοήθει μοι, Χριστέ, ἡ μόνη πάντων βοήθεια.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐν πελάγει τῶν δεινῶν, καὶ τῇ ζάλῃ τῶν παθῶν, ἐμπεσὼν ἀναβοῶ· Παντοδύναμε Χριστέ, ἀνάγαγε, τῇ κραταιᾷ σου χειρί, καὶ σῶσόν με.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μυριόλεκτος πληθύς, τῶν ἁγίων ἀθλητῶν, μυριάδας νοητῶν, κατεπάτησαν ἐχθρῶν, καὶ ἥνωνται, ταῖς μυριάσι τῶν οὐρανίων Νόων.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ ξηράναντες βυθόν, ἀθεΐας ἀθληταί, τὸν χειμάρρουν τῆς τρυφῆς, ἐκληρώσασθε· διό, ξηράνατε, τὰς διεκχύσεις τῆς ἁμαρτίας μου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἁγιάσματος σκηνή, δεδειγμένη, Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ μετάνοιαν ἐν γῇ, καταγγείλας, Βαπτιστά, μετανοίας μοι ὁδούς, ὁδηγούσας με πρὸς φῶς, ὑπόδειξον, καὶ τῶν βαράθρων τῆς πλάνης ῥῦσαί με.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς τὴν ἄβυσσον ῥοαῖς, καταδύσας ποταμοῦ, τὰς ἀβύσσους τῶν ἐμῶν, ἀποξήρανον παθῶν, παρέχων μοι, δακρύων ὄμβρους, Πρόδρομε, κήρυξ Χριστοῦ.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσημάτων ψυχικῶν, καὶ παθῶν τῶν σαρκικῶν, τῶν τοῦ βίου δυσχερῶν, καὶ παντοίων πειρασμῶν, καὶ θλίψεων, διάσωσόν με, Κυρίου Πρόδρομε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τὴν Μητέρα τοῦ Θεοῦ, καὶ καλὴν ἐν γυναιξί, δυσωπῶ σε ἐκτενῶς, μὴ παρίδῃς με, Ἁγνή, ἀλλ' οἴκτειρον, καὶ πάσης βλάβης σῶον συντήρησον.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ἐν καμίνῳ παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὑπομονὴν ἐξήσκησεν Ἰώβ, καὶ ἔμεινε, πάσαις προσβολαῖς τοῦ πονηροῦ ἀκλόνητος, καθάπερ πύργος ὁ γενναῖος, τοῦτον ζήλου πάντοτε, καὶ μηδαμῶς, ὦ ψυχή, ὀκλάσῃς ἐν τοῖς δεινοῖς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Σωματικαῖς ἡττήθην ἡδοναῖς, καὶ γέγονα ἄλογος, ὑπάρχων λογικός. Λόγε Θεοῦ, ὁ διὰ λόγου Πόρνην σώσας, σῶσόν με τὸν δείλαιον, ἵνα ὑμνῶν εὐλογῶ, τὴν σὴν ἀγαθότητα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λελυτρωμένοι Μάρτυρες σοφοί, τῷ Αἵματι τοῦ σαρκὶ παθόντος δι' ἡμᾶς, ὑπὲρ αὐτοῦ προθύμως εἵλεσθε, κενῶσαι τὰ οἰκεῖα αἵματα· διὸ ἀπαύστως αὐτῷ συμβασιλεύετε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἰκοδομίᾳ ἄθλων ἱερῶν, παλάτιον ὤφθητε Σοφοὶ περιχαρές, ἐν ᾧ Χριστὸς ἐπανεπαύσατο, ὁ μόνος Βασιλεὺς καὶ Κύριος, ὁ πρὸς μονὰς οὐρανῶν, μεταβιβάσας ὑμᾶς.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἐκ γενεῶν πασῶν σε ὁ Χριστός, Πανύμνητε, μόνην ᾑρετίσατο αὐτῷ, οἷα σεμνὴν καὶ καθαρὰν εἰς κατοικίαν, καὶ ἐκ σοῦ ὡς ἥλιος, ἐξανατείλας τὴν γῆν, πᾶσαν ἐφώτισεν.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς παλαιὰς καὶ νέας γεγονώς, πανάριστε, ἔνδοξος μεσίτης, Βαπτιστά, μεσίτευσον παλαιωθέντα ἁμαρτίαις, ὅλον καινουργῆσαί με, τὸν καινουργὸν τοῦ παντός, ἐκδυσωπῶν Ἰησοῦν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νομοθετῶν μετάνοιαν ἐν γῇ, ἐπέφανας, Πρόδρομε Χριστοῦ καὶ Βαπτιστά, ἣν ἐκτελεῖν πάντας ἐνίσχυσον εὐχαῖς σου, ὅπως λυτρωθείημεν, ἐκ τῶν ἀμέτρων κακῶν, ὧν πλημμελοῦμεν ἀεί.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ τὴν στενὴν διώδευσας ὁδόν, ἐγκράτειαν πᾶσαν μετερχόμενος Σοφέ, καὶ πλατυσμῷ, θεωριῶν τῶν φανωτάτων, ὅλως κατηγλάϊσαι, ὧν ἐντρυφᾷν καὶ ἡμᾶς δίδου, Χριστόν δυσωπῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁμοφυῆ τριάδα οἱ πιστοί, δοξάζομεν ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, ἰσοβασίλειον οὐσίαν, μίαν κυριότητα, μίαν ἀρχήν, καὶ ζωήν, ζωοποιοῦσαν ἡμᾶς.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἱκετηρίαν ἄχραντε Θεῷ, προσάγαγε, ὅπως παραβλέψηται, ἡμῶν τὰ πταίσματα, καὶ τὰς ἀμέτρους ἁμαρτίας, καὶ διαιωνίζοντος ἐλευθερώσῃ ἡμᾶς, πυρὸς κολάζοντος.
ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι Στρατιαί, ὡς κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰωνας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Γυμνόν με εἰργάσατο, παντοίων ἀρετῶν, ὁ ὄφις ὁ δόλιος, κακίστῃ συμβουλῇ, στολαῖς ἐναρέτοις καταφαίδρυνον νῦν, ὁ γυμνώσας τούτου, Σωτήρ μου τὴν κακίαν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὁ κρῖναι ἐρχόμενος, τὸ γένος τῶν βροτῶν, Κριτὰ δικαιότατε, ἐν ὥρᾳ φοβερᾷ, κατάκριτον ὄντα, μὴ ἐκπέμψῃς με, εἰς πῦρ τὸ τῆς γεέννης, ἀλλ' οἴκτειρον καὶ σῶσον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑμᾶς παναοίδιμοι, Κυρίου Ἀθληταί, οὐ θλίψις, οὐ κίνδυνος, οὐ ξίφος, οὐδὲ πῦρ ἐχώρισεν, ὅλως τῆς ἀγάπης Χριστοῦ, τοῦ δι' εὐσπλαγχνίαν, ἡμᾶς ἠγαπηκότος.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σαρκὶ συμπλεκόμενοι, ἀσάρκῳ δυσμενεῖ, αὐτὸν κατεβάλετε, γενναῖοι Ἀθληταί, καὶ σὺν Ἀσωμάτοις συγχορεύετε, ἰώμενοι πάθη, ψυχῶν τε καὶ σωμάτων.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὡς κρίνον κοιλάσι, τοῦ βίου εὑρηκώς, ἐν σοὶ κατεσκήνωσεν, ὁ πάντων φυτουργός, ὀσμαῖς ἐναρέτοις καὶ σεμνότητος νῦν, κατευωδιάζων, ἡμᾶς Θεογεννῆτορ.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μόνος ὑπὲρ πάντας πλημμελήσας, τοὺς ἐπὶ γῆς γεννηθέντας, μόνος γεγένημαι, παραβάτης τῶν σῶν νόμων, Κύριε· διό με διὰ τοῦ Προδρόμου, οἰκτείρησον καὶ σῶσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄγγελος τοῖς τρόποις ἀνεδείχθης, Βαπτιστὰ Ἰωάννη, βουλῆς τὸν Ἄγγελον τῆς μεγάλης κηρύττων τοῖς πέρασι· διό σε ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κάραν ἐκτμηθεὶς ἀδίκως, Μάκαρ, ὁ καταδύσας τὴν κάραν, Χριστοῦ ἐν ὕδασιν, ἐνδυνάμωσον πάντας πρεσβείαις σου, τοῦ πλάνου συμπατεῖν τὴν κάραν, τὴν ὄντως ὀλεθρίαν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄπασι τὰς τρίβους τὰς φερούσας, πρὸς τὰς θείας εἰσόδους, Μάκαρ, ὑπόδειξον, ἐν αὐταῖς, ὅπως περιπατήσαντες, νυμφῶνος θείου κληρονόμοι, γενώμεθα εὐχαῖς σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ῥῦσαί με ἀτόπου ἁμαρτίας, καὶ φλογὸς τῆς γεέννης, σκότους κολάζοντος, καὶ βρυγμοῦ τῶν ὀδόντων, καὶ σκώληκος, Παρθένε, μόνη προστασία, τοῦ γένους τῶν ἀνθρώπων.
ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἰδοὺ καιρὸς μετανοίας, καὶ καθαρᾶς ἐργασίας, ἰδοὺ ἡμέρα του φωτός, ἐπεργάζου τὰ ἔργα, φεῦγε τὸ σκότος τῶν παθῶν, τὸν ὕπνον ἐκδίωξον, τῆς κακίστης ῥαθυμίας, ψυχή μου, ὅπως γένῃ θείου φέγγους κοινωνός.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὡς ὁ Τελώνης στενάζω, ὥσπερ ἡ Πόρνη δακρύω, ὡς ὁ Λῃστὴς ἀναβοῶ· Μνήσθητί μου, οἰκτίρμον, καὶ ὡς ὁ Ἄσωτος υἱός, κραυγάζω τό· Ἥμαρτον, προσπίπτω σοι, ὥσπερ ἡ Χαναναία· Ἐλεῆμον, μὴ παρίδῃς με, Χριστέ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σωματικῶν παθημάτων, καὶ ψυχικῶν συντριμμάτων, ὤφθητε ὄντως ἰατροί, παραδόντες τὸ σῶμα πρὸς αἰκισμοὺς καρτερικῶς, πρὸς βίαιον θάνατον, πανεύφημοι Ἀθληταὶ τοῦ Κυρίου· διὰ τοῦτο μακαρίζεσθε ἀεί.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡλιακῶν λαμπηδόνων, ἐναπαστράψασα πλέον, ἡ καρτερία τῶν σοφῶν, τοῦ Χριστοῦ Ἀθλοφόρων, σκότους τὸν ἄρχοντα σαφῶς, ἠφάνισαν χάριτι, καὶ ἔλυσαν ἀθεΐας τήν νύκτα, καὶ καρδίας κατεφώτισαν πιστῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Φωτιστικαῖς λαμπηδόσι, τοῦ ἀνατείλαντος Λόγου, ἐκ τῆς ἁγίας σου γαστρός, Θεοτόκε Παρθένε, καὶ καταυγάσαντος τῆς γῆς τὰ πέρατα, φώτισον τὴν ψυχήν μου, ἡδονῶν ἀμαυρώσει σκοτισθεῖσαν, ἵνα πίστει σε ὑμνῶ.
Κανὼν Τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰδοὺ ὁ λύχνος ὁ φαίνων, τοῖς ἐν τῷ σκότει τοῦ βίου, ἡ καλλικέλαδος ἰδοὺ χελιδών, ἡ τὸ ἔαρ πᾶσι μηνύουσα Χριστόν, ὁ μέγιστος Πρόδρομος, μεσίτης τε παλαιᾶς καὶ τῆς νέας, οὗ πρεσβείαις φυλαττόμεθα ἀεί.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς τοῦ νυμφίου σε φίλον, νυνὶ προβάλλομαι πρέσβυν, ἔχων πληθὺν ἁμαρτιῶν, βοῶ σοι, Βαπτιστά· Ἀποκοπήν μοι τῶν χρεῶν, Παμμάκαρ πρυτάνευσον, καὶ ἄναψον τῆς ψυχῆς μου τὸν λύχνον, ἐσβεσμένον ἀμελείᾳ παντελῶς.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺν ἀσωμάτοις Ἀγγέλοις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν Ἀθλοφόροις ἱεροῖς, σὺν Προφήταις, Προφῆτα, τὸν ὑπεράγαθον Θεόν, ἱκέτευε πάντοτε, τυχεῖν ἡμᾶς ἀγαθῶν αἰωνίων, τοὺς πλουτοῦντάς σε προστάτην ἀγαθόν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ χελιδὼν ἡ ὡραία, ἡ ἀηδὼν ἡ τιμία, περιστερὰ ἡ παγκαλής, ἡ φιλέρημος τρυγών, ὁ τοῦ Κυρίου Βαπτιστής, ἐρήμου τὸ βλάστημα, τὴν ἔρημον ἀκαρπίᾳ, ψυχήν μου γεγονυῖαν, δεῖξον γόνιμον καλῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Φέρεις τὸν φέροντα πάντα, χερουβικὸς ὥσπερ θρόνος, τρέφεις τὸν τρέφοντα ἡμᾶς, ὃν ἀπαύστως δυσώπει, Θεοχαρίτωτε ἁγνή, σεισμοῦ καταπτώσεως, ἁλώσεως, καὶ παντοίας ἀνάγκης, σοῦ τὴν ποίμνην ἐκλυτρώσασθαι ἀεί.
Ἀπόστιχα Κατανυκτικὰ τῶν Αἴνων
Ἦχος α'
Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά, μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ· ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Μὴ ἀποδοκιμάσῃς με, Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πανεύφημοι μάρτυρες
Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον τὴν ἄφλεκτον, εἴπερ καιομένην· πῦρ γὰρ τῆς Θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε. Διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Διὰ βρώσεως ἐξήγαγε τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν Ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνησθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Καθ' ἑκάστην ἁμαρτάνοντα, καὶ παραβαὶνοντα τὰς σὰς ἐντολάς, ἐπίστρεψόν με ὁ Θεός, καὶ κολάσεως ἐξάρπασον, ὅπως σοῦ τὴν ἄφατον, εὐσπλαγχνίαν δοξάζω, Φιλάνθρωπε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Λύχνος ὤφθης, θεῖε Πρόδρομε, προπορευόμενος ἀδύτου φωτός, τοῦ ἐκ νεφέλης φωτεινῆς, ἀνατείλαντος ἀρρήτως ἡμῖν. Τοῦτον οὖν ἱκέτευε, καταυγάσαι ψυχὰς τῶν τιμώντων σε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ὑπομείναντες πολύπλοκα, βάσανα Μάρτυρες πανεύφημοι, ἐπουρανίων ἀγαθῶν, ἐν ὑψίστοις ἠξιώθητε· ὅθεν μακαρίζεσθε, ὑπὸ πάντων ἀνθρώπων ἑκάστοτε.
Δόξα...
Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν· Μνήσθητί μου κράζοντες, ὁμοούσιε Τριάς, καὶ Μονάς ὁ Θεός.
Καὶ νῦν... Θεοτοκίον
Μετὰ τόκον ἀειπάρθενος, ὡς πρὸ τοῦ τόκου ἐφυλάχθης, Ἁγνή, Θεὸν γεννήσασα σαρκί, ὃν δυσώπει σαρκικῶν ἡμᾶς, Ἄχραντε λυτρώσασθαι, ψυχικῶν τε παθῶν ἱκετεύομεν.