Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων,
τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, Ἐφραίμ,
Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Καπίτωνος, Αἰθερίου
καὶ Ἐλπιδίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Προσόμοια Στιχηρὰ τῶν Ἁγίων τρία.
Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Μάρτυρες
ἀήττητοι, καὶ Ἱεράρχαι πανεύφημοι, καὶ
φωστῆρες παγκόσμιοι, στῦλοι ἀπερίτρεπτοι, θείας
Ἐκκλησίας, καὶ βάσις δογμάτων, καὶ ὁδηγοὶ
τῶν εὐσεβῶν, καὶ καθαιρέται πλάνης γεγόνατε,
Πατέρες οὐρανόφρονες, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν,
τῶν Ἀγγέλων συνόμιλοι, τῆς Τριάδος ὑπέρμαχοι.
Ἐφραὶμ
ὁ ἀοίδιμος, καὶ Βασιλεὺς ὁ θεόσοφος, καὶ
Καπίτων ὁ μέγιστος, θεῖος Ἀγαθόδωρος, σὺν
τῷ Ἐλπιδίῳ, καὶ τῷ Αἰθερίῳ,
καὶ Εὐγενίῳ τῷ κλεινῷ, λόγοις ἐνθέοις
μακαριζέσθωσαν· ὁσίως γὰρ βιώσαντες, καὶ
ἱερῶς ἐναθλήσαντες, βασιλείας ἐδείχθησαν,
οὐρανίου οἰκήτορες.
Νεκρώσας
τὸ φρόνημα, τὸ τῆς σαρκὸς ἀγωνίσματι,
Βασιλεὺς ὁ ἀοίδιμος, νεκροὺς ἐξανέστησεν,
ἐπικλήσει θείᾳ, Καπίτων δὲ πάλιν, ὁ
ἱερώτατος ποιμήν, φλογὸς ἐν μέσῳ ἑστὼς
γηθόμενος, ὡράθη ἀκατάφλεκτος· Αὐτῶν
πρεσβείαις Φιλάνθρωπε, ἱλασμὸν ἡμῖν δώρησαι,
καὶ τὸ μέγα σου ἔλεος.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Χαίροις
ἡλιόμορφε, Ἡλίου ἄδυτον ὄχημα, ἡ τὸν
Ἥλιον λάμψασα, τὸν ἀπερινόητον, χαῖρε νοῦς
ἀστράπτων, θείαις φρυκτωρίαις, ἡ λαμπηδὼν τῆς
ἀστραπῆς, ἡ διαυγάζουσα γῆς τὰ πέρατα,
ἡ ὄντως χρυσαυγίζουσα, ἡ παγκαλὴς καὶ πανάμωμος,
ἡ τὸ φῶς τὸ ἀνέσπερον, τοῖς πιστοῖς
ἐξαστράψασα.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον
βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ πλευρὰν
ὀρυττόμενον, λόγχῃ ἡ πανάμωμος, ἔκλαιε
βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος
λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν
αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε,
καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.
Τὰ λοιπὰ τῆς τοῦ Ἑσπερινοῦ
Ἀκολουθίας, κατὰ τὴν τάξιν.
Ἀπολυτίκιον τῶν
Ἁγίων
Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Τὰ
θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον
ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός. Ταῖς
αὐτῶν ἱκεσίαις βουλὰς ἐθνῶν διασκέδασον,
τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος
ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν
ἀναγινώσκονται οἱ Κανόνες τῶν Ἁγίων καὶ
τοῦ Τριῳδίου κατὰ τὴν τάξιν.
Ὁ Κανὼν τῶν
Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Τὸν ἑπτάριθμον Ποιμένων χορὸν σέβω.
Ἰωσήφ.
ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς
ΤΟ
ΑΚΟΥΤΕ
«Θαλάσσης,
τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν,
ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως
χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ
ἐρήμῳ ἐτροπώσατο».
Ταῖς
θείαις, φωτοχυσίαις Μάρτυρες, περιχεόμενοι, τὴν φωτοφόρον
ταύτην καὶ φαιδράν, ἑορτὴν ὑμῶν πάντοτε,
τοὺς εὐσεβῶς γεραίροντας, παθῶν ἀχλύος
ἐκλυτρώσασθε.
Ὁ
Λόγος, ὁ τοῦ Θεοῦ σαρκούμενος, ἡμᾶς ἀνέδειξε,
πανευκλεεῖς Ποιμένας τὴν αὐτοῦ, καταγγεῖλαι
Θεότητα, τοῖς πλανωμένοις Ὅσιοι, καὶ ἀγνωσίᾳ
κινδυνεύουσι.
Ναμάτων,
ζωοποιῶν τοῦ Πνεύματος, ἀποπληρούμενοι, τοὺς
ἐκτακέντας καύσωνι δεινῆς, ἀθεΐας ἠρδεύσατε,
καὶ πρὸς τὸ ὕδωρ, Ἔνδοξοι, τῆς σωτηρίας
ὡδηγήσατε.
Θεοτοκίον
Ἐλύθη,
τῶν προπατόρων Ἄχραντε, τὸ ἐπιτίμιον, τῇ
ὑπὲρ νοῦν κυήσει σου Ἁγνή, καὶ τὴν
πρώτην ἀπέλαβον, τοῦ Παραδείσου εἴσοδον, μεγαλοφώνως
εὐφημοῦντές σε.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται
ἐπὶ σοὶ ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Πυρὶ
τῷ θείῳ τὸν νοῦν, πεπυρωμένος Βασιλεῦ
πάνσοφε, οἷα ποιμὴν ἄριστος, ὕλην ἀθεΐας
ἐνέπρησας.
Τοῦ
Πνεύματος τῷ ἐν φωτί, τοὺς τῷ σκότει τῶν
δεινῶν Ἔνδοξοι, πρὸς φωτισμὸν εἱλκύσατε, τοῦ
ἱερωτάτου Βαπτίσματος.
Αἱ
τρίβοι σου πρὸς Θεόν, κατευθυνθεῖσαι Βασιλεῦ ἅπαντας,
πλάνης ὁδοῦ χάριτι, πρὸς θεογνωσίαν ἐπέστρεψαν.
Θεοτοκίον
Ῥυόμενον
τοὺς βροτοὺς τῆς δυναστείας τοῦ ἐχθροῦ
Πάναγνε, τὸν δυνατὸν Κύριον, ἄχραντε Παρθένε
ἐκύησας.
Κάθισμα Ἦχος γ'
Τὴν Ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Μύρῳ
τῆς χάριτος ἱερατεύσαντες, ποιμένες ὤφθητε λαοῦ
θεόφρονος, καὶ ὡς ἀρνία καθαρά, τυθέντες
προσηνέχθητε, Λόγῳ Ἀρχιποίμενι, τῷ τυθέντι
ὡς πρόβατον, Μάρτυρες Πανεύφημοι, καὶ φωστῆρες
παγκόσμιοι· διὸ πανηγυρίζομεν πάντες, πόθῳ
τὴν θείαν μνήμην ὑμῶν.
Θεοτοκίον
Ὡς
ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον
βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν,
τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα,
τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς
αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ
σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε
ἡ Κεχαριτωμένη.
Ἢ Σταυροθεοτοκίον
Τὸν
ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως
ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε
Χριστέ, ὁρῶσα ἐτιτρώσκετο, ἧς ταῖς παρακλήσεσι,
διὰ σπλάγχνα ἐλέους σου, μόνε ὑπεράγαθε,
καὶ φιλάνθρωπε Κύριε, οἰκτείρησον καὶ σῶσον
τὸν κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα
σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ
τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ
τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα
τῇ δυνάμει σου Κύριε».
Ἱερώτατος
Μαρτύρων χορὸς ὑμνείσθω, ἱερωσύνης χάριτι,
καὶ τῆς μαρτυρίας, καταγλαϊζόμενος, καὶ μέλπων
γηθόμενος· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοφόροι
κυβερνῆται τῆς Ἐκκλησίας, Ἐφραὶμ καὶ Ἀγαθόδωρος,
Βασιλεὺς Καπίτων, Εὐγένιος, Ἐλπίδιος καὶ
θεῖος Αἰθέριος, Πνεύματι Ἁγίῳ ἐδείχθησαν.
Μεμυημένοι
τὰ θεῖα θεῖοι Πατέρες, λαοὺς ἐν ὁσιότητι
καὶ δικαιοσύνῃ, ὄντως ἐποιμάνατε, καὶ
τέλος μακάριον, διὰ μαρτυρίου ἐδέξασθε.
Οἱ
θανόντες ἀπιστίᾳ τοῦ τεθνηκότος, τῇ ἀνεγέρσει
ἔτυχον ζωῆς, αἰωνίου διὰ σοῦ πιστεύσαντες,
Χριστῷ τῷ Θεῷ ἡμῶν, Μάρτυς Βασιλεῦ ἱερώτατε.
Θεοτοκίον
Νενεκρωμένους
ἐζώωσας τοὺς ἀνθρώπους, Ζωὴν τὴν ἐνυπόστατον
τεκοῦσα Παρθένε, ὑπὲρ πᾶσαν ἔννοιαν, Χριστὸν
τὸν Θεὸν ἡμῶν, ἄνθρωπον δι' οἶκτον γενόμενον.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Σὺ
Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας,
φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας,
τοὺς πίστει ἀνυμνοῦντάς σε».
Ποτήριον
σεπτοῦ, μαρτυρίου ἐπίετε, τὸ ὄνομα Κυρίου,
θεοφόροι Πατέρες, πιστῶς ἐπικαλούμενοι.
Ὁ
μόνος τοῖς νεκροῖς, ἐπιπνέων ἀνάστασιν,
ἐντεύξει σου τὸν θανὸντα, βασιλεῦ ἀνεγείρει,
λαμπρύνων σου τὸ κήρυγμα.
Ἰσότιμον
Πατρί, τὸν Υἱὸν καταγγέλλοντες, πολύθεον τυραννίδα,
τῆς εἰδωλομανίας, Πατέρες ἐμειώσατε.
Θεοτοκίον
Μακάριός
ἐστιν, ὁ λαὸς ὁ γινώσκων σε, Πανάμωμε τοῦ
Δεσπότου, τῶν ἁπάντων Μητέρα, καὶ πόθῳ
μακαρίζων σε.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Θύσω
σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία
βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ
δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Ἐπαίνοις,
Ἀγαθόδωρόν τε καὶ Εὐγένιον, καὶ Βασιλέα
τὸν μέγαν, καὶ σοφὸν Ἐλπίδιον στέψωμεν,
Ἱεράρχας, καὶ γενναίους ὑπάρχοντας Μάρτυρας.
Νομίμοις,
τεθραμμένοι τοῦ Πνεύματος Πάνσοφοι, τοῖς ἀνομοῦσι
τοὺς νόμους, τοὺς σωτηριώδεις παρατιθέντες, εὐσεβείας,
πρὸς τὸ φέγγος αὐτοὺς ἐφειλκύσατε.
Ὤφθητε,
διαφόρων ἐκ πόλεων θρέμματα, ἑνὸς Ποιμένες
λαοῦ δέ, καὶ τῆς θείας πόλεως κληρονόμοι,
ἣν οἰκοῦσιν, οἱ Θεὸν θεραπεύοντες Μάρτυρες.
Θεοτοκίον
Νόμου
σε, αἱ σκιαὶ Προφητῶν τε αἰνίγματα, προδιετύπουν
Παρθένε, τὴν ἀρρήτῳ λόγῳ κυοφορίαν,
ἐσχηκυῖαν, διασῴζουσαν κόσμον πανάμωμε.
Τὸ Μαρτυρικὸν τοῦ τυχόντος
ἤχου.
Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη
τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι
ἐπισκοπησάντων, Ἐφραίμ, Βασιλέως, Εὐγενίου,
Ἀγαθοδώρου, Ἐλπιδίου, Καπίτωνος καὶ Αἰθερίου.
Στίχοι
Μὴ
τὴν κεφαλὴν τοῖς ἀγάλμασι κλίνων,
Ἐφραὶμ
ἀγάλλῃ, τῇ τομῇ ταύτην κλίνων.
Συρεὶς
Βασιλεὺς χερσὶ δεισιδαιμόνων,
Χεῖρας
διασπᾷ δεισιδαίμονος πλάνης.
τριὰς
σύναθλος τοῦ Προφήτου τὸν λόγων,
«Εἰς
μάστιγας δέδωκα τὸν νῶτον», λέγει.
Ἐπῆρε
χεῖρας εἰς προσευχὴν Καπίτων
Καὶ
πρὸς Θεὸν μετῆρεν ἐξάρας πόδας.
Ἐκ
τοῦ ποταμοῦ πρὸς Θεὸν χωρεῖς Πάτερ,
Τὸν
ἐν ποταμῷ σαρκικῶς λελουμένον.
Ἑβδομάτῃ
πατέρας μόρος ἥρπασεν ἑπτὰ ἀριθμῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Νέστωρ
καὶ Ἀρκάδιος, ἐπίσκοποι Τριμυθοῦντος, ἐν
εἰρήνῃ τελειοῦνται.
Στίχοι
Τῆς
Τριμυθοῦντος Ποιμένες καλοὶ δύο,
Ἐν
τῇ καλῇ σκιρτῶσι τῆς Ἐδὲμ πόᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ
Ἁπλοῦ.
Στίχοι
Γῆθεν
μεταστὰς πρὸς Θεὸν Παῦλος Λόγον,
Τῆς
ἁπλότητος πολλαπλᾶ στέφη λάβοι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐν
τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ,
πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί,
πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ,
ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».
Χαίρων
εἰσῆλθες Πάτερ Καπίτων, πρὸς τὴν κάμινον,
μένεις· οὐ φλεχθεὶς δέ, Παῖδες ὥσπερ οἱ
τρεῖς, τοὺς ἀπίστους ἐξαιρούμενος, πυρὸς
τοῦ μέλλοντος, πιστωθέντας τοῖς θείοις σου θαύμασιν.
Οὐ
δειλιάσας, οὐ φοβηθεὶς τὸ ἐπίταγμα, Πάτερ
ἱερὲ Καπίτων, τὴν ἱεράν, ἀμπεχόνην
περιβέβλησαι, ταύτῃ τοὺς ἄνθρακας, τοῦ πυρὸς
ἐπιφέρων μακάριε.
Ῥύμην
ἐπέσχες, τῆς ἀγνωσίας θείοις λόγοις σου,
γνῶσιν εὐσεβείας ἅπασιν ἐπιτιθείς, τοῖς
εἰς βάθη ὀλισθήσασι, τῆς ματαιότητος, ἱερουργὲ
Καπίτων θεόληπτε.
Θεοτοκίον
Ὁ
διαπλάσας, χειρὶ τὴν Εὔαν Λόγος Θεοῦ, Κόρη,
ἀναπλάσαι, ἅπαντας βουληθείς, ἐκ γαστρός σου
διαπλάττεται, ἀρχὴν δεχόμενος, ὁ τῷ Πατρὶ
καὶ Πνεύματι σύνθρονος.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας
ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ
ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν
περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες
κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον».
Νεκρούμενοι
πόνοις τῆς σαρκός, ζωὴν ἀθάνατον, προεξενήσατε,
Πατέρες Ὅσιοι ἅπασι, τοῖς νεκροῖς θεοῖς λατρεύουσι,
οἳ καὶ σωθέντες σὺν ὑμῖν, ἀεὶ κραυγάζουσιν·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Συμφώνως
Εὐγένιον πιστοὶ καὶ Ἀγαθόδωρον, Ἐφραίμ,
Ἐλπίδιον, σὺν Αἰθερίωνι, μέλψωμεν Βασιλέα
καὶ Καπίτωνα, ὡς καθαιρέτας τοῦ ἐχθροῦ,
καὶ Ἱεράρχας Χριστοῦ, ᾧ βοῶμεν· Πάντα
τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Εὐφράνας
λαοὺς Πάτερ σοφέ, τοῖς σοῖς διδάγμασι, νῦν μεταβέβηκας, πρὸς τὴν ἀνέσπερον
ἔλλαμψιν, εὐφροσύνην πρὸς ἀΐδιον, τῶν
σῶν καμάτων ἀμοιβὰς ὑποδεχόμενος, καὶ
κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν
Κύριον.
Βότρυες
τῆς ἀμπέλου τῆς ζωῆς, Μακαριώτατοι, νῦν χρηματίζοντες, οἶνον ἐκβλύζετε,
πάντοτε, ἰαμάτων καὶ εὐφραίνετε, πάντων
καρδίας, τῶν πιστῶς ἀνευφημούντων ὑμᾶς,
καὶ βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε
τὸν Κύριον.
Θεοτοκίον
Ὠράθη
ὡς ἄνθρωπος ἐκ σοῦ, ἀποτικτόμενος ὁ ὑπερούσιος,
διπλοῦς ταῖς φύσεσιν, Ἄχραντε, ἐνεργείαις καὶ
θελήσεσιν, οἷς ὡμοιώθη βουληθείς, ἐμφανιζόμενος,
ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν
Κύριον.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Λίθος
ἀχειρότμητος ὄρους ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς
διεστώσας φυσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε
μεγαλύνομεν».
Ἱερομαρτύρων
Ἁγίων τὴν ἱερὰν τελοῦντες μνήμην, ὕμνοις
ἱεροῖς δεῦτε πάντες, μεγαλοφώνως αὐτοὺς
τιμήσωμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας, τῷ
πανοικτίρμονι Θεῷ ἡμῶν.
Ὤφθητε
ὡς τίμιοι λίθοι, ἐπὶ τῆς γῆς ἀπὸ
ἀθέων, Μάρτυρες συρόμενοι θεῖοι, καὶ τῆς
ἀπάτης τὰ ὀχυρώματα, σθένει Θεοῦ συντρίβοντες·
ὅθεν ἀξίως μακαρίζεσθε.
Σήμερον
ἡ πόλις Χερσῶνος, ὑμῶν τὴν μνήμην ἑορτάζει·
ταύτης γὰρ ἐδείχθητε πύργοι, καὶ θεῖοι
στῦλοι καὶ ὀχυρώματα, ποιμένες καὶ διδάσκαλοι,
καὶ πρεσβευταὶ θεομακάριστοι.
Ἤδη
τοῖς χοροὶς τῶν Ἀγγέλων, χορὸς Πατέρων
ἠριθμήθη, Εὐγένιος, Ἐφραὶμ καὶ Καπίτων,
Ἐλπίδιός τε καὶ ὁ Αἰθέριος, καὶ
Βασιλεὺς ὁ ἔνδοξος, καὶ θεόφρον Ἀγαθόδωρος.
Θεοτοκίον
Φέρουσα
Χριστὸν ἐν ἀγκάλαις, χειρὶ τὸν φέροντα
τὰ πάντα, ἡ θεοχαρίτωτος Κόρη, ἐκπληττομένη
ἐβόα λέγουσα· Πῶς καὶ Υἱὸν γνωρίζω
σε, καὶ Ποιητήν μου ἀκατάληπτε;
Τὸ Φωταγωγικὸν τοῦ τυχόντος
Ἤχου.
Εἰς τὸν Στίχον τῶν Αἴνων,
τὸ ἐν τῷ Τριῳδίῳ Ἰδιόμελον τῆς
ἡμέρας, μετὰ τῶν ἑπομένων αὐτῷ.
Ἡ λοιπὴ Ἀκολουθία, ἡ α' Ὥρα, ὡς ἡ συνήθεια, καὶ Ἀπόλυσις.