Τῌ ΚΖ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Ἡ ἀνακομιδὴ τοῦ
Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Ἰωάννου τοῦ Χρυσοστόμου.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν
Προοιμιακὸν Ψαλμὸν Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ,
Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος
δ' Ὡς γενναῖον ἐν Μάρτυσι
ΤΟ
ΑΚΟΥΤΕ
Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον
ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον,
τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν
οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν
κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς
διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν,
μελῳδικῶς εὐφημήσωμεν.
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν
ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον,
τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν
πάγχρυσον τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως
αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας
ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν
Χρυσολόγον τιμήσωμεν.
Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος
ἄνθρωπος, χελιδων ἡ εὔλαλος καὶ πολύφωνος, τῶν
ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος
τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος,
ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων Ἀποστόλων,
ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.
Ἔτερα
Στιχηρὰ Προσόμοια
Ἦχος
ὁ αὐτὸς
Ὁ
ἐξ ὑψίστου κληθεὶς
ΤΟ
ΑΚΟΥΤΕ
Ἱερωτάτην στησώμεθα χορείαν·
στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας
Χριστοῦ, βασιλικῇ δόξῃ σήμερον, ἀπὸ
Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν,
λάμπει στίλβον ἄνωθεν, τῇ ἐπανόδῳ αὐτοῦ,
πρὸς βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει,
καὶ τῷ τῶν ὅλων προσοικειοῖ Βασιλεῖ·
διὸ βοῶμεν· Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε
πάγχρυσε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς
ψυχὰς ἡμῶν.
Ὡς οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας,
δύσιν ὦ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς
ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τῇ
κτίσει ἄδυτος· θάλπεις ἐγκοσμούμενος, θαυμάτων
ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἡλίου
δίκην, σοῦ δᾳδουχοῦντα νῦν τὴν ἐπάνοδον·
διὸ βοῶμεν· Φωταυγέστατε, φωτολόγε Χρυσόστομε
πάνσοφε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς
ψυχὰς ἡμῶν.
Νῦν οὐρανὸς τοῖς Ἀγγέλοις
συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα·
ὁ γὰρ ἐν γῇ οὐρανόφρονας,
δεικνὺς τοὺς πάντας, κλίμακι θείᾳ, σεπτῶν
ῥημάτων αὐτοῦ· οὗτος τὴν ἐπάνοδον,
τῶν θεοδρόμων βαθμῶν, ὡς, Ἰακὼβ νέος
δείκνυσιν, Ἀγγέλων θείων, ἀγαλλομένων τῇ
μεταθέσει αὐτοῦ· διὸ βοῶμεν, Παμμακάριστε,
τῶν ἀΰλων Ἀγγέλων συνόμιλε, Χρυσολόγε
δυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος δ' Κοσμᾶ
Οὐκ ἔδει σε Χρυσόστομε, τὴν Βασιλίδα
κοταλείψαντα, παροικεῖν ἐν Κομάνοις· ὅθεν θεόθεν
ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν
σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις· εὐφράνθη
δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε, ἀνθομολογουμένη
καὶ λέγουσα. Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον,
ἀποδόντα μοι τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα
τῆς πίστεως, τὴν ὑπόληψιν τῶν ἀξιωμάτων
μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων·
τὸ ὕψος τῆς ταπεινοφροσύνης, καὶ βάθος τῆς
ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς
πτωχείας, καὶ μῆκος τῆς μετανοίας. Διὸ αἰτοῦμέν
σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ
ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον, ὁ αὐτὸς
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης
Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ
μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα
ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον
ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ
ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ
ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι·
καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον,
τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ,
καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις
συνάψει Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν
κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ
πλούσιον ἔλεος.
Εἴσοδος, τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
(Κεφ.
10, 6-7 & 3, 13-16 & 8,... )
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων,
καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ.
Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς
ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα
δὲ ἐστι λίθων πολυτελῶν (οὐκ ἀντιτάσσεται
αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι
πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν)· πᾶν
δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ
γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης
φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου ὦ τέκνα·
σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος,
ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς,
καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ
γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην.
Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις,
ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες
εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι,
πανουργίαν, οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ
ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά.
Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα
δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός
μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς
νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται
ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(Ἐκλογὴ)
Ἐγκωμιαζομένου Δικαίου, εὐφρανθήσονται
λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη
αὐτοῦ· ὅτι καὶ παρὰ Θεῷ γινώσκεται
καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ
ἄνδρες, σοφίαν καὶ ποθήσατε καὶ παιδευθήσεσθε.
Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη καὶ τήρησις
νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα
βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω
ἀφ᾿ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτός,
καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν
σοφῶν διορθωτής. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ
πᾶσα φρόνησις καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ
πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι
γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα
φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος
τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ προφήτας
κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου,
καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν·
φωτὶ συγκρινομένη, εὑρίσκεται προτιμοτέρα. Αὕτη
τούς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο,
καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν· καὶ διεφύλαξεν
αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα
ἰσχυρὸν ἐβράβευσεν αὐτοῖς, ἵνα γνῶσι
πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια.
Καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας,
ουδ᾿ οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα
ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι
οὐκ ὀρθῶς· Καταδυναστεύσωμεν τὸν δίκαιον,
μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβευτοῦ πολυχρονίους. Ἔστω
δὲ ἡμῶν ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν
τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι,
καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ
ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν.
Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα
Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν
εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν
ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς
ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι
αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν
αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν,
ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα
δικαίων. Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ
ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει
αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν
αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ,
καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ,
θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν·
ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων
αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·
ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν.
Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν
ὅτι σὺ Θεός, μόνος, ὁ ζωῆς ἔχων καὶ
θανάτου τὴν ἐξουσίαν, καὶ σῴζων ἐν
καιρῷ θλίψεως, καὶ ῥυόμενος παντὸς κακοῦ·
ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς
τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι
τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(Ἐκλογὴ)
Στόμα δικαίου ἀποστάζει σοφίαν,
χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας,
στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύσεται
αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς
γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν
ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει.
Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι
ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας
αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν,
ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει,
καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως
ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς
αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς
τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας
οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ
ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς,
καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ
νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων
αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει,
δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν
ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ
καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα,
καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται
ὀ τροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων,
σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις
καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός
ἐστιν ἀγαθή· καὶ ἀθανασία ἐστὶν
ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ
Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ πατέρων,
καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ
πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ
τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ
δικαιοσύνη· δὸς μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς
ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν
ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ
με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί·
καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ
με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ
επίνοιαι αὐτῶν.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. α'
Χαίροις
ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, ἐπὶ
λυχνίας Ἱερὰς κατοπτεύουσα, τὸν λύχνον τὸν
φωτοφόρον, ὃν καθελόντες ἐχθροί, τῆς σιγῆς
μοδίῳ συγκατέκρυψαν. Τιμᾷ ἐπὶ ὄρους
σε, τῶν ἀρετῶν Πάτερ Ὅσιε, πυρσὸν ὡς
θεῖον, οἰκουμένης τὰ πέρατα, ὑπὲρ ἥλιον,
ἀπαστράπτοντα θαύμασι. Σήμερον ἡ ἀδέκαστος,
Θεοῦ κρίσις δείκνυσι, δικαιοσύνην ἐξ ὕψους,
ὡς μεσημβρίαν ὑπέρφωτον, τὴν σὴν καὶ
παρέχει, τοῖς ἐν κόσμῳ τὴν εἰρήνην,
καὶ μέγα ἔλεος.
Στίχ.
Τὸ στόμα μου λαλήσει
σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βρύει ὡς μυροθήκη τερπνή, τὰ
τῶν θαυμάτων θεῖα ῥεῖθρα Χρυσόστομε, ἡ
λάρναξ ἡ σὴ ἐν κόσμῳ, καὶ ἰαμάτων
ῥοαῖς, τὰς ψυχὰς μυρίζει τῶν τιμώντων
σε· Χριστοῦ τῶν χαρίτων γάρ, τοῖς ἀΰλοις
ἀρώμασι, καταπλουτήσας, εὐωδίαν δεδώρησαι,
τὴν ἀείζωον, τοῖς ἐν πίστει προστρέχουσιν·
ὅθεν καταπολαύοντες, χαρίτων σῶν Πάνσοφε, καὶ
τῶν ἀχράντων καὶ θείων, κατατρυφῶντες λειψάνων
σου, πιστῶς ἐξαιτοῦμεν, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.
Στόμα δικαίου μελετήσει
σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Κόσμου ὁ σιτομέτρης πιστοί, ὁ
ἐν τρυφῇ τῇ οὐρανίᾳ τοῦ Πνεύματος,
καρδίας ἐκτρέφων πάντων, οὐκ ἐξ Αἰγύπτου
χωρεῖ, Ἰωσὴφ δὲ νέος προδεικνύμενος, σεπτοῖς
ἐν λειψάνοις, ἀπὸ Κομάνων μετάγεται, δεινῶν
τὴν ζάλην, καὶ τὸ πέλαγος σήμερον, τὸ
τῶν θλίψεων, διατέμνων ἐντεύξεσι. Τοῦτον οὖν
μακαρίσωμεν, καὶ πίστει βοήσωμεν. Πάρεσο Μάκαρ
ἐν μέσῳ, τῶν ἐκτελούντων τὴν μνήμην
σου, αὐτοῖς σωτηρίαν, παρεχόμενος πλουσίως, καὶ
τὸ μέγα ἔλεος.
Δόξα...
Ἦχος πλ. β'
Ὅσιε τρισμάκαρ, Ἁγιώτατε Πάτερ,
ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος
Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ
τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε,
Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι
ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς
ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα,
μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ στόματός σου καθάπερ
πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην
ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ
θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς
ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις
παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε
τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α'
Στιχολογίαν
Κάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Δογμάτων ἀστραπαῖς, ὥσπερ ἥλιος
μέγας, ἐφώτισας τὴν γῆν, καὶ ἀγνοίας
τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἰωάννη
Χρυσόστομε∙ ὅθεν δέομαι, τοῦ αἰωνίου
με σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας,
εὐχαῖς σου ἀξίωσον.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας
μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πῶς Παρθένος
καὶ Μήτηρ∙ διὸ Θεοτόκον σε, προσκυνοῦντες
δοξάζομεν· σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα
τῆς δόξης∙ ὃν δυσώπησον, τοῦ εἰρηνεῦσαι
τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β'
Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ
ΤΟ
ΑΚΟΥΤΕ
Ὡς χρυσαυγές τε καὶ τερπνὸν θεορρῆμον,
ὄργανον θεῖον κελαδοῦν Ἐκκλησία, ὑπὸ
Χριστοῦ Χρυσόστομε δεδώρησαι∙ χελιδὼν ἡ εὔλαλος,
χρυσαυγίζουσα Μάκαρ, νοῦς ὁ χρυσοστόλιστος, λύρα
τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι
πειρασμῶν, σαῖς ἱκεσίαις Ποιμὴν ἀξιάγαστε.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν
Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν,
παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν
μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα,
τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον
σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί
με.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Θείᾳ ψήφῳ τῆς Χριστοῦ,
ποίμνης ἀξίως γεγονώς, Ἀξιάγαστε ποιμήν,
οἵά περ λύκους ἐξ αὐτῆς, ἐν τῇ
σφενδόνῃ τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων
ἀφειδῶς, παρανομοῦντας σοφέ∙ ὑφ᾿ ὦν
καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν
ὁδὸν διήνυσας στερρόφρον, ὑπὲρ αὐτῆς
ἐν ᾗ τέθνηκας, ἀλλ᾿ ἐπανῆλθες πρὸς
Βασιλίδα, νέμων θεῖα χαρίσματα.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ
φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν,
τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ
συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον,
ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ
μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν
ἐκραύγαζε∙ Παρθένος τίκτει, καὶ μετὰ
τόκον, πάλιν μένει Παρθένος.
Τὸ α' Ἀντίφωνον
τοῦ δ' Ἤχου.
Ἀντίφωνον
Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ
σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε
ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ,
πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ
ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ
ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα
τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες
τὴν οἰκουμένην.
Τό,
πᾶσα πνοή. Εὐαγγέλιον. Ὁ Ν'
Δόξα...
Ἦχος β'
Σήμερον σκιρτῶσιν ἐν Πνεύματι, Ἀρχιερέων
δῆμοι, σὺν ἡμῖν τελοῦντές σου τὴν μνήμην
Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.
Καὶ
νῦν...
Ταῖς τῆς Θεοτόκου...
Εἶτα
Στίχος, Ἐλέησόν με ὁ Θεός...
Καὶ
ψάλλομεν τὸ Ἰδιόμελον
Ἦχος
πλ. β'
Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης,
χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν
πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς
γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων
σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα
ἐφώτισεν.
Οἱ Κανόνες, τῆς
Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς' καὶ
τοῦ Ἁγίου οἱ δύω εἰς η'.
Κανὼν
τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς.
Χαίροις
χαρᾶς σκήνωμα, τῆς λύπης λύσις.
ᾨδὴ
Ἰωάννου.
ᾨδὴ
α' Ἦχος
πλ. δ' Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραω ἐβύθισε,
τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ
φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ
Θεῷ ἀναμέλποντα».
Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις,
καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, ᾍδου
ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε
λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον∙
χαῖρε Θεοτόκε πανύμνητε.
Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον,
χαῖρε πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον,
ἅρμα μυριοπλάσιον∙ χαῖρε ἡ ἀσυγκρίτως,
τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ
ὑπερφέρουσα.
Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε
Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως∙
χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε
λυχνία πολύφωτε∙ χαῖρε μυριώνυμε Δέσποινα.
Ῥάβδος ἐκ ῥίζης Ἰεσσαὶ
βλαστήσασα, χαῖρε ἀμόλυντε∙ χαῖρε βλαστῷ
ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον,
μυστικῶς καὶ βαθέως∙ ὡς γὰρ ἐκείνη
τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.
Κανὼν
τοῦ Ἁγίου
Ποίημα
Θεοφάνους
ᾨδὴ
α' Ἦχος
πλ. δ'
ΤΟ ΑΚΟΥΤΕ
«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ
θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν
Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον
ᾄδοντες καὶ βοῶντες∙ ᾌσωμέν σοι τῷ μόνῳ
Δεσπότῃ».
Πλοῦτον ἐναπέθου σῇ ψυχῇ, τὸν
θησαυρὸν τοῦ Πνεύματος, Πάτερ Χρυσόστομε∙ ἐξ
οὗ τὴν Ἐκκλησίαν πλουτίζεις τοῖς λόγοις
σου, ἥτις σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον
θείαν.
Λόγοις κατεποίκιλας χρυσοῖς, τὴν ἱερὰν
Χρυσόστομε, τῆς Ἐκκλησίας στολήν, ἣν πρώην
ἐξ αἱμάτων, Χριστὸς προεξύφανεν∙ ὅθεν
σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.
Πέτρα ἀνεδείχθης ἀκλινής,
καὶ στῦλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας
Χριστοῦ, τοῦ ἀκρογωνιαίου, ἐν ᾧ ᾠκοδόμησας,
λόγους θεοσεβείας, ὥσπερ λίθους σοφὲ Ἱεράρχα.
Θεοτοκίον
Μόνη ἀπειρόγαμε σεμνή, Μαρία
ἀειπάρθενε, Θεοτόκε Κυρία, ἁγνὴ ἐκλελεγμένη,
ἐξαίρετε Δέσποινα, πάντων τῶν ποιημάτων, σὲ
ἐλπίδα κεκτήμεθα πάντες.
Ἕτερος
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.
Τῷ
χρυσογλώττῳ, τρίτον ἐξᾴδω μέλος. Ἰωσήφ.
ᾨδὴ
α' Ἦχος
γ'
ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι
θείῳ εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ
τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ
Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει∙ αὐτῷ
μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».
Τὸ θεόφθογγον στόμα, τὸ χρυσόφωνον,
ἡ τῶν λόγων λαμπρότης, τὸν ἐμὸν λάμπρυνον,
ταὶς ἱκεσίαις σου νοῦν∙ ὅπως ἀνυμνήσω
σου, τῆς ἐπανόδου τὴν μνήμην, Ἰωάννη
χάριτος, θείας φερώνυμε.
Ὡς ἀστὴρ ἑωσφόρος, ὡς
φαεσίμβροτος ἥλιος, ὡς φωστὴρ εὐσεβείας, ὑπὸ
γῆν Ὅσιε, δύνας δεσμοῖς φυσικοῖς, αὖθις ἐξανέτειλας,
ἡμῖν τοῖς τέκνοις σου πέμπων, τῶν θαυμάτων
ἄφθονα τὰ σελαγήματα.
Χρυσορρήμονι γλώττῃ, τῶν διδαγμάτων
ἐνέπλησας, τὴν ὑφήλιον πᾶσαν, καὶ
χρυσοῖς μέλεσι, τῶν ἰαμάτων αὐγάς, πᾶσιν
ἐναπήστραψας, τῶν παθημάτων τὸ σκότος, ἀφανίζων
Ὅσιε, τῇ ἐπανόδῳ σου.
Θεοτοκίον
Ῥητορεύων τὰ θεῖα, μοναδικὸν
τὴν ὑπόστασιν, ὑφηγήσω τὸν Λόγον, κἂν
διπλοῦς πέφηνεν, ἐκ τῆς Ἁγνῆς προελθών,
σάρκα προσλαβόμενος∙ ἣν εὐλογοῦμεν ἀπαύστως,
καὶ πιστῶς δοξάζομεν θεῖε Χρυσόστομε.
Καταβασία
ΤΟ
ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος,
ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη,
ἑκατέρωθεν ὕδωρ, λαῶ πεζοποντοποροῦντι, καὶ
θεαρέστως μέλποντι∙ ᾌσωμεν τᾧ Κυρίῳ, ἐνδόξως
γὰρ δεδόξασται».
Τῆς
Θεοτόκου
ᾨδὴ
γ' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ
Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ
με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν Πιστῶν
τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Ἰσχυρότατον ὅπλον, χαῖρε πιστῶν
Δέσποινα, χαῖρε κραταιὰ προστασία, χαῖρε ἀντίληψις∙
χαῖρε βοήθεια, ἁμαρτωλῶν∙ χαῖρε τεῖχος
τῶν προσκαλουμένων σε, χαῖρε τοῦ κόσμου χαρά.
Σωτηρίας ἀνθρώπων, χαῖρε στερρὸν
ἔρεισμα∙ χαῖρε τοῦ Ἀδὰμ καὶ τῆς
Εὔας ἡ ἐπανάκλησις, δι᾿ ἧς ἀπέλαβον,
τὴν παλαιὰν εὐκληρίαν, χαῖρε ἡ ἀνοίξασα,
πάλιν Παράδεισον.
Χαῖρε ἄφλεκτε βάτε, χαῖρε φωτὸς
ὄχημα, χαῖρε τοῦ Ἡλίου νεφέλη, χαῖρε
περίδοξε, καὶ περιλάλητε, τοῦ Βασιλέως καθέδρα∙
χαῖρε πόλις ἔμψυχε, Χριστοῦ τοῦ ζῶντος Θεοῦ.
Ἀπειρόγαμε Μῆτερ, χαῖρε ἁγνὴ
Δέσποινα, χαῖρε ἡ ἀνήροτος χώρα καὶ ἀγεώργητος,
ἡ γεωργήσασα, τὸν Γεωργὸν τῶν ἁπάντων,
χαῖρε γῆ, ἀλήθειαν ἡ ἀνατείλασα.
Τοῦ
Ἁγίου
Οὐκ
ἔστιν ἅγιος
ΤΟ ΑΚΟΥΤΕ
Χρυσέοις διδάγμασι, κατεχρύσωσας σοφέ,
τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ταύτης
ἐποίκιλας, τὴν εὐπρέπειαν Πάτερ, τῷ κάλλει
τῶν λόγων σου∙ διὸ σε κατ᾿ ἀξίαν τιμᾷ.
Μυρίζουσιν Ὅσιε, ὥς περ κρίνα τοῦ
ἀγροῦ, οἱ ἀτμοὶ τῶν καμάτων σου, δι᾿
ὦν εὐηρέστησας, τῷ Θεῷ Ἱεράρχα, κινδύνοις
καὶ θλίψεσι, καὶ γῇ προσομιλήσας μακρᾷ.
Ὡς ἄνθη μυρίζουσιν, οἱ τῶν
λόγων σου καρποί, νοητῶς ἀποστάζοντες, τὸν
θεῖον Χρυσόστομε, γλυκασμὸν τῆς σοφίας, καὶ
νῦν εὐωδιάζοντες, ἡμᾶς ταῖς πρακτικαῖς
ἀρεταῖς.
Θεοτοκίον
Ἀμέριστος ἔμεινας, εἰ καὶ σάρκα
δι᾿ ἐμέ, ἐκ Παρθένου ἐφόρεσας∙
διὸ καὶ ἐν δύω σε, προσκυνῶ ταῖς οὐσίαις,
καὶ δύω θελήσεσι, καὶ δύω ἐνεργείαις
Χριστέ.
Ἕτερος
τοῦ Ἁγίου
Ὁ
ἐκ μὴ ὄντων τὰ πάντα
ΤΟ ΑΚΟΥΤΕ
Ὑπερορίας ὑπέκρυψέ σε μυχοῖς,
τὸν λύχνον τὸν πάμφωτον, Βασιλὶς ἡ τυφλώττουσα∙
Χριστὸς δ᾿ ὑψηλότερον, ἐν τῇ λυχνίᾳ,
καὶ πάλιν ἐπανάγει.
Σταλάζων ῥεῖθρα θαυμάτων καὶ
ποταμούς, προχέων ἰάσεων, ἐπανῆλθες Χρυσόστομε,
τοῖς πιστῶς τιμῶσί σου, τῆς ἐπανόδου
τὴν μνήμην Ἰωάννη.
Ὁ χρυσορρόας Νεῖλος ὁ πλημμυρῶν,
ἐν λόγοις ἐν θαύμασιν, ἐπανῆκε, συνδράμωμεν,
πιστῶς ἀπαντλήσωμεν, ἀφθόνως πάντες ἐν
πᾶσι κορεσθῶμεν.
Θεοτοκίον
Γεώδης φύσις οὐ σθένει σε ἀνυμνεῖν,
ἣν Ἄγγελοι μέλπουσιν, ὡς Θεὸν σωματώσασαν∙
πλὴν πιστῶς οἱ δοῦλοί σου, ἀποτολμῶμεν
ὑμνεῖν σε καὶ δοξάζειν.
Καταβασία
ΤΟ
ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ
πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν
ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον
ΤΟ
ΑΚΟΥΤΕ
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών,
καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς
πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ,
καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας,
τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις
σου∙ ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας,
ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης Μακάριε,
Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Τῆς Τριάδος τὸν ἕνα ὑπερφυῶς,
συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας,
ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν
τῆς θείας, κατέστησας φύσεως, τήν τῶν ἀνθρώπων
φύσιν, τὴν πάλαι ἐξόριστον∙ ὅθεν
συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέντες,
Πανάμωμε, τοῖς σοῖς λόγοις ἑπόμενοι,
χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν
Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
σὲ δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.
Τῆς
Θεοτόκου
ᾨδὴ
δ' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ
μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,
ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν
ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ
σύν τῷ Προφήτη, Ἀββακοὺμ σοι κραυγάζω∙
Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».
Ἀνατολή, τοῦ Πατρικοῦ ἀπαυγάσματος,
καὶ Ἠλίου, τοῦ ἐξανατείλαντος, πρὸ Ἑωσφόρου
ἐκ τοῦ Πατρός, χαῖρε Θεοτόκε, νεφέλη κούφη
καὶ ἔμψυχε∙ Παρθένε χαῖρε Μήτηρ, χαῖρε
εὐλογημένη∙ χαῖρε δεδοξασμένη Πανάμωμε.
Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα,
τοῦ ἀστέκτου, καὶ ἀΰλου ἄνθρακος, ἐν
ᾧ ἐκαύθη διαρραγέν, τῆς ἀδαμιαίας,
παρακοῆς τὸ χειρόγραφον∙ διὸ σοι χαῖρε κράζω,
δι᾿ἧς πάσιν ἐδόθη, ἡ χαρὰ καὶ
τρυφὴ καὶ ἀπόλαυσις.
Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος
καὶ καύχημα, καὶ Ἀγγέλων, στέφος καὶ
διάδημα· διὸ ἡ γῆ, καὶ ὁ οὐρανός,
μίαν Ἐκκλησίαν, στησάμενοι παναρμόνιον, τό,
Χαῖρέ σοι βοῶμεν∙ χαῖρε Δέσποινα κόσμου,
χαῖρε πάντων ἀνθρώπων βοήθεια.
Κλίνη σεπτή, ἣν Σολομὼν προδιέγραψε,
κυκλουμένην, δυνατοῖς ἑξήκοντα, χαῖρε Παρθένε
ἡ κεχρυσωμένη, τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς
ἡ θεία χαῖρε∙ χαῖρε βάτε πυρφόρε, χαῖρε
πύλη καὶ κλῖμαξ καὶ γέφυρα.
Τοῦ
Ἁγίου
Ἐξ
ὄρους κατασκίου
ΤΟ ΑΚΟΥΤΕ
Νέος Ἀβραάμ, ἐδείχθης Ἱεράρχα,
ἄλλον Ἰσαάκ, τὸν βίον θυσιάσας, καὶ
μυστικὴν ὁλοκάρπωσιν ἀνενέγκας, ἐν τῷ
πυρὶ τῆς συνειδήσεως.
Σὺ τὸν Ἰακώβ, ζηλώσας θεοφόρε,
κλῖμαξ πρακτικῆς, ἐδείχθης πολιτείας, τὰς ἀναβάσεις
τῶν θείων σου νοημάτων, ἐν τῇ καρδία σου
τιθέμενος.
Ῥάβδῳ μυστικῇ, τῇ γλώττῃ
διασχίσας, ὅλην τῆς Γραφῆς, τὴν ἄβυσσον
Τρισμάκαρ, ὡς Μωϋσῆς διεβίβασας τοὺς ἀνθρώπους,
πρὸς τὴν ἐπίγνωσιν τῆς πίστεως.
Θεοτοκίον
Χαῖρε θησαυρέ, τῆς πάντων σωτηρίας,
χαῖρε νοερά, πηγὴ τῶν ἰαμάτων∙ χαῖρε
τὸ ἅγιον ὄρος, ὃ ὁ Προφήτης, Θεογεννῆτορ
προεώρακεν.
Ἕτερος
τοῦ Ἁγίου
Ἔθου
πρὸς ἡμᾶς
ΤΟ ΑΚΟΥΤΕ
Λόγων ἐρασταί, τὸν τῶν λόγων
μέγαν Κοσμήτορα, λόγοις ἱεροῖς χαρμονικῶς, ἐπανιόντα
δεῦτε τιμήσωμεν, λόγους ματαιόφρονας, σοφίᾳ
λόγων λήρους ἀπελέγξαντα.
Ὤλβισας ἡμᾶς, διδαγμάτων πλούτῳ
Χρυσόστομε∙ χεῖρα δ᾿ ἀναστέλλεις ἐμβριθῶς,
πλεονεξίας πλούτῳ τὴν βρίθουσαν, ἐλέγχων
τρανότατα, καὶ κατὰ νόμον, πλούτῳ θείας
χάριτος.
Τόξον δυνατῶν, ἰταμότης τύραννος
τέθλασται∙ σὺ δ᾿ ἐν ἀσθενείᾳ τῆς
σαρκός, ἀγγελικῶς βιοὺς ὑπερίσχυσας, ἱκέτας
Χρυσόστομε, τοὺς πρὶν διώκτας, ἔχων ἱερώτατε.
Θεοτοκίον
Τάξεις νοεραί, ὑμνῳδίαις Κόρη
σὲ μέλπουσιν∙ ὃν γὰρ οὐκ ἰσχύουσιν
ὁρᾶν, ἐκ τῆς ἁγνῆς νηδύος σου τέτοκας,
σάρκα προσλαβόμενον, ἀναλλοιώτως, πάναγνε Θεόνυμφε.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή
σου Χριστέ∙ τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ
ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν
τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος,
ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα
τῆς σῆς αἰνέσεως».
Τῆς
Θεοτόκου
ᾨδὴ
ε' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ
τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ
ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν
δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς
τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς
μου κατεύθυνον δέομαι».
Νοερὰν σατραπείαν, καὶ τυραννικὴν
ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν
καιρῷ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοι τό,
Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω∙ Χαῖρε πάντων
ἐλπὶς ἀκαταίσχυντε.
Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε ὑπεράμωμε∙
χαῖρε ὑπέραγνε, χαῖρε τῆς Ἁγνείας,
πορφυρόχρουν ἄνθος ἡδύπνοον, χαῖρε παρθενίας,
κακκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ
εὐῶδες ὀσφράδιον.
Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον
μύρον ἡ βρύουσα∙ χαῖρε θεία κρήνη, ἡ
τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ
τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος
ἄμπελος Δέσποινα.
Ἀδιόδευτε πύλη, χαῖρε ἣν διώδευσε
Χριστὸς ὁ Κύριος∙ Παραδείσου πύλας, ἡ
ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι᾿
ἧς χαίρει, ὁ οὐρανὸς καὶ γῆ χορεύει,
καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.
Τοῦ
Ἁγίου
Ὁ
ἐκ νυκτὸς ἀγνοίας
ΤΟ
ΑΚΟΥΤΕ
Τὴν ἱερὰν στολήν σου, κατακοσμήσας
τοῖς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν,
τὴν Ἱεραρχίαν Χρυσόστομε.
Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα
γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις
στελλόμενος.
Τῇ ἀστραπῇ τῶν λόγων, τὴν
ὑπερκόσμιον γνῶσιν ἑβρόντησας, Μύστα τῶν
ἀπορρήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.
Θεοτοκίον
Ἄνευ φθορᾶς τεκοῦσα, Θεογεννῆτορ
τὸν ἄσπορον τόκον σου, μόνη ὤφθης Παρθένος,
βρέφος ὑπομάζιον φέρουσα.
Ἕτερος
τοῦ Ἁγίου
Πρὸς
σὲ ὀρθρίζω
ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἔαρ ὤφθης, εὐωδιάζον
μυστικῶς, χαρίτων ἄνθεσι τῶν πιστῶν τὰ πλήθη,
λύων κακῶν τὸν χειμῶνα Πάτερ, ἐν τῇ ἐπανελεύσει
σου.
Τὸ θεῖον ῥεῖθρον, τῶν
χαρισμάτων ἡ πηγή, ἐπανελήλυθεν∙ οἱ
διψῶντες δεῦτε ὕδωρ ζωῆς, ἀπαντλεῖτε πίστει,
ἐνθέως εὐφραινόμενοι.
Ῥυὲν ἐκρύβης, οἴμοι! τὸ
κάλλος τὸ ἐμόν∙ ἀλλ᾿ ἐπανῆλθές
μοι ποθητὸς ἐν χρόνῳ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία
Πάτερ, βοᾷ σοι ἐπανήκοντι.
Θεοτοκίον
Ἰλέωσαί μοι, τὸν προελθόντα
ἐκ τῆς σῆς, γαστρὸς Πανάμωμε, σαρκοφόρον Λόγον,
ὃν ἐν ναῷ Συμεὼν βαστάζων, ὡς Κτίστην
ἐμεγάλυνεν.
Καταβασία
ΤΟ
ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς,
ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿
Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα,
ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν,
φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Τῆς
Θεοτόκου
ᾨδὴ
ς' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι
κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή
μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς∙
Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος∙
ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων
πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ
παντὸς Βασιλεῖ, πορφυρώσασα∙ τὴν γύμνωσιν τὴν
τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.
Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων,
φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη∙
Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν
ᾀδόμενον ἅγιον ὄνομα∙ ἐντεῦθεν καὶ
χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει
σοι.
Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε,
κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον
ὄρος∙ χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε∙
παλάτιον χαῖρε Χριστοῦ∙ χαῖρε τέμενος θεῖον
πολύφωτον.
Ὑπέραγνε, ὑπεράμωμε χαῖρε,
τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος∙ χαῖρε
κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία
καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν
βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.
Τοῦ
Ἁγίου
Ὡς
τὸν Προφήτην ἐρρύσω
ΤΟ
ΑΚΟΥΤΕ
Ὥσπερ χρυσὸν ἐκ μετάλλων, ἐκ
τοῦ βάθους σοφὲ τῆς καρδίας σου, τὰ πάγχρυσα
δόγματα ἡμῖν ἐθησαύρισας, καὶ τὰ σὰ
λόγια πλοῦτον κατέλιπες.
Τὴν παναγίαν σου μνήμην, ὁ λαὸς
ἑορτάζων Χρυσόστομε, δοξάζει τὸν Κύριον, τὸν
σὲ ἐκλεξάμενον, καὶ καλέσαντα, εἰς τὰς
αἰωνίους σκηνάς.
Εἰ καὶ νεκρὸς εἶ ἐν τάφῳ,
ἀλλὰ ζῶν ἐν τῷ κόσμῳ Χρυσόστομε,
κηρύττεις μετάνοιαν, καὶ γράφεις συγχώρησιν, ἐγγυώμενος,
τοῖς μετανοοῦσι θερμῶς.
Θεοτοκίον
Τὸν ἐν χερσὶ τῆς Παρθένου,
καὶ ἐν κόλποις Πατρὸς καθεζόμενον, τὸν σάρκα
φορέσαντα, καὶ μείναντα ἄτρεπτον, προσκυνήσωμεν, ὡς
Θεὸν καὶ Κύριον.
Ἕτερος
τοῦ Ἁγίου
Ἄβυσσος
ἐσχάτη
ΤΟ ΑΚΟΥΤΕ
Τέμνει σε τῆς Ἐκκλησίας Χριστοῦ
ἡ ἔκφρων βασίλισσα, ἀποτόμως ἐλέγχουσα∙
ἀλλ᾿ αὐτίκα τέμνεται, σὺ δὲ ἐλέγχεις
ἀθάνατα, τὴν ἐξαίσιον προτομὴν ἐργασάμενος.
Ὄργανον ἐδείχθης τοῦ παντουργοῦ,
Χρυσόστομε Πνεύματος, ὑπηχοῦν ἐμμελέστατα,
κωφεύει δ᾿ ἡ τύραννος, ὡς ἀσπὶς πρὸς
ἐπᾴσματα, καὶ οἰκτρότατον, ἀνταλλάττεται
θάνατον.
Νέκρωσιν κἂν τέθνηκε μὴ παθεῖν,
σαφῶς ἀνεδίδαξε, Βασιλεῖς ὁ Χρυσόστομος·
αὐτῶν γὰρ προστάγμασιν, ἀπειθήσας τὸ
πρότερον, ταῖς δεήσεσιν, ἐπανῆκε τὸ δεύτερον.
Θεοτοκίον
Ἕνα σε τὸν ἐκ Παρθένου νοῶν,
κἂν σάρκα προσείληφας, καὶ διπλοῦς ἐχρημάτισας,
μακρὰν ἀπερράπισε, καὶ τομὴν καὶ τὴν
σύγχυσιν, ὁ Χρυσόστομος, Ἰωάννης Θεάνθρωπε.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ
Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ
λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ
Θεός μου».
Κοντάκιον
Ἦχος
α' Χορὸς Ἀγγελικὸς
ΤΟ ΑΚΟΥΤΕ
Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία,
τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙
καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον,
τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει,
ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν,
Ἰωάννη Χρυσόστομε.
Ὁ
Οἶκος
Ἡ λαμπάς, ἡ τῶν ἔργων μου
στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ
δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου
σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον,
καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων
μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος,
καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον
ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας
με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου
ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν
καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη
Χρυσοστομε.
Συναξάριον
Τῇ ΚΖ' τοῦ αὐτοῦ
μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν
Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.
Στίχοι
Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη,
θρόνῳ,
Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν
Εἰρήνη, λέγεις.
Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας
εἰκάδι χρυσοῦν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς
Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου,
Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον,
Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ
γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὡς ὥριμός τις σῖτος ἐκ γήρως
Πέτρε,
Οἶνον ταμείῳ συγκομίζει τῷ
τάφῳ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῆς
Θεοτόκου
ᾨδὴ
ζ' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη
ἐν Βαβυλῶνι ποτέ∙ διὰ τοῦτο οἱ παῖδες
ἐν τῇ καμίνῳ, ἀγαλλομένω ποδί, ὡς
ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη
ἄφθορος, χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ,
ἡ παιδοτόκος καὶ ἀπειρόγαμος∙ τὸ ξένον
χαῖρε καὶ φρικτὸν μυστήριον∙ χαῖρε Ἀγγέλων
τρυφή, χαῖρε ἀνθρώπων χαρά.
Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως
τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη,
δεδοξασμένα χαῖρε Θεόνυμφε∙ χαῖρε ἡ κλῖμαξ,
δι᾿ ἧς μεταβαίνομεν, πρὸς οὐρανὸν ἀπὸ
γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.
Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος
θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας
ἄνθος ἀνθήσασα∙ διὸ συμφώνως τὸ χαῖρέ
σοι κράζομεν. Χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ
γλυκασμοῦ.
Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας
παθῶν με λύτρωσαι, ἵνα σοι χαρμοσύνως, τὸ χαῖρε
κράζω∙ χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον
πάσης καθαρότητος∙ χαῖρε δοχεῖον Θεοῦ, χαῖρε
χωρίον Χριστοῦ.
Τοῦ
Ἁγίου
Ὁ
τοὺς Παῖδας δροσίσας
ΤΟ ΑΚΟΥΤΕ
Ἀκριβὴς ἐπεγνώσθης θεηγόρος,
καὶ κοινὸς ἀντιλήπτωρ τῶν ἐν τῷ κόσμῳ,
ἡμαρτηκότων, Ὅσιε, παρεγγυῶν τὴν μετάνοιαν.
Ὡς χρυσὸς ἐν καμίνῳ τῶν
κινδύνων, πυρωθεὶς Ἱεράρχα οὐκ ἐχωνεύθης,
οὐ κατεφλέχθης∙ δοκιμασθεὶς γὰρ ἔδειξας, ὑπεροβρύζους
τοὺς πόνους σου.
Οὐκ ἐνάρκησας Πάτερ πρός ἀγῶνας,
οὐκ ᾐσχύνθης Δυνάστας, οὐ προέκρινας, ἀδικίαν
δικαιοσύνης Ὅσιε, καὶ μαρτυρεῖ ὁ τῆς χήρας
ἀγρός.
Θεοτοκίον
Χαῖρε κούφη νεφέλη, χαῖρε πύλη,
δι᾿ ἧς μόνος διῆλθεν, ὁ Θεὸς ἡμῶν
Θεοτόκε, ἀφθόρῳ τόκῳ ἄσπορος, ἐκ
σοῦ Υἱὸς γεννηθεὶς οὐ τραπείς.
Ἕτερος
τοῦ Ἁγίου
Ὡς
πάλαι τοὺς εὐσεβεῖς
ΤΟ
ΑΚΟΥΤΕ
Ξενοῦν τὴν χήραν Σοφέ, ἀσύγγνωστον
φάσκοντα, τῶν ἐξ αὐτῆς ξένον σε ποιεῖ,
ἐκ τῆς βασιλίδος ἡ πάντολμος γυνή, ξένη
θείας χάριτος, ξενώσει χρηματίσασα, τῶν σοφῶν
διδαγμάτων σου.
Ἀλλ᾿ ἐπανῆλθες ἡδύς, ὡς
ἥλιος νέφεσιν, ἀποκρυβεὶς μέγιστε φωστήρ,
καταφωσφορῶν φωταυγίᾳ μυστικῇ, τῶν χρυσῶν
δογμάτων σου, τοὺς φωτισθέντας ἅπαντας, Ἰωάννη
Χρυσόστομε.
Διαίρω σοι τὰς ἐμάς, παλάμας
Χρυσόστομε, περιβολαῖς ἔνδον σε λαβεῖν, τὸν
νυμφαγωγόν, ἐπανήκοντα λαμπρῶς, φίλτρον ὡς
χρόνιον, ἡ Ἐκκλησία κράζει σοι, ἑορτάζουσα
σήμερον.
Θεοτοκίον
Ὡς μυστικὴ τις λαβίς, τὸν ἄνθρακα
φέρουσα, τὸν νοητὸν ἔρχῃ πρός, ναόν, ὃν
Συμεὼν λαμπρυνθήσεται χερσί, Πάναγνε δεξάμενος,
καὶ τὰ τοῦ πάθους σύμβολα, προφητεύσει σαφέστατα.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα,
Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ,
ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς
μελῳδοῦντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν».
Τῆς
Θεοτοκου
ᾨδὴ
η' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε παῖδες, τῆς Τριάδος
ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε,
τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς
δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι
ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας».
Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε
ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα,
ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον ὄρος,
χαῖρε κατάσκιον∙ χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ
κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ
τῶν αἰώνων.
Σιδηρᾷ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως,
ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας,
τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει
πάθει, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ
σοι Παρθένε κράζω.
Ὡραιώθης ὅλη, τὸν ὡραῖον
ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων,
Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία∙
διὸ σοι τὸ χαῖρε κράζομεν χαίροντες, χαῖρε
Θεοτόκε, Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως
ἐνδοξοτέρα.
Δανιὴλ ὃ εἶδεν, ὄρος πρὶν ἀλατόμημον,
Θεογεννῆτορ χαῖρε, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος
λίθος. Χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε
τῶν ἀΰλων, Ἀγγέλων ἁγιωτέρα, χαῖρε
τῆς κτίσεως τιμιωτέρα.
Τοῦ
Ἁγίου
Οἱ
θεορρήμονες Παῖδες
ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεορρήμων σου γλῶσσα ἐν τῷ
κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ
ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην
ἀπήλασε.
Ἱερουργὲ τῶν ἀρρήτων μυστηρίων,
μυστιπόλε τῶν ἄνω, καὶ τῆς Τριάδος ὑπέρμαχε,
ἱκετεύων, μὴ παύσῃ, σωθῆναι τὴν ποίμνην
σου.
Ὡς τῇ Τριάδι λατρεύων Ἱεράρχα,
καὶ χορῷ τῶν Ἀγγέλων, συναυλιζόμενος Ὅσιε,
ἱκετευων μὴ παύσῃ, σωθῆναι τοὺς δούλους
σου.
Θεοτοκίον
Ὑπερφυῶς ἐν γαστρί σου συλλαβοῦσα,
τὸν ἀγεώργητον βότρυν, Παρθενομῆτορ ἐβλάστησας·
ἐπαξίως οὖν πάντες, τὸ χαῖρέ σοι κράζομεν.
Ἕτερος
τοῦ Ἁγίου
Ἀστέκτῳ
πυρὶ
ΤΟ ΑΚΟΥΤΕ
Μαστοῖς εὐσεβείας σε Πάτερ Ὅσιε,
τὴν θρέψασαν ἐκτρέφεις Ἐκκλησίαν, ἀπονέμων
ἑπταπλασίῳ, ἄρτῳ θείας χάριτος, ταύτῃ
θρέπτρα∙ γλεῦκος προχέων, ὡς πόμα δέ,
τὸ τῶν ἰαμάτων, παμμάκαρ Χρυσόστομε.
Εἰς πᾶσαν τὴν γῆν ἐπεξῆλθε,
Πάτερ σου ὁ φθόγγος τῶν δογμάτων∙ ἀλλ᾿
ἡ ἔκφρων βασιλὶς σε περιορίζειν, τοπικῶς ὑπείληφεν,
ἀλλ᾿ ἐψεύσθη∙ σὺ γὰρ ὡς γίγας
ὑψίδρομος, τὸ πᾶν περιλάμπεις, τῶν λόγων
ταῖς ἀκτῖσι.
Λαμπρύνθητι σήμερον σύλλογος, Πιστῶν
μέτ' εὐφροσύνης ὑπαντῶντες, τῷ προκρίτῳ
τῶν διδασκάλων· ἥκει γὰρ ἐφέστηκε διανέμων,
πᾶσι τὴν χάριν τὴν ἄφθονον, ἧς ἐμφορηθῶμεν,
γηθόμενοι πλουσίως.
Θεοτοκίον
Ὁρῶ σε Μητρὸς ἐν ἀγκάλαις,
οἶδὰ σε δ᾿ ἀπρόσιτον Θεότητος τῇ φύσει∙
πῶς οὖν Λόγε χερσὶ κατέχῃ, ὃς χειρὶ
τὴν σύμπασαν ἔχεις κτίσιν; ἔφη Συμεὼν Θεάνθρωπε,
τὴν ἀπόρρητόν σου, δοξάζων δυναστείαν.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες,
οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ
δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙
Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τῆς
Θεοτόκου
ᾨδὴ
θ' Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον
Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν
κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ
γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον,
Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἰδοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι,
τὴν ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ
ἐκ θείου Πνεύματος∙ καὶ ὡς τεκούσῃ
τὴν χαράν, τὸ χαῖρε βοῶσί σοι. Χαῖρε
ζωῆς θησαυρέ, χαῖρε κρήνη, ψυχικὸν μέλι βρύουσα.
Ὤρθωσας Δέσποινα Ἁγνή, τοῦ
προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα, καὶ τῆς
προμήτορος, Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας∙
ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ χαῖρε
βοῶμέν σοι. Χαῖρε χαρὰ τῶν Πιστῶν. Χαῖρε
τῶν Χριστιανῶν ἀγαλλίαμα.
Ἄξιον χαῖρέ σοι βοᾶν· ἐν
σοὶ γὰρ οὐσιωδῶς ἡ ἀΐδιος, χαρὰ
ἐσκήνωσε, Παρθένε Κόρη Θεογεννήτρια. Χαῖρε
Παράδεισε τρυφῆς∙ χαῖρε ἡ χρυσόρρειθρος, ἀθανασίας
πηγή, χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.
Νύσσει μου βέλει γλυκερῷ, τὴν
καρδίαν ὁ σὸς πόθος Πανύμνητε, καὶ ἐκβιάζει
με· Χαῖρέ σοι κράζειν διὰ παντὸς καὶ
βοᾶν∙ Χαῖρε γαλήνιε λιμήν∙ χαῖρε ἡ
ποντίσασα, τὸν νοητὸν Φαραώ, γλυκυτάτη εὐδιάβατος
θάλασσα.
Τοῦ
Ἁγίου
Τὸν
προδηλωθέντα
ΤΟ ΑΚΟΥΤΕ
Ἄλλος χρυσορρόας, ἐφάνης πάγχρυσε
Πάτερ· τὸ χρυσοῦν γὰρ στόμα, καὶ ἡ
γλυκεῖά σου γλῶσσα, πλημμυροῦσι τῷ τῶν δογμάτων
πελάγει, καὶ ψυχὰς αὐχμώσας καταρδεύουσι.
Θάλασσαν ὑπάρχουσαν, ἀδιάβατον
Πάτερ τὴν Γραφὴν βατήν, καὶ πλευστὴν ἀπειργάσω
τῷ κόσμω, τῷ ἱστίῳ ἀναπετάσας
τοῦ λόγου, καὶ πρὸς γνῶσιν ἄκλυστον ἐλάσας
τόν νοῦν.
Σὺ τῆς ἀκενώτου πηγῆς, ἀντλήσας
τὰ ῥεῖθρα, ποταμοὺς δογμάτων, τῇ Ἐκκλησίᾳ
προχέεις, ἐξ ὦν ἅπαντες οἱ διψῶντες ἀντλοῦμεν,
νάματα χρυσόρρειθρα Χρυσόστομε.
Θεοτοκίον
Βάτον καιομένην πυρί, καὶ μὴ
φλεγομένην, προσεώρα πάλαι, Μωσῆς Θεομῆτορ Παρθένε,
τὴν θεόδεκτον προτυπῶν σου γαστέρα, ὑποδεξαμένην
τὸ ἀκήρατον πῦρ.
Ἕτερος
τοῦ Ἁγίου
Καινὸν
τὸ θαῦμα
ΤΟ ΑΚΟΥΤΕ
Στρατὸς Ἀγγέλων, δῆμος Προφητῶν,
Ἀποστόλων τε καὶ τῶν Μαρτύρων θεῖος χορός,
ἡμῖν συναγάλλονται φαιδρῶς κοινωνοῦντες, τῆς
Ἑορτῆς Παμμάκαρ, καὶ τὸν ὕμνον τῶν σῶν,
οἰκείαν ἡγούμενοι τὴν χάριν∙ πάντων
γὰρ ἔσχες, ἐν σοὶ τὸν βίον ἀποματτόμενος.
Ἰδοὺ τοῦ κόσμου ἔλαμψε τὸ
φῶς, ὁ πανύψηλος ἐναπέφηνε θεῖος πυρσός,
τὸ γλυκύρρουν πέλαγος, τῶν θείων χαρίτων∙
ἐμφορηθῶμεν δεῦτε τοῦ φωτὸς ἀδελφοί,
θαλφθῶμεν, ἀρδεύσωμεν καρδίας, ᾄσμασι πάντες,
τὸν χρυσορρήμονα μεγαλύνοντες.
Ὡς ὀβολοὺς σοι δύω τὴν ᾠδήν,
ἀπόρου μου καὶ δειλαίας Παμμάκαρ ψυχῆς, ἀγαθῶν
παντοίων μέν, οἰκτρῶς χηρευούσης, πόθου δὲ
θείου πλούτῳ προσαγαγούσης αὐτήν, χρηστότητος
μίμημα τῆς θείας, δέχοιο χάριν, ἀντιβραβεύων
μοι πλουσιόδωρον.
Θεοτοκίον
Βαδίζων τρέμω, ἔφη Συμεών∙
τὸν σαλεύοντα τῇ προσβλέψει δὲ πᾶσαν τὴν
γῆν, κατέχων ῥωννύομαι, σὸν τόκον Παρθένε,
τῆς τρομερᾶς σαρκὸς δ᾿ ἀπολυόμενος, χρησμῶν
μοι τῶν θείων ἀποβάντων, χαίρων κομίζω καὶ
τοῖς ἐν ᾇδῃ, λύτρον τὰ εὐαγγέλια.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι,
τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν
τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ
πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούμενον Μητρί, ἀπειράνδρω, μεγαλύνομεν».
Ἐξαποστειλάριον
Γυναῖκες
ἀκουτίσθητε
ΤΟ ΑΚΟΥΤΕ
Ἀγάλλου πολις πόλεων, πασῶν ἡ
Βασιλεύουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ
Ποιμενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον,
τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος
καὶ σῴζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει
τοῖς ὕμνοις.
Θεοτοκίον,
ὅμοιον
Φρικτὴ ἡ προστασία σου, Μαρία
Θεοκόσμητε, καὶ φοβερά σου ἡ δόξα, πάσῃ
τῇ γῇ Θεοτόκε∙ εἰς σὲ γὰρ νῦν
καυχώμεθα, σὲ καὶ μεσίτην ἔχοντες, πρὸς τὸν
Υἱὸν καὶ Κτίστην σου, τῇ ἀκοιμήτῳ
πρεσβείᾳ, τῇ σῇ σωθείημεν πάντες.
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος
δ' Ἔδωκας σημείωσιν
ΤΟ
ΑΚΟΥΤΕ
Χρυσοῦ τηλαυγέστερον, τὰ Ἱερά
σου διδάγματα, προχεόμενα πάνσοφε, πλουτίζει Χρυσόστομε,
πενομένας φρένας, καὶ ἀποδιώκει, τῶν παθημάτων
τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά
τε· διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν
σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.
Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς
Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις
τε∙ ἐν αἷς ἠξιώθης, μακαρίου τέλους,
οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν
πολυμήχανον, διὸ τῇ ἐπανόδῳ σου, ἡ Ἐκκλησία
ἀγάλλεται, ἣν χρυσῷ κατεκόσμησας, τῶν πανσόφων
δογμάτων σου.
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς
ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάρρυτος, ὁ
νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον
στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας
κήρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ
ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω
Χρυσόστομος.
Κόσμον ὡς βασίλειον, ἡ Βασιλὶς
τὸ σὸν λείψανον, δεξαμένη Χρυσόστομε, ἐν τούτῳ
σεμνύνεται∙ καὶ ἐγκαυχωμένη, ἐπὶ τοῖς
σοῖς λόγοις τὴν οἰκουμένην συγκαλεῖ, εἰς
εὐφροσύνην καὶ θείαν μέθεξιν, ἀφθόνων
τῶν χαρίτων σου, μεγαλοφώνως κραυγάζουσα, Ἰησοῦ
ὑπεράγαθε, σὺ εἶ δόξα τῶν δούλων σου.
Δόξα...
Ἦχος δ' Γερμανοῦ
Πάτερ Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος,
ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς
ἀρχὰς τέσσαρας διαδραμών, σοῖς λόγοις τῆς
γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τῇ
παγχρύσῳ διδασκαλίᾳ σου, διὸ τὴν ἐπάνοδον,
σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς
πολιτογραφήσας, πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς Ἰωάννη,
τῶν ἀνυμνούντων σε.
Καὶ
νῦν... Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν
Λειτουργίαν, Τυπικὰ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου
ᾨδὴ γ' καὶ ς'.
Ἀπόστολος.
Ἀδελφοί,
τοιοῦτος ἡμῖν ἔπρεπεν Ἀρχιερεύς...
Εὐαγγέλιον
κατὰ Ἰωάννην.
Εἶπεν ὁ
Κύριος, Ἐγὼ εἰμι ἡ θύρα...
Κοινωνικόν.
Εἰς
μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.