Τῌ ΚΒ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου
Ἀποστόλου Τιμοθέου, καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος
Ἀναστασίου τοῦ Πέρσου.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου.
Ἦχος
α' Πανεύφημοι Μάρτυρες
ΤΟ
ΑΚΟΥΤΕ
Ἀκτῖσι τοῦ Πνεύματος σαφῶς,
σὺ καταλαμπόμενος, ἱεροφάντα Τιμόθεε, ἀριδηλότατος,
ὡς φωστὴρ ἐδείχθης διατρέχων ἅπασαν, τὴν
γῆν καὶ καταυγάζων τῇ χάριτι, καὶ νῦν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Τιμόθεε τρυφῆς, τὸν χειμάρρουν
ἔπιες, καὶ θεοφρόνως ἐπότισας Θεοῦ ἐπίγνωσιν,
τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος· ᾧ νῦν
χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος
τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον.
Θεόφρον Τιμόθεε πυκναῖς, ἀρρωστίαις
σώματος, καὶ ἀσθενείαις ῥωννύμενος, τὸν
νοῦν μακάριε, τὸ τῆς πλάνης κράτος, εὐχερῶς
διέλυσας, Χριστοῦ τῇ δυναστείᾳ φραξάμενος,
καὶ διεκήρυξας, ὑψηγόρως τὸ θειότατον, τῆς
εἰρήνης, ἡμῖν Εὐαγγέλιον.
Στιχηρὰ
τοῦ Μάρτυρος, ὅμοια
Τοῦ κόσμου τὰ πέρατα τὰ σά,
νῦν ἐξᾴδει θαύματα, θαυματουργὲ Ἀναστάσιε·
θαυματουργίαις γάρ, ἀμειβόμενός σε, ὁ Χριστὸς
ἐκόσμησε, βασάνους δι' αὐτὸν ὑπομείναντα,
καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας
καὶ μακαριότητος.
Μαρτύρων τὸ καύχημα λαμπρά, ἀναστήσας
τρόπαια, κατὰ τῆς πλάνης ὁμώνυμον, παμμάκαρ
εὔκλειαν, τῇ σῇ κλήσει φέρεις, Πανταχοῦ φερόμενος
στερρὸς ὡς νικητὴς Ἀναστάσιε· καὶ νῦν
ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν
πίστει τιμῶντας τὴν μνήμην σου.
Μάρτυς Ἀναστάσιε στερρά, ἀναστήσας
τρόπαια, κατὰ τῆς πλάνης ἀπείληφας, διπλοῦν
τὸν στέφανον, τῆς ἀσκήσεώς σου, καὶ
στερρᾶς ἀθλήσεως, καὶ τῆς μέχρι θανάτου
ἐνστάσεως, καὶ τῶν θαυμάτων σοι, ἐπαξίως
τὴν ἐνέργειαν, ὁ Δεσπότης Χριστὸς ἐδωρήσατο.
Δόξα...
Ἦχος πλ. δ'
Τῷ Θεῷ προωρισμένος, καὶ τῷ
σοφῷ Παύλῳ μεμαθητευμένος, ἐμυήθης τὰ
θεῖα, καλῶς πολιτευσάμενος, καὶ τὴν πίστιν
μέχρις αἵματος, ἀνενδοιάστως σαφῶς ἐνστερνισάμενος,
πιστὸς τὰ πρὸς τὸν Θεὸν Ἀρχιερεὺς ἀνεδείχθης,
Τιμόθεε Ἀπόστολε, ὅθεν τοὺς εἰδωλομανοῦντας
ἐλέγξας, ῥοπάλοις καὶ λίθοις καταικιζόμενος,
ἔτυχες τοῦ μαρτυρίου τῶν στεφάνων. Διὸ Παμμάκαρ
πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει
τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Καὶ
νῦν... Θεοτοκίον
Ὢ
τοῦ παραδόξου θαύματος
ΤΟ
ΑΚΟΥΤΕ
Χαῖρε Παρθένε Θεόνυμφε· χαῖρε
πιστῶν ἡ ἐλπίς· χαῖρε κόσμου καθάρσιον,
χαῖρε πάσης θλίψεως, ἡ τοὺς δούλους σου σῴζουσα·
ἡ τοῦ θανάτου χαῖρε κατάλυσις, ὁ ζωηφόρος
χαῖρε, Παράδεισος· χαῖρε ἀντίληψις, τῶν
προσκαλουμένων σε, χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα,
καὶ ὄρος ἅγιον.
Ἢ
Σταυροθεοτοκίον
Ὢ τοῦ παραδόξου θαύματος! ὢ
μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ
Παρθένος, ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν
μέσῳ δύω λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως,
φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι
τέκνον φίλτατον! πῶς σε δεινῶς, δῆμος ὁ ἀχάριστος,
Σταυρῷ προσήλωσεν;
Εἰς τὸν Στίχον,
Στιχηρὰ τῆς Ὀκτωήχου.
Εἶτα
λέγομεν Στιχηρὸν Ἦχος
α'
Στίχ.
Εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
αὐτῶν ἐν τῷ ἠλίῳ ἔθετο τὸ
σκήνωμα αὐτοῦ.
Τὸν φωστῆρα τὸν πιστῶν καὶ Ἀπόστολον,
τὸν ἐν Εὐαγγελίῳ ἐμπρέψαντα Τιμόθεον,
δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες· Χαίροις
ὁ τερπνὸς τῆς πίστεως ῥάδαμνος, τῆς
τοῦ θείου Παύλου υἱοποιΐας· Χαίροις ὁ
σεπτὸς γνώμων τῶν ἀρετῶν, τὸ πολύσοφον
στόμα τοῦ Λόγου·
Χαίροις τὸ τῆς πίστεως ἄγαλμα, καὶ τῆς
Ἐκκλησίας τὸ στερέωμα.
Δόξα...
Ἦχος β'
Ἐμεγάλυνας Χριστέ, ὡς ἐν τῇ,
Ἰουδαία καὶ ἐν Βαβυλῶνι, τοῦ τιμίου
Σταυροῦ τὴν δύναμιν· ἔμαθον γὰρ δι’αὐτοῦ,
τὴν ζωοποιὸν τῆς Ἀναστάσεως Ἑορτήν·
καὶ γέγονεν ἐν αὐτοῖς ὁ αἰχμάλωτος,
ἐλευθερωτὴς εἰδωλομανίας, καὶ Μάρτυς ἀπαράγραπτος
τῶν θαυμάτων, ὁ νῦν εὐφημούμενος ἀθλητής,
Ἀναστάσιος ὁ ἔνδοξος, σὺν Ἀγγέλοις
χορεύων, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Ὅτε
ἐκ τοῦ ξύλου σε νεκρὸν
ΤΟ
ΑΚΟΥΤΕ
Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως
ἐν μήτρᾳ, ἐκυοφόρησας, ἄνθρωπον γενόμενον
δι’ ἀγαθότητα, Παναγία Θεόνυμφε· διὸ δυσωπῶ
σε, τῶν στενοχωρούντων με, κακῶν ἀπάλλαξον· ὅπως
τὴν στενὴν εὐθυπόρως, τρίβον διοδεύσας πρὸς
πλάτος, φθάσω τῆς ἐκεῖ μακαριότητος.
Ἢ
Σταυροθεοτοκίον
Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ
ἐπὶ Σταυροῦ ὑψωθέντα τὸν τοῦ παντὸς
Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα. Ὑπερύμνητε
Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων
σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν;
Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ
συγκαταβάσει σου φιλάνθρωπε.
Ἀπολυτίκιον
τοῦ Ἀποστολου
Ἦχος
δ'
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων
ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς
ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς
ἐκλογῆς τὰ ἀπόρρητα· καὶ τὴν πίστιν
τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε
Τιμόθεε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δόξα...
τοῦ Ὁσιομάρτυρος
Ἦχος
α'
Τῶν Μαρτύρων τὸ κλέος, καὶ Ὁσίων
τὸ καύχημα, καὶ τὸν θησαυρὸν τῆς Περσίας,
τὸν σοφὸν Ἀναστάσιον· τὸν μέγαν ἀντιλήπτορα
πιστῶν, τὸν κήρυκα τῆς πίστεως ἡμῶν·
ταῖς ἀγγελικαῖς ὑμνῳδίαις, εὐφημοῦμέν
σε λέγοντες·Δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι
διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ
νῦν... Θεοτοκίον
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη
Στιχολογίαν, ὁ Κανὼν τῆς Ὀκτωήχου εἰς
η' καὶ τῶν Ἁγίων εἰς ς', οὗ ἡ ἀκροστιχὶς
ἄνευ τῶν Θεοτοκίων
Τιμόθεον
τὸν Ἀπόστολον ᾂσμασι τοῖς δε γεραίρω. Θεοφάνους.
Κανὼν
τοῦ Ἀποστόλου
ᾨδὴ
α' Ἦχος
α'
ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς
ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε,
ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις,
ὁδὸν βυθοῦ καινουργήσασα».
Τὰς ἐπαναστάσεις τῶν παθῶν,
καὶ τῆς ἀγνοίας τὸν ζόφον πρεσβείαις
σου, Μάκαρ διασκέδασον, φωτιστικῇ τῆς ἀπαθείας
χάριτι, ὅπως θεοφάντορ, νῦν ἐπαξίως ὑμνήσω
σε.
Ἰδὼν ὁ προγνώστης καὶ Θεός,
σῆς διανοίας τὸ κάλλος Τιμόθεε, θείοις Ἀποστόλοις
σε, συλλειτουργεῖν κατηξίωσεν ἔνδοξε, ὁ σοφῇ
προνοίᾳ τῶν καθ’ ἡμᾶς προμηθούμενος.
Μίαν ὑπερούσιον ἀρχήν,
προνοουμένην τῶν ὅλων γινώσκομεν· Ἕλλην γὰρ
ἀπόστολος, τῇ τοῦ Χριστοῦ λελαμπρυσμένος χάριτι,
σὺν τῶ θείῳ Παύλῳ, συναριθμεῖται Τιμόθεος.
Κανὼν
τοῦ Μάρτυρος
Ἦχος
καὶ Εἱρμὸς ὁ αὐτὸς
Ὄρθρῳ λαμπροτάτῳ σου Χριστέ,
τῆς ἀναστάσεως περιλαμπόμενος, ταύτης ὁ ἐπώνυμος,
Ἀνατολῆς ἐξορμηθεὶς ὡς ἥλιος, νῦν τὴν
Ἐκκλησίαν, περιαυγάζει τοῖς θαύμασι.
Θείας ἀγαπήσεως πλησθείς,
καρτερικῶς τὰς βασάνους ὑπέμεινας, μάρτυς Ἀναστάσιε,
καὶ τῷ Χριστῷ ἀσκητικοῖς ἠγλαϊσμένος
κάλλεσι, χαίρων προσηνέχθης, εὐῶδες θῦμα
πανάριστε.
Θεοτοκίον
Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ
εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας,
σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ
προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.
Τοῦ
Ἀποστόλου
ᾨδὴ
γ'
ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν
βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ
συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ
ὕψους δύναμιν, τοῦ βοᾶν σοι· ἅγιος ὁ τῆς
δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».
Ἐχύθη παμμάκαρ δαψιλῶς, ἡ χάρις
σοῦ τοῖς χείλεσι, καὶ ποταμοὺς δογμάτων ἀνέβλυσε,
τὴν Ἐκκλησίαν Χριστοῦ ἀρδεύοντας, καὶ
πολύχουν φέροντας, τὸν καρπὸν Τιμόθεε, χριστοκήρυξ
θεόφρον Ἀπόστολε.
Οἱ πόδες οἱ σοὶ προφητικῶς,
Παμμάκαρ ὡραιώθησαν· πάντα γὰρ νοῦν
σαφῶς ὑπερέχουσαν, εὐηγγελίσω εἰρήνην
πάνσοφε, τὴν τὸν πάλαι λύσασαν, τῶν ἀνθρώπων
πόλεμον, τὸν Σωτῆρα τῶν ὅλων καὶ Κύριον.
Νεκρῶν σου τὰ μέλη τῆς σαρκός,
τῷ λόγῳ καθυπέταξας, τὴν τῶν χειρόνων
Μάκαρ Τιμόθεε, ἡγεμονίαν διδοὺς τῷ κρείτονι,
καὶ παθῶν ἐκράτησας, καὶ ψυχὴν ἐφαίδρυνας,
ῥυθμιζόμενος Παύλου διδάγμασι.
Τοῦ
Μάρτυρος
Ὁ
αὐτὸς
Τὴν τρίβον ὁδεύσας τὴν στενὴν
ἐν πρώτοις δι’ ἀσκήσεως, πρὸς μαρτυρίου κλέος
προέκυψας διὰ βασάνων τρυφὴν εὑράμενος, διὰ
πόνων ἔνδοξε Μάρτυς Ἀναστάσιε, τήν οὐράνιον
τέρψιν δρεπόμενος.
Ὁ τόνος τῆς ἀθλήσεως τῆς
σῆς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην
Μάρτυς ἀήττητε· πρὸς ἁμαρτίαν γὰρ
μέχρις αἵματος, ἀντικαθιστάμενος, νικηφόρος γέγονας,
καὶ στεφάνῳ τῆς νίκης κεκόσμησαι.
Θεοτοκίον
Ἐκ σοῦ ἀνεβλάστησεν ἡμῖν,
τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον πᾶσαν
τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς
αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ
ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον Παρθένε
παναμωμε.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν
βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ
συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ
ὕψους δύναμιν, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς
δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».
Κάθισμα
τοῦ Ἀποστόλου
Ἦχος
δ' Ταχὺ προκατάλαβε
ΤΟ
ΑΚΟΥΤΕ
Τοῖς θείοις χαρίσμασιν ἀγλαϊζόμενος,
ἐκόσμησας ἔνδοξε, τὴν Ἐφεσίων λαμπράν,
μητρόπολιν Ἀπόστολε· κήρυξ γὰρ ἀνεδείχθης,
μετὰ Παύλου τοῦ θείου, πᾶσι προκαταγγείλας,
τὸν σωτήριον λόγον· διὸ πανηγυρίζομεν πίστει
τὴν μνήμην σου.
Δόξα...
τοῦ Μάρτυρος
Ἐν δόξῃ τελειότητος, ὤφθης ὑπέρτιμος,
ὡς θείαις λαμπόμενος, φωταγωγίαις τὸν νοῦν,
καὶ γνοὺς τοῦ Σταυροῦ τὴν ἰσχύν, ὅσιος
ἐν ἀσκήσει, καὶ ἐν αἵματι Μάρτυς, γέγονας
θεοφρόνως Ἀναστάσιε Μάρτυς· διὸ καὶ τῶν
θαυμάτων ἐν σοί, βλύζει τὴν χάριν Χριστός.
Καὶ
νῦν... Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ
τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν
τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας
ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας·
ὄθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε
δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ
Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ
τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν
παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας
ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν
πὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ,
συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Τοῦ
Ἀποστόλου
ᾨδὴ
δ'
ΤΟ ΑΚΟΥΤΕ
«Ὄρος σε τῇ χάριτι τῇ θείᾳ
κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας
ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ
προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν
καὶ ἀνάπλασιν».
Νομίμως παμμάκαρ ἐναθλῆσαι ἑλόμενος,
δι’ ἐγκρατείας παντελοῦς, τὰς τρικυμίας τῶν
παθῶν, τῷ νῷ καθυπέταξας, τῶν ἀρετῶν
καταλαβὼν τὴν ἀκρότητα, μεγαλοκήρυξ θεόφρον
Τιμόθεε.
Ἀστράψας ὡς ἥλιος ὁ Παῦλος
ἐξέπεμψεν, ὥσπερ ἀκτῖνα φαεινήν, τὴν
οἰκουμένην δαψιλεῖ, φωτὶ καταλάμπουσαν, πυρσοφανῶς
σε θεοφάντορ Τιμόθεε, πρὸς ὁδηγίαν ἡμῶν
καὶ βεβαίωσιν.
Ποθήσας θερμῶς τῶν ἐφετῶν τὸ
ἀκρότατον, καὶ δι’ ἀγάπης συγκραθείς,
πόθῳ κατάλληλον ζωήν, μετῆλθες Θεόληπτε, διὰ
παντός, σοῦ κατοπτεύων τὸν ἔρωτα, καὶ τῆς
αὐτοῦ θεωρίας πιμπλάμενος.
Τοῦ
Μάρτυρος
Ὁ
αὐτὸς
Οὐδὲν σε τῆς πρὸς Χριστὸν ἀγάπης
ἐχώρησεν, οὐ τῶν μελῶν ἡ ἐκκοπή,
οὐ τῶν βασάνων ἀπειλή, οὐ ξίφος οὐ
θάνατος, ἀλλ’ οὐδὲ πῦρ, οὐδὲ λιμὸς
Ἀναστάσιε, τῆς οὐρανίου χορείας ὁμόσκηνε.
Συντόνως ἐπ’ ὤμων τὸν σταυρόν
σου ἀράμενος, κατηκολούθησας Χριστοῦ, ταῖς σωτηρίοις
ἐντολαῖς· καὶ τούτου γενόμενος, ἐκμιμητής,
μέχρι θανάτου Πανάριστε, νῦν ἀπολαύεις αὐτοῦ
τῆς λαμπρότητος.
Θεοτοκίον
Χαρὰν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος,
ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο εἰπών·
Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ
Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ
ὑμνούντων σε.
Τοῦ
Ἀποστόλου
ᾨδὴ
ε'
ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὤν εἰρήνης, πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην
παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν
θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς
ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε».
Τοῦ πρώτου καὶ πάντων, αἰτίου
Φωτός, ταῖς ἀΰλοις λαμπάσι πυρσούμενος, τὸν
κόσμον κατεφαίδρυνας, κηρύγματι σεπτῷ, φωστὴρ τῆς
εὐσεβείας, ζωῆς λόγον ἐπέχων, προφανῶς
δεδειγμένος, ἱερομύστα παμμακάριστε.
Ὁ Παύλου τοῦ θείου, στερρὸς
μαθητής, διδασκάλου τοῖς ἴχνεσιν ἕπεται τὰ
τούτου σπείρων ἅπασι, διδάγματα πιστοῖς, δι’ ὧν τῆς
εὐσεβείας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ
νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.
Λαμπρότης ὁ Παῦλος, δευτέρα φανεὶς,
λειτουργοῦσα τῇ πρώτῃ λαμπρότητι, τῇ ταύτης
ἐπιγνώσει, κατεφώτισεν ἡμᾶς· τούτου
συστρατιώτης, Τιμόθεος ἐδείχθη, τῇ αὐτοῦ
παντευχίᾳ , νικητικῶς περιφραξάμενος.
Τοῦ
Μάρτυρος
Ὁ
αὐτὸς
Ὁ μέγα καυχώμενος, ἄμετρα πρίν,
καὶ τὴν γῆν ἀπειλῶν καταλήψεσθαι, καὶ
μάτην φρυαττόμενος, τὴν θάλασσαν σοφέ, εἰσάπαν
ἐξαλείφειν ταῖς σαῖς ἀνδραγαθίαις, Ἀναστάσιε
Μάρτυς, καταπατεῖται ὁ ἀντίθεος.
Νομίμως ἀθλήσας, μάρτυς Χριστοῦ,
καὶ νικήσας τῶν ἄθλων τὰ ἔπαθλα, θαυμάτων
τὴν ἐνέργειαν, κομίζεται σαφῶς· νόσους
γὰρ θεραπεύει, καὶ δαίμονας ἐλαύνει, τοῦ
Χριστοῦ τῇ δυνάμει, τερατουργῶν ὁ Ἀναστάσιος.
Θεοτοκίον
Κατάραν τῆς Εὔας τῆς πάντων
μητρός, τῷ σῷ τόκῳ Παρθένε κατήργησας,
τῷ κόσμῳ εὐλογίαν, ἀνατείλασα Χριστόν·
διὸ σε γεγηθότες, καὶ στόματι καὶ γλώττῃ,
Θεοτόκον κυρίως, ὁμολογοῦντες μακαρίζομεν.
Τοῦ
Ἀποστόλου
ᾨδὴ
ς'
ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν,
ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ
Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ
σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον·
ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν
τεκοῦσαν κατέσχεν ἀπήμαντον».
Ἅρμα τοῦ Θεοῦ, ἐφάνης Τιμόθεε,
βαστάζων αὐτοῦ τὸ θεῖον ὄνομα, κατ’ ἐνώπιον,
τῶν ἀθέων τυράννων θεόληπτε, μὴ πτοούμενος
τὴν τούτων ἀγριότητα· σὺ γὰρ τήν
ἀκαταμάχητον, τοῦ Σωτῆρος ἰσχὺν ἐνεδέδυσο.
Στέφος εὐπρεπές, ἐδέξω Τιμόθεε,
πανόλβιε θεόφρον ἀπόστολε, καὶ διάδημα,
Βασιλείας ἀξίως περίκεισαι, καὶ παρέστηκας
τῷ θρόνῳ τοῦ Δεσπότου σου, Παύλῳ
συναγαλλιώμενος, ἐν σκηναῖς οὐρανίαις μακάριε.
Μύρου νοητοῦ, Τιμόθεε πάντιμε,
σαρκὶ δι’ ἡμᾶς τοῦ κενωθέντος, Χριστοῦ
ὀσφραινόμενος, εὐωδίας τῆς τούτου μετείληφας,
καὶ μετέδωκας, τοῖς πίστει σοι προστρέχουσι, μύστα
τῶν ἀρρήτων Ἅγιε, τῆς αὐτοῦ νοητῆς
διαδόσεως.
Τοῦ
Μάρτυρος
Ὁ
αὐτὸς
Αἴγλῃ τοῦ Σταυροῦ, σοφῶς
λαμπρυνόμενος, τῆς πλάνης τὸ ζοφῶδες διέλυσας,
καὶ νενίκηκας, συμπλακεὶς τῷ τυράννῳ πανένδοξε,
καὶ χαίρων ἐκομίσω σου τὰ τρόπαια σοφέ,
Μάρτυς Χριστοῦ Ἀναστάσιε, συγχορεύων Μαρτύρων
στρατεύμασιν.
Θεοτοκίον
Ἅπας ὁ χορός, θεόθεν μιμούμενος,
ὁ τῶν Προφητῶν σου προηγόρευσε, τὸ μυστήριον,
τῆς ἀφράστου καὶ θείας συλλήψεως, τῆς
ἐκ σοῦ τοῦ Θεοῦ Λόγου Μητροπάρθενε· σὺ
γὰρ τὴν ἀληθεστάτην τε, καὶ ἀρχαίαν
βουλὴν ἐφανέρωσας.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν,
ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ
δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,
διελήλυθε φυλάξας ἀδιάφθορον· ᾗς γὰρ οὐχ
ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν
ἀπήμαντσν».
Κοντάκιον Ἦχος α'
Χορὸς
ἀγγελικὸς
ΤΟ ΑΚΟΥΤΕ
Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον
Παύλου, Τιμόθεον πιστοί, ἀνυμνήσωμεν πάντες,
σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον,
τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον,
καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη,
καὶ νόσους τοῦ σώματος.
Ὁ
Οἶκος
Ὡς ἁλιεὺς ἐμπειρότατος, τὰ
τῆς χάριτος ἥπλωσε δίκτυα Παῦλος ὁ μέγας
Ἀπόστολος, καὶ τὸν θεηγόρον, ὥσπερ θήραμα
ἅγιον, εἵλκυσε πρὶν Τιμόθεον· καὶ σὺν τούτῳ τὰ
πέρατα περιερχόμενος, ἐκ τοῦ φάρυγγος εἵλκυσε
τοῦ διαβόλου τοὺς δεξαμένους τῆς Πίστεως τὸν
λόγον, ἐν οἷς ἦν καὶ ὁ γενναῖος Ἀναστάσιος·
πιστεύσας γάρ, τῶν Περσῶν τὴν πλάνην κατέλιπε
πᾶσαν, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἐπ’ ὤμων ἐβάστασεν·
ὅθεν χάριτι θείᾳ ἀπελαύνει τὰ ψυχικὰ
ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.
Συναξάριον
Τῇ ΚΒ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου
Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου
Παύλου.
Στίχοι
Ἔρωτι θείων Τιμόθεος στεμμάτων,
Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ
αἱμάτων.
Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη
Τιμοθέοιο.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου ὁσιομάρτυρος Ἀναστασίου
τοῦ Πέρσου.
Στίχοι
Ἀναστάσιος ἐν τραχήλῳ τὸν
βρόχον,
Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται
φέρων.
Εἰκάδι δευτερίῃ Ἀναστάσιος
βρόχον ἔτλη.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων μαρτύρων Μανουήλ, Γεωργίου,
Πέτρου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου,
Λέοντος, Παρόδου καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα
ἑπτά.
Στίχοι
Ξίφος Μανουὴλ εἰς μέρη τέμνει
δύω,
Τιμῶντ’ ἀτμήτους οὐσίας
Χριστοῦ δύω.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν
σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
Ἄρρητον εἶχε τὴν προθυμίαν Λέων,
Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους
τὴν γαστέρα.
Δέος, ξίφους ταθέντος ἐγγὺς
αὐχένων,
Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν
τοῦ βίου.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν
ξίφος,
Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ
Ἀποστόλου
ᾨδὴ
ζ'
ΤΟ ΑΚΟΥΤΕ
«Σὲ νοητήν, Θεοτόκε κάμινον,
κατανοοῦμεν οἱ Πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε
τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον,
ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».
Συγχορευτής, οὐρανίου τάξεως, σὺ
ἐπαξίως γεγονώς, συνευφραίνῃ χαρμονικῶς, αἴγλης
φωτοδότιδος Μάκαρ ἐμφορούμενος, ἱερομύστα
Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ
ὑπερένδοξον.
Ἱερουργῶν, Χριστοῦ Εὐαγγέλιον,
ἐξ ἀρετῶν περιωπῆς, θεογράφους ἐπιστολάς,
Παῦλος ὁ θειότατος χαίρων ἐξαπέστειλεν, ὡς
μαθητῇ σοι Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων,
Θεόν, καὶ ὑπερένδοξον.
Τὸ ἀσθενὲς τῆς σαρκὸς ἐρρώννυεν,
ἡ εὐτονία τῆς ψυχῆς· ὡς ἀσώματος
γὰρ ἐν γῇ, σὺ πολιτευσάμενος, Μάρτυς ἐχρημάτισας,
τὴν κεφαλὴν συντριβόμενος, Ἱερουργέ, Μυστηρίων
Θεοῦ θεομακάριστε.
Τοῦ
Μάρτυρος
Ὁ
αὐτὸς
Ὁ Ἀθλητής, τοὺς Πιστοὺς
προτρέπεται, σαφὲς ὑπόδειγμα δεικνύς, τὴν ἀνδρείαν
τὴν ἑαυτοῦ, θεῖον νῦν μιμήσασθαι, πάθος
τὸ ἑκούσιον, ὑπὲρ ἡμῶν ὃ ὑπέμενεν,
ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἰσοσθενής, Τριὰς πιστεύεται, τοῖς
εὐσεβείας ἐρασταῖς· οἱ γενναῖοι γὰρ
Ἀθληταί, ταύτης ὑπερήθλησαν, αἵματα ἐκχέοντες,
μαρτυρικῶς συμπλεκόμενοι, καὶ τὰς ψυχάς προδιδόντες,
σαφῶς καὶ ἀναιρούμενοι.
Θεοτοκίον
Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ
κώδιον· ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος
ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον,
δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετός
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Τοῦ
Ἀποστόλου
ᾨδὴ
η'
ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς
ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ
τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας».
Στάσεως Ἀγγελικῆς ἠξιωμένος,
ἀνεδείχθης Τιμόθεε μάκαρ· οὐρανῶν τὰ
Τάγματα, μυηθεὶς γὰρ ὑπερφυῶς, τὴν λαμπρότητα
τὴν τούτων ἐμιμήσω σοφέ· μεθ’ ὧν ἀναμέλπεις
εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα
τὸν κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας
τοὺς αἰῶνας.
Δύναμιν ἐνδεδυμένος οὐρανόθεν,
ὡς Ἀπόστολος ὤφθης θεόφρον, τὴν ἐπιδημήσασαν,
ξενοτρόπως τοῖς Μαθηταῖς, τοῖς τοῦ Λόγου αὐτόπταις
ὧ Τιμόθεε· μεθ’ ὧν ἀναμέλπεις ἀγαλλόμενος·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἔστης τῆς ἐφέσεως σαφῶς παμμάκαρ, τὸ ἀκρότατον οἷά περ φθάσας, τῶν καλῶν Τιμόθεε, θεοκήρυξ διὰ παντὸς ἐλλαμπόμενος φωτὶ τῶ τῆς Τριάδος τρανῶς· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Μάρτυρος
Ὁ
αὐτὸς
Γῆθεν σὺ πρὸς οὐρανούς
στεφανηφόρος, Ἀναστάσιε Μάρτυς ἀνέπτης, τὴν
ἀπάτην ἅπασαν, τῶν δαιμόνων διεκφυγὼν καὶ
πατήσας τῶν εἰδώλων τὰ σεβάσματα· διὸ
καὶ κραυγάζεις νῦν γηθόμενος· Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Ἔβαψας μαρτυρικῶς σου ἐξ αἱμάτων,
τὴν σὴν χλαῖναν πονόβλιε Μάρτυς, τὸ Σταυροῦ
δὲ σύμβολον, σκῆπτρον φέρων σὺ τῷ Χριστῷ
, βασιλεύεις εἰς αἰῶνας Ἀναστάσιε· καὶ
νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ ταῖς Ἀρχαγγελικαῖς ὑμνολογίαις,
δοξαζόμενος πλούσιος Λόγος, δι' ἡμᾶς ἑπτώχευσε
σὲ Μητέρα τὴν καλλονὴν Ἰακωβ εὐλογημένην
ἐκλεξάμενος· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν.
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς
ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ
τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας».
Τοῦ
Ἀποστόλου
ᾨδὴ
θ'
ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας
σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ
νῦν καθ’ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν,
κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε
Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Ῥῆσις τοῦ Δαυῒδ πεπλήρωται·
ὡς ἀστραπὴ τῇ οἰκουμένῃ γὰρ ἔφανας,
τῷ κηρύγματι, περιαυγάζων τὰ πέρατα, παναοίδιμε
μάκαρ Τιμόθεε· διὸ σε θεοφάντορ, ἀκαταπαύστως
μεγαλύνομεν.
Αἴγλης ἀρχιφώτου Πάνσοφε, θεαρχικῆς
καὶ τρισηλίου ἐλλάμψεως, ἐμπιπλώμενος, καὶ
καθαρῶς ἐμφορούμενος, τοὺς ὑμνοῦντάς
σε μάκαρ περίσῳζε, ἐκ ζόφου τῶν πταισμάτων,
Ἱερομύστα πανσεβάσμιε.
Ἶσὸν τῷ Πατρὶ καὶ Πνεύματι,
Μονογενὲς ὀρθὰ φρονοῦντες δοξάζομεν, τοῖς
διδάγμασι, τῶν Ἀποστόλων σου Δέσποτα, στηριζόμενοι
Παύλου τοῦ κήρυκος, τῆς σῆς οἰκονομίας,
καὶ Τιμοθέου τοῦ θεόφρονος.
Τοῦ
Μάρτυρος
Ὁ
αὐτὸς
Ῥείθροις σῶν αἱμάτων Ἔνδοξε,
τὴν τῶν εἰδώλων πλάνην πᾶσαν κατέσβεσας·
τὸ δὲ πλήρωμα, τῆς Ἐκκλησίας ἐφαίδρυνας·
ὑπὲρ ἧς ἱκετεύων πανάριστε, μὴ παύσῃ
τόν Δεσπότην, ἵνα σε πάντες μακαρίζωμεν.
Ὢ τῆς ὑπὲρ λόγον δόξης
σου, καὶ τῆς ἀρρήτου θείας ὄντως ἐλλάμψεως!
ἧς μετέσχηκας, ὡς νικητὴς Ἀναστάσιε, τῷ
Δεσπότῃ, Χριστῷ παριστάμενος, ὃν καὶ νῦν
ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων
σε.
Θεοτοκίον
Ὢ τοῦ φοβεροῦ σου θαύματος! σὺ
γὰρ Παρθένε Θεοτόκε, μυστήριον τὸ πρὸ γενεῶν,
καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ
τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον,
ἀνερμηνεύτως ἐφανέρωσας.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας
σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν
καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν,
κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε
Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Ἐξαποστειλάριον
Γυναῖκες
ἀκουτίσθητε
ΤΟ ΑΚΟΥΤΕ
Δυὰς φωτοειδέστατος, σήμερον ἀπαστράπτουσα,
φαιδρότερον τοῦ ἡλίου, πᾶσαν τὴν κτίσιν
φωτίζει, Τιμόθεος Ἀπόστολος, τῶν Ἀποστόλων
σύνθρονος, καὶ θεῖος Ἀναστάσιος, τῶν Μοναστῶν
ἡ τερπνότης, καὶ τῶν Μαρτύρων ἡ δόξα.
Θεοτοκίον ὅμοιον
Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα,
τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ
Ὁσίων, τὸν σὸν Υἵόν καὶ Κύριον,
ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια,
ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν
ἑκάστῳ.
Εἰς τὸν Στίχον
τῶν Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.
Εἶτα
λέγομεν Ἦχος α'
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ
αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ
λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Τὸν γενναῖον Ἀθλητὴν Ἀναστάσιον,
τὸν ὑπὲρ τῆς εὐσεβείας, καλῶς ἀγωνισάμενον,
δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες. Χαίροις, ὁ
στερρὸς τῆς Πίστεως πρόμαχος, κατὰ τοὺς
Προφήτας καὶ Ἀποστόλους. Χαίροις, ὁ τὸν
Χριστὸν ἔχων ἐν σεαυτῷ , μιμησάμενος ἔργῳ
τὸν Παῦλον. Χαίροις, ὁ τῶν καμνόντων ἀχείμαστος
λιμήν. Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ
τῆς οἰκουμένης ἀγαλλίαμα.
Δόξα...
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, νικητὴς Μήδων καὶ
Χαλδαίων γέγονας τῶν νοητῶν, πᾶσαν Βαβυλῶνος
πλάνην καθελών, τῇ δυνάμει τοῦ Σταυροῦ, οὐ
τῷ λείῳ τῶν ἡδονῶν ἐθέλχθης, οὐ
τὸ πῦρ τῶν πειρασμῶν ἐδειλίασας· διὸ
Χριστὸς ὁ Θεὸς ἡμῶν, βραβείοις σε νικητικοῖς
ἐστεφάνωσε, καὶ νῦν σὺν Ἀγγέλοις
παριστάμενος, πρὸς Κύριον ἱκέτευε, αἰτούμενος
εἰρήνην τῷ κόσμῳ , καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Χαίροις
ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Χαίροις περιστερὰ ἐκλεκτή,
κεχρυσωμένη παρθενίας ταῖς πτέρυξι, τρυγών τε ὡραιοτάτη,
καὶ χελιδὼν ἐκλεκτή, καὶ στρουθίον ὅλον
καθαρώτατον, ἀμνὰς ἡ κυήσασα, τὸν ἀμνὸν
τοῦ Θεοῦ ἡμῶν, δάμαλις θεία, τὸν ζυγὸν
ἡ βαστάσασα, τοῦ βαστάζοντος, τὰ ἡμῶν
ἁμαρτήματα, ἄμπελος ἡ κατάκαρπος, βλαστάνουσα
βότρυας, τῆς εὐσεβείας τὸν οἶνον, τοῦ
μαρτυρίου ἐκβλύζοντας. Αὐτὸν ἐκδυσώπει,
τοῖς ἱκέταις σου δοθῆναι, τὸ μέγα ἔλεος.
Ἢ
Σταυροθεοτοκίον
Στᾶσα ἐπὶ Σταυροῦ Ἰησοῦ,
ἡ σὲ τεκοῦσα θρήνῳδοῦσα ὠδύρετο,
βοῶσα· Οὐ φέρω τέκνον, προσηλωμένον ὁρᾶν,
ἐπὶ ξύλου, ὃν πὲρ ἀπεκύησα· ἐγὼ
γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος·
καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι,
καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι
γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὃ εἴρηκεν,
ὁ Συμεών, ὡς ῥομφαία, ψυχὴν ἐμὴν
διελεύσεται. Ἀλλ' ὧ νῦν Υἱέ μου, ἐξανάστηθι
καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.
Ἡ λοιπὴ Ἀκολουθία
τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.