Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Προκοπίου τοῦ Δεκαπολίτου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν
μάρτυσι
ΤΟ
ΑΚΟΥΤΕ
Κατ' εἰκόνα
γενόμενος, τοῦ Θεοῦ καὶ ὁμοίωσιν, κατ' ἀρχὴν
τῆς πλάσεως Παμμακάριστε, τὸ τῆς εἰκόνος
ἀξίωμα, τηρεῖν διεσπούδασας, λογισμῷ πανευσεβεῖ,
καὶ νοός καθαρότητι, καὶ ἁγνότητι, καὶ
παθῶν ἐγκρατείᾳ καὶ τηρήσει, τῶν Χριστοῦ
διαταγμάτων, καὶ εὐσεβείᾳ Πανόλβιε.
Τῇ
ἀσκήσει τὸ πρότερον, προσλαβὼν καὶ τὴν
ἄθλησιν, θεοφρόνως ὕστερον, εὐηρέστησας, δι' ἀμφοτέρων
τῷ Κτίσαντι, τῷ μόνῳ τὴν κάθαρσιν, ἀπαιτοῦντι
παρ' ἡμῶν, καὶ ψυχῆς τὴν εὐγένειαν·
οὗ τὴν ἔνσαρκον, παρουσίαν δοξάζων προσεκύνεις,
τὴν εἰκόνα τὴν ἁγίαν, τῆς κατ' αὐτὸν
ἀνθρωπότητος.
Τοὺς
τοῦ Λόγου τὴν σάρκωσιν, δυσσεβῶς ἀθετήσαντας,
διελέγχων ὅσιε, διετέλεσας, διὰ μαστίγων ἐτάσεως,
πάσης τε κακώσεως, καὶ δεσμῶν καὶ φυλακῆς, βεβαιῶν
τὴν ἀλήθειαν· ὅθεν γέγονας, τῆς Χριστοῦ βασιλείας
κληρονόμος, καὶ χαρᾶς ἀνεκλαλήτου, καὶ ἀϊδίου
ἐλλάμψεως.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Ἡ
Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα,
φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον
φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς,
μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ'
οἰκτείρησον τάχος καὶ παντοίας, δυσμενείας τε
καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Ἢ Σταυροθεοτοκίον
Ἐν
Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ
ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καί,
Τὶ τὸ ὅραμα, ἔκραζεν· Υἱὲ ποθεινότατε; ταῦτά
σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ
παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας;
Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει
σου Δέσποτα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν,
λέγεται ὁ Κανών, ἔχων Ἀκροστιχίδα τὴν
δε.
Τοὺς σοὺς ἀγῶνας εὐπρεπῶς
μέλπω Μάκαρ.
ᾨδὴ
α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ὡς
ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν
ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν
ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδὴν ἐβόα
ᾄσωμεν».
Τῆς
εὐσεβείας τῷ φίλτρῳ κατασχεθείς, καὶ τῷ
θείῳ ἔρωτι, τρικυμίας κοσμικάς, ἀπεκρούσω
Ὅσιε, Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.
Ὁ
φωτοφόρος σου βίος καὶ τὸ φαιδρόν, τῆς ψυχῆς
καὶ σύντονον, εὐσεβείᾳ συγκραθέν, ἀρετῆς
εἰκόνισμα λαμπρόν, ἐν σοὶ Ὅσιε, τρανῶς
ἀπηκριβώσατο.
Ὑπερφυεῖ
δᾳδουχίᾳ καὶ φωταυγεῖ, τοῦ Χριστοῦ λαμπόμενος,
τῶν παθῶν τὰς προσβολάς, ἐγκρατῶς ἐμάρανας
βοῶν·
ἐπινίκιον ᾠδὴν τῷ Παντοκράτορι.
Θεοτοκίον
Σεσαρκωμένον
τὸν Λόγον θεοπρεπῶς, συλλαβοῦσα Πάναγνε, τὸν
πρὶν ἄσαρκον ἡμῖν, ὑπὲρ φύσιν τέτοκας
Ἁγνή, μετὰ γέννησιν Παρθένος διαμείνασα.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ
ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ
ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ,
καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ
τῆς ὁμολογίας σου».
Σοῦ
ἡ θεόληπτος ψυχή, τῷ τῆς πίστεως ζήλῳ,
πυρπολουμένη Μάκαρ, τῶν ἀνόμων τὴν πικράν,
μανίαν καὶ τὸν θυμόν, Θεοφόρε, κραταιῶς διέλυσεν.
Οἰκείοις
αἵμασι βαφείς, τῶν Μαρτύρων τοὺς ἄθλους, ἐμιμήσω
τρισμάκαρ, αἰκισμοὺς τῶν ἀσεβῶν, ἀνδρειοτάτῃ
ψυχῇ, ὑπομείνας, καρτερικῶς Προκόπιε.
Ὑπέστης
Ὅσιε διπλοῦς, τοὺς ἀγῶνας ἐμφρόνως, τὰς
αἱρέσεις ἐλέγχων, καὶ λεόντων τὰς ὁρμὰς
ἀνδρείως ὑπενεγκών, θεοφρόνως, πάνσοφε Προκόπιε.
Θεοτοκίον
Σοφία
Λόγος τοῦ Πατρός, ὁ πρὸ πάντων αἰώνων,
ἐπ' ἐσχάτων τῶν χρόνων, ἀπορρήτως σαρκωθείς,
ἐξ ἀπειράνδρου Μητρός, Θεοτόκον ταύτην ἀπειργάσατο.
Κάθισμα Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
ΤΟ ΑΚΟΥΤΕ
Ἀσώματος
ἐν βίῳ ἐγνωρίσθης Πατὴρ ἡμῶν, καὶ
ἔνσαρκος Ἀγγέλοις, ἀνεδείχθης συνδίαιτος, τῷ
κόσμῳ κατὰ Παῦλον σταυρωθείς, τῷ σοὶ ἐσταυρωμένῳ
ἀληθῶς, καὶ εἰς οὐράνιον οἰκῶν,
τῇ διανοίᾳ χῶρον ὁ γήϊνος· Δόξα τῷ εὐδοκήσαντι
ἐν σοί, δόξα τῷ γνωρισθέντι σοι, δόξα τῷ
ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὰς
χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην
ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι,
προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς
ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων,
τοὺς εὐφημοῦντας πόθῳ, καὶ βοῶντάς
σοι·
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ
προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι
ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ
σου προσπαγέντος, ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν
Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος, ἡ
Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα κοπτομένη
μητρικῶς, καὶ τὸ πολύ σου καὶ φρικτόν, τῆς
ἀνοχῆς ἐξίστατο βοῶσα· Δόξα τῇ πρὸς ἀνθρώπους
σου στοργῇ, δόξα σου τῇ χρηστότητι, δόξα τῷ
ἐν τῷ θανάτω σου βροτοὺς ἀθανατίζοντι.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς
μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία
θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς,
ἐν Κυρίῳ ἑορτάζουσα».
Ἀρδεύων
Ὅσιε, δακρύων χεύμασι, τὴν καρδίαν σου Μάκαρ
τῶν ἀρετῶν, σπόρον ἐγεώργησας, ἐκ διανοίας
καθαρᾶς, ὁσιώτατε Προκόπιε.
Γεῶδες
φρόνημα, τῷ θείῳ Πνεύματι, καθυπέταξας Πάτερ
ἀσκητικόν, βίον ἀνελόμενος, καὶ συνταττόμενος
χοροῖς, τῶν Μαρτύρων Παμμακάριστε.
Ὡς
Μάρτυς ἔνθεος, καὶ ἀληθέστατος, ὑπὲρ τῆς
εὐσεβείας αἱρετικήν, ἤλεγξας ἀπόνοιαν·
τῆς γὰρ μανίας ἀληθῶς, τῶν ἀθέων
κατεφρόνησας.
Θεοτοκίον
Νομίμων
ἄνευθεν, θεσμῶν Πανάμωμε, συλλαβοῦσα τὸν Κτίστην
δίχα φθορᾶς, τοῦτον ἀπεγέννησας, καὶ Θεοτόκος
ἀληθῶς, καὶ κυρίως ἐχρημάτισας.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τῷ
θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων
σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι
Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν
πταισμάτων ἀνακαλούμενον».
Ἁγιασθέντα
ἀσκητικῶς, καὶ τελειωθέντα σε δι' αἵματος, γεραίρομεν
Ὅσιε·
μνήμη γὰρ δικαίων μετ' ἐγκωμίων ἀεί, πιστῶς
ἐπιτελεῖται, καὶ μνημονεύεται.
Σοφῶς
ὁ πάντα μεταποιῶν, καὶ μετασκευάζων πρὸς τὸ
κρεῖττον, ὡς βούλεται Κύριος, τῇ τῶν δυσσεβούντων
μιαιφονίᾳ τῇ σῇ, ἀσκήσει μαρτυρίου, κλέος
προσέθετο.
Ἐπὶ
τῶν ὤμων ἀναλαβών, τὴν διὰ Σταυροῦ πανοπλίαν,
σὺ τῷ Χριστῷ ἠκολούθησας, τῶν ὀπίσω
Πάτερ λήθην ποιούμενος, καὶ τοῖς ἔμπροσθεν δρόμοις
ἐπεκτεινόμενος.
Θεοτοκίον
Ὑμνοῦμεν
Πάναγνε τὸν ἐκ σοῦ, σάρκα παθητήν τε καὶ
θνητήν, περιβαλλόμενον Κύριον, καὶ τεθεωμένην ἀπεργασάμενον,
ἑνώσει ἀσυγχύτῳ τῇ καθ' ὑπόστασιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ
βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν
πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι
σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν
μου Πολυέλεε».
Προβαίνων
ἀείμνηστε, ἀπὸ δόξης ἀληθῶς, ἀσκητικῆς
ἀνέδραμες, πρὸς Μαρτύρων ἀνδρείαν τε καὶ
τιμήν, οἰκείου ἐξ αἵματος, ἐρυθρὰν πορφυρίδα
περικείμενος.
Ῥεόντων
τὸ ἄστατον, λογισάμενος ψυχῇ, καὶ λογισμῷ θεόφρονι,
τοῖς ἀεὶ διαμένουσιν ἀγαθοῖς, καὶ πέρας
οὐκ ἔχουσιν, εὐσεβῶς ἑπτερώθης Παμμακάριστε.
Ἐγκράτειαν
σύντονον, καὶ πραότητα Χριστός, σὲ καθορῶν πλουτήσαντα,
φιλανθρώπως ἐπέβλεψεν ἐπὶ σέ, καὶ δόξης
ἀνέδειξε, κοινωνὸν θεοφόρε Παναοίδιμε.
Θεοτοκίον
Πανάμωμε
Δέσποινα, τῆς ψυχῆς μου τὰ δεινά, καὶ χαλεπὰ
συντρίμματα, χειρουργίαις ἰάτρευσον μυστικαῖς, δραστήρια
φάρμακα, τοῦ Υἱοῦ σου βαλοῦσα τὰ παθήματα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ
Προκοπίου τοῦ Δεκαπολίτου.
Στίχοι
Οὐδέν,
Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις,
Πρὸς
τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν.
Εἰκάδι
ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα
κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται
ἀληθῶς, καὶ ξίφει τελειοῦται.
Στίχοι
Φώτισμα
μέλλων ἐκγελᾶν, γελᾷς πλάνην,
Πλυθεὶς
δὲ Γελάσιε, ἐκτέμνῃ κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου.
Στίχοι
Ὁ
Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον,
Θαλλοῖς
ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ
Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Γήρει
Στέφανος πρύτανις ζωῆς πόρου,
Ὃν
περ θανόντα Πρύτανις στέφους στέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται.
Στίχοι
Νεύροις
βοείοις Νήσιος πάσχων φέρει·
Νευρούμενος
γὰρ τῶν πόνων λήθην ἔχει.
Οἱ Ὅσιοι πατέρες ἡμῶν Ἀσκληπιὸς
Ἰάκωβος καὶ Τιμόθεος οἱ ἐν Καισαρείᾳ
ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,
ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον
μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς
Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον,
πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν».
Ὡς
ὑπέρλαμπρος ὁ βίος σου Θεόσοφε, γέγονε δι' ἀσκήσεως,
οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά·
Χριστὸν γὰρ ἐδόξασας βοῶν· Εὐλογητὸς
εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σωφροσύνῃ
καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ
δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι
βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Μὴ
τὴν ἄχραντον εἰκόνα προσκυνοῦντές σου, Σῶτερ
οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες,
ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς
σέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Θεοτοκίον
Εὐφραινόμενοι
τῷ τόκῳ σου Πανάμωμε, πάντες σε μακαρίζομεν·
δι᾽
αὐτοῦ γὰρ νῦν, σαρκικῆς γεννήσεως ἡμεῖς,
ῥυσθέντες κραυγάζομεν αὐτῷ· Εὐλογητὸς
εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ
φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ
Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ
δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ
ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Λελυμένος
τῆς ϋλης καὶ πρὸ θανάτου ὀφθείς, μετετέθης
ἐντεῦθεν πρὸς τὴν ἀκήρατον, Ὅσιε ζωήν,
τῷ θανάτῳ χρησάμενος, κλίμακι προσφόρῳ,
Προκόπιε θεόφρον.
Πεπλησμένος
ἐφάνης φωτὸς τῆς πίστεως, καὶ πρὸς ἄδυτον
φέγγος Πάτερ ἐφοίτησας, πᾶσαν ὑλικήν,
ἀποθέμενος ἔφεσιν· ὅθεν σε τιμῶμεν, Προκόπιε
θεόφρον.
Ὡπλισμένος
δυνάμει τοῦ θείου Πνεύματος, πονηρίας πνευμάτων
ἐτρέψω φάλαγγας· ὅθεν οὐρανῶν, πύλαι
σοι ἠνεῴχθησαν, Μάκαρ ἀνυμνοῦντι, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Μακαρίζουσι
πᾶσαι γενεαὶ Δέσποινα, ὡς προέφης ἡ μόνη
θεομακάριστος, σὲ τὴν ἀληθῆ, Θεοτόκον καὶ
πάναγνον, ἣν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν
ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ
τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα·
διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος
σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις
Στρατιαῖς, σὲ μακαρίζομεν».
Ἀθλεῖν
νομίμως Σοφὲ ἑλόμενος, τῶν παθῶν ὁρμὰς
δι' ἐγκρατείας ἐνέκρωσας, καὶ σαρκὸς σκιρτήματα
θεράπον Χριστοῦ· ὅθεν τῆς ἀπαθείας, νῦν
τὴν ἀνώλεθρον, σύν ταῖς ἀσωμάτοις Στρατιαῖς,
εὗρες ἀπόλαυσιν.
Κριτῇ
δικαίῳ φαιδρῶς παρίστασαι, ὡς νικητὴς στεφάνους
ἀμαράντους δεξάμενος, ἐκτενῶς Προκόπιε δεόμενος,
ὑπὲρ τῶν ἐκτελούντων, σοῦ τὴν πανίερον,
μνήμην καὶ τὴν θείαν ἑορτήν, τῆς μεταστάσεως.
Αὐγαῖς
τρισὶ νῦν καταλαμπόμενος, ταῖς ἐκ μιᾶς ἀφράστως
προϊούσαις Θεότητος, πανολβίου λήξεως ἠξίωσαι,
καὶ τερπνῆς θυμηδίας, συναγαλλόμενος, ταῖς ὑπερκοσμίαις
Στρατιαῖς, Πάτερ Προκόπιε.
Θεοτοκίον
Ῥευστὴν
ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν
ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ
Πατρικῇ σκηνώσας ἐν σοί, τῇ Κεχαριτωμένῃ·
ὅθεν Πανάχραντε, σὺν ταῖς οὐρανίαις Στρατιαῖς,
σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
ΤΟ ΑΚΟΥΤΕ
Σαρκίου
τοῦ τιμίου σου, ἀπολυθεὶς Προκόπιε, παρέστης
νῦν σὺν Ἀγγέλοις, τῇ ἀπροσίτῳ Τριάδι,
πρὸς ἣν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων
ἔνδοξε, τὴν παναγίαν μνήμην σου, καὶ σὲ τιμώντων
ἐκ πόθου, Πάτερ σοφὲ Ἱεράρχα.
Θεοτοκίον
Τὸ
μέγα καταφύγιον, καὶ σκέπη τῶν ψυχῶν ἡμῶν,
ἡ οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ὑπερτέρα,
τὸν σὸν Υἱὸν δυσώπησον, ὑπὲρ οἰκείων
δούλων σου, Θεοκυῆτορ πάναγνε, ὅπως ῥυσθείημεν
πάντες, ἁμαρτιῶν καὶ κινδύνων.
Καὶ ἡ λοιπὴ
Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν,
καὶ Ἀπόλυσις.