Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΔΕΚΕΜΒΡΙΟΥ

 

    Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ Θεοφόρου καὶ Προὲορτια τῶν Γενεθλίων τοῦ Σωτῆρος ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

     Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προεόρτια Στιχηρὰ Ἰδιόμελα τρία.

Ἦχος α'  Ἀνατολίου

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Ὁ αὐτός, τοῦ αὐτοῦ

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι· διὸ κράξωμεν, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ Ἄναρχος, Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος Ἀθάνατος, τὸ παράκλητον Πνεῦμα, Τριὰς Ἁγία δόξα σοι.

Ὁ αὐτός, τοῦ αὐτοῦ

Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ ὢν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Στιχηρὰ προσόμοια τοῦ Ἁγίου

Ἦχος δ'  Ὁ ἐξ ὑψίστου ΤΟ ΑΚΟΥΤΕ

Ὁ Θεοφόρος καλούμενος ἀξίως, ὅτε ὁ Δεσπότης σε, μάκαρ, Ἰγνάτιε, ὡς συμπαθὴς ἠγκαλίσατο, φιλοσοφίας, τῆς ἀνωτάτω φαίνων τὰ δόγματα, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, καθάπερ σπόγγος τὰ νάματα ἐκ τῆς ἀβύσσου, τῶν φωτισμάτων ἀνιμησάμενος· ὅθεν κατ' ἴχνος ἠκολούθησας, τῷ  καλοῦντι Χριστῷ τῷ  Θεῷ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ τετρωμένος ἀγάπῃ τῇ τελείᾳ, ὅτε ὁ πρηστήριος, ἔρως ἀνέφλεγε, σοῦ τὴν ψυχὴν ἱερώτατε, πρὸς τὸν Δεσπότην, σὲ κατεπείγων Πάτερ πορεύεσθαι, τότε τὸν ἀοίδιμον λόγον ἐβόησας· Σῖτος ὑπάρχω τοῦ Κτίσαντος, καὶ δι' ὀδόντων, δεῖ με θηρίων πάντως ἀλήθεσθαι, ἵνα τῷ  Λόγῳ καθαρώτατος, ἄρτος φανῶ τῷ  Θεῷ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Συνεσταυρώθης Χριστῷ Ἱεροφάντορ, ὅτε τὸν θεόπνευστον λόγον ἀνέκραξας· Ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ κοινωνῆσαι, τούτῳ τοῦ πάθους λίαν ἐπείγομαι· ἐντεῦθεν Ἰγνάτιε, καθάπερ ἥλιος, ἀνατολῆς ἐξορμώμενος, ἐπὶ τὴν δύσιν, καταφωτίζων μάκαρ διέδραμες, καὶ βασιλείας διαδήματι, ἐκοσμήθης Χριστῷ προσαγόμενος· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. δ'  Ἀνατολίου

Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι' αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου γεωργοῦ, δι ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδὺς αὐτῷ ἀνεδείχθης, πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.

Καὶ νῦν... Προεόρτιον ὁ αὐτὸς

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα Προεόρτια.

Ἦχος β'  Κυπριανοῦ

Βηθλεὲμ γῆ, Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ  Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου Ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.

 

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἀνδρέου Πυροῦ, ὁ αὐτὸς

Δεῦτε ἅπαντες, Χριστοῦ τὰ Γενέθλια, πιστῶς προεορτάσωμεν, καὶ νοητῶς τὸν ὕμνον, ὡς ἀστέρα προβαλλόμενοι, μαγικὰς δοξολογίας, μετὰ Ποιμένων βοήσωμεν· Ἦλθεν ἡ σωτηρία τῶν βροτῶν, ἐκ παρθενικῆς νηδύος, πιστοὺς ἀνακαλέσασθαι.

 

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

Κυπριανοῦ  Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Οἶκος τοῦ Ἐφραθᾶ, ἡ Πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ  τὸ θεῖον τίκτεται.

Δόξα... τοῦ Ἁγίου  Ἦχος α'

Τοῦ Στουδίτου

Ὢ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν, ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα· ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν· ὃν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος β'  Κυπριανοῦ

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

 

Ἀπολυτίκιον, Προεόρτιον

Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ  Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ  τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Δόξα... Τοῦ Ἁγίου, ὁ αὐτὸς ΤΟ ΑΚΟΥΤΕ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... πάλιν τὸ Προεόρτιον

Ἦχος δ'  Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ  Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ  τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα· Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

 

Τριώδιον ψαλλόμενον ἐν τοῖς  Ἀποδείπνοις, οὗ ἡ Ἀκροστιχίς.

 

Τῇ δευτέρᾳ

 

ᾨδὴ   α'  Ἦχος β'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ  ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

 

Ἡ ἀπόρρητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ αὐτὸς θεάνθρωπος, Χριστὸς γινώσκεται, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἔρχεται δούλου μορφήν, ἀναδεξόμενος, Κόρης ἐξ ἁγνῆς θεόπαιδος.

 

Διακονῆσαι, Χριστὸς ἑκὼν προέρχεται, οὗ τὴν μορφὴν ὁ πλαστουργὸς νῦν ὑποδύεται, τῷ  πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν θεότητι, ξένην ἀνάπλασιν, καὶ ἀναγέννησιν, ὡς εὔσπλαγχνος δωρούμενος.

ᾨδὴ   η'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ, ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ὑμᾶς μου πάντας συγγενεῖς, ἄρτι θήσομαι, εἰ τὰς ἐμὰς ἐντολὰς τηρήσετε, φησὶν ὁ Χριστὸς ἀνθρώποις, ἐκ μήτρας Ἁγνῆς, προερχόμενος· οἷς τὴν εἰρήνην διδούς, τὰ ταπεινὰ φρονεῖν νῦν ὑποτίθεται, καὶ Κύριον γινώσκειν τοῦτον καὶ ψάλλειν· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Τάξεως ἔμπαλιν ἐν σοί, σαρκικῆς ἐστιν ὁ τόκος Λόγε Θεοῦ· οὐχ αἷμα γὰρ καὶ σάρξ, σὴν Ἁγίαν σάρκα συνίστησιν, ἀλλὰ Πνεύματος Ἁγίου παρουσία, καὶ τοῦ Ὑψίστου θεία ἐπισκίασις· καὶ Κύριον γινώσκοντές σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ   θ'  Ὀ Ειρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς ἡμῖν περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων·ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν».

 

Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, τῆς παρουσίας Χριστοῦ, γνώμην ἀναλάβωμεν ἔμφρονα· καὶ γὰρ ἀρρυπάρως προέρχεται σάρκα φορέσαι, καὶ πᾶσι δωρήσασθαι, θείαν διὰ Πνεύματος ἀνάπλασιν.

 

Ἀφορῶντες εἰς Χριστόν, ταπεινούμενον ὑψωθῶμεν, ἐκ χαμαιζήλων παθῶν, ζήλῳ δὲ καλῷ μὴ φρονεῖν ὑψηλά, πίστει παιδευθέντες, ἐν πνεύματι ταπεινωθῶμεν· ὅπως τόν τικτόμενον, ἐν ὑψοποιοῖς ἔργοις ὑψώσωμεν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ Τὴν α' Στιχολογίαν

Κάθισμα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ὁ κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκί, Βηθλεὲμ ἐν Σπηλαίῳ, τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ  μήτρᾳ τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

 

Μετὰ τὴν β Στιχολογίαν

Κάθισμα  ὅμοιον

Ἀγάλλου ἡ Σιὼν· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

 

Ὁ Ν´, καὶ οἱ Κανόνες

 

    Κανὼν ὁ Προεόρτιος οὗ ἡ Ἀκροστιχίς.

 

ᾌδει ταῦτα προεόρτια.

ὁ Ἰωσήφ.

 

ᾨδὴ   α'  Ἦχος α'  ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ  ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

 

Ἀρξώμεθα σήμερον, προεορτάζειν, Χριστοῦ τὰ Γενέθλια, τοῦ τεχθέντος σώματι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ  Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.

 

Δεσμῶν ἀπολύων με, τῆς ἁμαρτίας, σπαργάνοις εἱλίσσεται, καὶ ἐν φάτνῃ τίθεται, βρέφος ὁρώμενος, ὁ προαιώνιος Θεός· Δόξα τῷ  κράτει αὐτοῦ.

 

Ἐδὲμ διανοίγεται, σοῦ τικτομένου, ἐκ Κόρης θεόπαιδος, ἐν τῇ  πόλει Δέσποτα, τῇ Βηθλεὲμ ἐν σαρκί. Ὑμνολογοῦμεν τὴν φρικτὴν οἰκονομίαν σου.

 

Ἰδοὺ νῦν πεπλήρωται, τοῦ Ἡσαΐου, ἡ πρόρρησις Πάναγνε· τοῦ τεκεῖν τὸν ἄχρονον· ἐν Σπηλαίῳ γὰρ Υἱόν, ἐλήλυθας, πᾶσα ἡ γῆ διὸ εὐφραίνεται.

 

    Κανὼν τοῦ Ἁγίου, ποίημα Ἀνδρέου Κρήτης.

 

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

Φαιδρῶς ἑορτάζοντες, εὐωχηθῶμεν, ὁ Μάρτυς Ἰγνάτιος, ἱερῶς προτρέπεται, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐπὶ τὴν ἄθλησιν αὐτοῦ, τὴν πολυΰμνητον.

 

Τὴν ἔνδοξον μνήμην σου, πάντες τιμῶμεν, παμμάκαρ Ἰγνάτιε, καὶ ψαλμοῖς γεραίρομεν, τὸν στεφανώσαντα, τὴν πάνσεπτόν σου κορυφήν, θεομακάριστε.

 

Φωστὴρ διαυγέστατος, τῆς Ἐκκλησίας, ὑπάρχων Ἰγνάτιε, καταλάμπεις ἅπαντα, τῆς γῆς τὰ πέρατα, καὶ τὴν Ἑσπέραν δᾳδουχεῖς, ἐκ τῆς Ἑῴας ἐλθών.

 

Τοῦ Παύλου μιμούμενος, τοὺς κατὰ τόπον, κινδύνους Ἰγνάτιε, καὶ ὑπάρχων δέσμιος, οὐ κατενάρκησας, στηρίζων γράμμασι πυκνοῖς, τὰς Ἐκκλησίας Χριστοῦ.

Δόξα...

Τριὰς Ὑπερούσιε, μία Θεότης, Μονὰς Τρισυπόστατε, τοὺς πιστῶς βοῶντάς σοι Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Δημιουργέ, σῶσον ἐλέησον.

Καὶ νῦν... Θεοτοκίον

Ἐδὲμ εὐτρεπίσθητι· ἡ Ἐφραθᾶ γάρ, τῷ  Κτίστῃ ἡτοίμασται, γεννηθῆναι μέλλοντι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ  Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.

 

Προεόρτιος

 

ᾨδὴ   γ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενηθη, εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε Χριστός, τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν ἐξ Ἐθνῶν ἐξηγοράσατο».

 

Ταύτην τοῦ Χριστοῦ τὴν σάρκωσιν, γνοὺς ὁ Ἡσαΐας, Πνεύματι Ἁγίῳ, ἐμφανῶς προλέγει, Παιδίον ἐκ Παρθένου, γεννᾶται ὁ Κύριος, εἰς ἀναγέννησιν ἡμῶν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.

 

Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον.

 

Ὕμνον πᾶσα προεόρτιον, προσαδέτω κτίσις, τῷ  πρὸ ἑωσφόρου, ἐκ Πατρὸς γεννηθέντι, καὶ νῦν ἐκ τῆς Παρθένου, ἀρρήτως ἐκλάμποντι, καὶ τικτομένῳ σαρκικῶς, ἐν Βηθλεὲμ δι' εὐσπλαγχνίαν πολλήν.

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Τύπος Ἱερᾶς ἀθλήσεως, ἀνεδείχθης Μάκαρ, στήλη καρτερίας, καὶ κανὼν ἀνδρείας, καὶ στῦλος Ἐκκλησίας, καὶ Πίστεως ἔρεισμα, καὶ ἀρετῆς ὑπογραμμός, ἄθλοις σεπτοῖς, στεφανωθεὶς ἐν Χριστῷ.

 

Ὄντως φερωνύμως κέκλησαι, Θεοφόρος Πάτερ· νήπιος γὰρ ἔτι, κομιδῇ ὑπάρχων, εἰς χεῖρας τοῦ Κυρίου, φερόμενος ἵστασο, ἀναφωνοῦντος πρὸς ἡμᾶς· Γίνεσθέ μοι ὡς τὸ παιδίον τοῦτο.

 

Ποῖος τόπος οὐχ ἡγίασται, τοῖς παθήμασί σου; ποία παροικία, οὐκ ἐγνώσθης Μάρτυς; ἢ ποία φυλακὴ σε, σχεδὸν οὐκ ἐδέξατο, δέσμιον Μάρτυρα Χριστοῦ; ζῆλος γάρ σε θεῖος ἠρέθιζε.

 

Σῖτος καθαρὸς Θεῷ ἡμῶν, ἀνεβόας πέλων, σπεύδω ἀλεσθῆναι, ὑπὸ θηρῶν ἀγρίων, θλασθήτω τὰ ὀστᾶ μου, βρωθήτω τὰ μέλη μου, καὶ βρῶμα γένωμαι θηρῶν, ἵνα Χριστῷ, καθαρὸς ἄρτος ὀφθῶ.

 

Ξένον Μαρτυρίου στάδιον, ἱερῶς ἀνύσας, ξένην παρὰ πάντας, τοὺς προηθληκότας, ἀνδρείαν ἐπεδείξω, τῷ  πόθῳ πυρούμενος, τοῦ ἀνενδότου ἐραστοῦ, ὃς τις ὡς πῦρ, τὴν σὴν ἀνῆπτε ψυχήν.

 

Ζέων εἰς ἀεὶ τῷ  πνεύματι, ὁ Ἱερομάρτυς, ἔκραζε σὺν πόθῳ, ἐν μέσῳ τῶν κινδύνων· Χριστὸν διώκω χαίρων, Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι μὲν ἐγώ, ζῇ δὲ φησίν, ἐν ἐμοὶ μόνος Χριστός.

Δόξα...

Μίαν προσκυνῶ Θεότητα, ὡς ἀρχὴν καὶ τέλος, πάντων τε τῶν ὄντων, καὶ τῶν γενησομένων, Πατέρα ἀγέννητον, Υἱὸν ἀχρόνως γεννητόν, Πνεῦμα εὐθές, ἐκπορευτὸν ἐκ Πατρός.

Καὶ νῦν... Θεοτοκίον

Δεῦρο Ἡσαΐα βόησον· Ἰδοὺ ἡ Παρθένος, ἔχει ἐν κοιλίᾳ, τὸν Λυτρωτὴν τοῦ Κόσμου, καὶ τίκτει ἐν Σπηλαίῳ, καὶ ἔσται τὸ ὄνομα, τοῦ τικτομένου Ἰησοῦ, Θεὸς μεθ ἡμῶν, Ἐμμανουὴλ Σαβαώθ.

 

Κοντάκιον  Προεόρτιον  Ἦχος γ'

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Ὁ Οἶκος

Ἱεραὶ Προφητῶν ῥήσεις, τὸ πέρας δέχονται Παρθένος ἰδού, τίκτει Θεὸν ἐν σαρκί, Βηθλεὲμ ἐν πόλει ἔνδον τοῦ Σπηλαίου· ἡ κτίσις πᾶσα καταπλουτίσθητι, ἀγάλλου καὶ χόρευε, μετὰ δούλων συναναστρέφεσθαι, πάντων ὁ Δεσπότης παραγέγονε, τῆς δεσποτείας τοῦ ἀλλοτρίου ἀπολυτρούμενος ἡμᾶς, καθυπαχθέντας τῇ φθορᾷ· καὶ ὁρᾶται ὡς βρέφος σπαργανούμενον ἐν φάτνῃ, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

 

Κάθισμα τοῦ Ἁγίου  Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ἐξ Ἑῴας ἐκλάμψας ὥσπερ ἀστήρ, καὶ ἀκτῖσι τῶν λόγων λαμπαδουχῶν, τὸν κόσμον ἐφώτισας, καὶ τὸ σκότος ἐμείωσας, καὶ ὡς ὁ Παῦλος τὸν δρόμον, γενναίως διήνυσας, ὑπομείνας κινδύνους, ἐν Ἔθνεσί τε καὶ πόλεσιν· ὅθεν καὶ ὡς σῖτος, τῶν θηρῶν τοῖς ὁδοῦσιν, ἠλέσθης γενόμενος, προσφορὰ τῷ  Κυρίῳ  σου, Θεοφόρε Ἰγνάτιε· πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... τοῦ αὐτοῦ

Ἦχος γ'  Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Χειροθετούμενος, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, ἐγκατελάμπρυνας, τὴν ἱεράν σου στολήν, καὶ μαρτυρίου ἀληθῶς, ἐπέτυχες Θεοφόρε· θῆρας γὰρ ἠρέθισας, ἐκ τοῦ κόσμου χωρίσαι σε, Παῦλον ἐκμιμούμενος, τὸν θεσπέσιον ἔνδοξε· διὸ καὶ ἐν τῇ  Ῥώμῃ ἐπλήρωσας, Πάτερ ἀξίως τὸ Μαρτύριον.

Καὶ νῦν... Προεόρτιον, ὅμοιον

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ  θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος, Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.

 

Προεόρτιος

 

ᾨδὴ   δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ  ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ  παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, Δόξα τῇ δυνάμει σου Κύριε».

 

Τὰ ὄρη οἱ βουνοί τε, καὶ ξύλα τοῦ δρυμοῦ, ποταμοὶ καὶ θάλασσαι, καὶ ἅπασα πνοή, ἐν εὐφροσύνῃ σκιρτήσατε· νῦν ἐγγίζει, ἡ σωτηρία Ἰησοῦς ἐκ τῆς Παρθένου, πόλει Βηθλεὲμ ἀποτίκτεσθαι.

 

Ἀνάλαβε Προφῆτα, ψαλτήριον Δαυΐδ, καὶ μελῴδει Πνεύματι, Ἁγίῳ ἐμφανῶς, ἐκ τῆς Παρθένου γεγέννηται ἀσυγχύτως, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς Πατρὸς ἐκλάμψας, Κύριος τῆς δόξης Χριστὸς ὁ Θεός.

 

Πῶς δέξεταί σε Λόγε, τικτόμενον σαρκί, Σπήλαιον σμικρότατον, καὶ λίαν εὐτελές; πῶς εἱληθήσῃ σπαργάνοις ὁ περιβάλλων, πόλον νεφέλαις; πῶς ἐν φάτνῃ τῶν ἀλόγων, ἐπανακλιθήσῃ ὡς νήπιον;

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Ἐφαίδρυνας τῇ αἴγλῃ, τῶν ἄθλων σου τὴν γῆν, Ἱερὲ Ἰγνάτιε, δεσμώτης ἀπαχθείς· διαδραμὼν γὰρ ὡς ἥλιος ταῖς ἀκτῖσι, τοῦ μαρτυρίου τὴν Ἑσπέραν ἐξ Ἑῴας, πᾶσαν δᾳδουχῶν κατεφώτισας.

 

Ὡς Παῦλος δεδεμένος, θηρίοις λογικοῖς, ἐπὶ Ῥώμην ἔτρεχες, Ἰγνάτιε σοφέ· ἀλλ' οὐκ ἐπαύσω καὶ δέσμιος ὢν στηρίζων, τὰς Ἐκκλησίας ἐπιστέλλων κατὰ πόλιν, πᾶσι τοῖς Χριστοῦ Ἱεράρχαις θαρρεῖν.

 

Θηρίων μοι γενέσθω, τὰ στόματα σφαγή, καὶ γαστέρες μνήματα, ἐβόας Ἀθλητά· μηδεὶς ὀχλείτω, μηδείς μου θρύψει τὸν τόνον· ἐγὼ γὰρ σπεύδω ἀλεσθῆναι ὥσπερ σῖτος, καὶ ἄρτος εὑρεθῆναι Θεοῦ καθαρός.

 

Χριστοῦ σπεύδω γενέσθαι, Χριστοῦ μόνου ἐρῶ· ὅλος γὰρ Χριστοῦ εἰμι, ἐβόας Ἀθλητά, αὐτὸν διώκω, αὐτὸν ἐπείγομαι φθάσαι· καὶ διὰ τοῦτο πῦρ καὶ ξίφος καὶ θηρία, πάντα καρτερῶ, ἵνα τύχω αὐτοῦ.

 

Διήνυσας τὸ σκάμμα, ζεούσῃ τῇ ψυχῇ Μάρτυς καρτερόψυχε, τῷ  ἔρωτι τρωθείς, τοῦ ἐραστοῦ σου· Χριστὸς γὰρ ἦν σοι ὁ ἔρως· ὃν ἀναπνέων καὶ διώκων ἐκαρτέρεις, πάντων τῶν δεινῶν τὰ ἐπίπονα.

Δόξα...

Τριάδα ἐν Μονάδι, δοξάσωμεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν· Ἡ ἐν Μονάδι Τριὰς Ἁγία προσκυνουμένη, καὶ ἐν Τριάδι ὑμνουμένη ἀσυγχύτως, δόξα σοι Τριὰς ὁμοούσιος.

Καὶ νῦν... Θεοτοκίον

Σπηλαίῳ ὑπογαίῳ, τεχθῆναι δι' ἡμᾶς, Θεὸς ὢν ἠξίωσας, πτωχεύσας Ἀγαθέ, τὴν ἡμετέραν πτωχείαν δι' εὐσπλαγχνίαν, καὶ ἐκ Παρθένου προελθὼν σεσαρκωμένος, μείνας εἷς Υἱὸς ἐκ Πατρὸς καὶ Μητρός.

 

Προεόρτιος

 

ᾨδὴ   ε'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις».

 

Ῥανάτωσαν γηθόμενοι, νεφέλαι γλυκασμόν· ἤδη γὰρ ἐγγίζει ὁ Κύριος, ἀποτεχθῆναι ὥσπερ νήπιον, ἐκ τῆς Ἁγνῆς Παρθένου, ἐν εὐτελεῖ Σπηλαίῳ.

 

Οἱ θεῖοι νῦν σκιρτήσατε, Προφῆται τοῦ Θεοῦ· ἥκει γὰρ Χριστὸς ἡ ἀλήθεια, ἀποκληρῶσαι τὰ κηρύγματα, ὑμῶν τῆς θείας γλώσσης, τικτόμενος ὡς βρέφος.

 

Ἐδὲμ πάλαι κλεισθεῖσά μοι, ἀνοίχθητι λοιπόν, βλέπουσα Χριστόν, σαρκὶ νηπιάσαντα, καὶ ἐν τῇ  πόλει ὡς εὐδόκησε, τῆς Βηθλεὲμ ἐκ Κόρης, τικτόμενον Παρθένου.

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Τοιοῦτος ἡμῖν ἔπρεπε, σοφὸς Ἀρχιερεύς, ὅσιος, πιστός, ἀμίαντος, ἄκακος, βοῶν ὁ Παῦλος προϋπέγραψε, την ἱερὰν εἰκόνα, τῶν ἱερῶν σου τρόπων.

 

Κανόνα ἀπαράτρωτον, καὶ τύπον εὐσεβῆ, ἔχοντες τὴν σὴν τοῦ βίου ἀκρόπολιν, πρὸς ταύτην Πάτερ ἀναγόμεθα, οἱ τῆς ἀρχαίας δόξης, τυχεῖν ἐπιποθοῦντες.

 

Τὰ Παύλου κατορθώματα, ζηλώσας εὐσεβῶς, ὅλους τοὺς αὐτοῦ, κινδύνους ὑπέμεινας, Ἱερομάρτυς ἀξιάγαστε, τὸ τῆς Ἑῴας φέγγος καὶ τῆς Ἑσπέρας ἄστρον.

 

Δεσμώτης ἀπαγόμενος, παθεῖν Ἀρχιερεῦ, δέσμιος Χριστοῦ, Ἰγνάτιε ἔγραφες, ταῖς Ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἐπιστηρίζων πάντας, ἐν τῇ  ὁμολογίᾳ.

 

Ὡς στῦλος καὶ ἑδραίωμα, καὶ πρόβολος ἡμῶν, Μάρτυς καὶ Ποιμήν, ἀσάλευτον φύλαττε, τῆς Ἐκκλησίας τὴν ὁμόνοιαν, ἐν τῇ  ὁμολογίᾳ , τῆς Χριστοῦ ἀληθείας.

Δόξα...

Τριάδος τὸ ὁμότιμον, ὑμνῶ καὶ προσκυνῶ, μίαν προσφυῶς, δοξάζων Θεότητα, τρισὶ Προσώποις ἀδιαίρετον, καὶ ἐν μιᾷ οὐσίᾳ, ἀεὶ γνωριζομένην.

Καὶ νῦν... Θεοτοκίον

Θεὸς ἀνθρώποις ὅμοιος, γενόμενος ἐκ σοῦ, βρέφος δι' ἡμᾶς, γεννᾶται Θεόνυμφε, καὶ μένει ὅλως ἀναλλοίωτος, καὶ ἐν σαρκὶ ὁρᾶται, Θεὸς ἐνανθρωπήσας.

 

ᾨδὴ   ς'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ Κόσμου, κράζοντα, Δόξα σοι».

 

Οὐρανὸς ἐπὶ τῆς γῆς, τὸν οὐράνιον δηλοῖ, Βασιλέα δι' ἡμᾶς, δι' ἀστέρος φαεινοῦ, τικτόμενον, τοῖς Ἀστρολόγοις, νῦν ἐν τῇ  πόλει Δαυΐδ.

 

Ῥητορεύει καὶ βοᾷ, ὁ Προφήτης ἐμφανῶς, Οἶκος σὺ τοῦ Ἐφραθᾶ, Βηθλεὲμ ἐν ᾗ Θεός, ὀφθήσεται, ἐκ τῆς Παρθένου, σκίρτα καὶ χόρευε.

 

Ἐν Σπηλαίῳ Βηθλεέμ, Κόρη τίκτει ἐμφανῶς, τὸν Θεὸν τὸν τοῦ παντός, Ποιητὴν καὶ ὡς βροτόν, εἱλήσασα, σπαργάνοις φάτνῃ, ἐπανακλίνει αὐτόν.

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Ὡς τὸν ὄντως ἐραστήν, ἀγαπήσας ἀκλινῶς, καὶ τὸ πῦρ τὸ πρὸς αὐτόν, ἀναφλέξας νοερῶς, Ἰγνάτιε, τὸ ὕδωρ ἔσχες, ἐν σοὶ τὸ ζῶν καὶ λαλοῦν.

 

Εἰ καὶ ἔπιες Χριστοῦ, τὸ ποτήριον καινόν, ἀλλ' ἐνέμεινας διψῶν, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν, καὶ ἔκραζες· Οὐδὲν μοι ταῦτα, πρὸς τὸ τυχεῖν με τοῦ ζῆν.

 

Τὸ μαρτύριον τῆς σῆς, συνειδήσεως πληρῶν, οὐκ ἐνάρκησας ὁρῶν, τῶν θηρίων τὰς ὁρμὰς, οὐκ ἔπτηξας, ὡς σῖτος μέλλων, μύλαις ἀλήθεσθαι.

 

Ὑπερζέων Ἀθλητά, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, πρὸς τὸ πῦρ τῶν πειρασμῶν, ὡς εἰς δρόσον πρωϊνήν, ἀνέτρεχες, ἐκεῖνο φθάσαι, τὸ ὄντως, Ὂν ἐραστόν.

 

Τοὺς μακρούς σου πειρασμούς, καὶ τὰ ἄλυτα δεσμά, τοὺς ἐν Ῥώμῃ σπαραγμούς, καὶ τὸ πῦρ τῶν διωκτῶν, οὐδὲν ἡγοῦ, Ἱερομάρτυς, διὰ τὸν σὸν ἐραστήν.

Δόξα...

Ὑπερούσιε Τριάς, ὑπεράγαθε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐλέησον, τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.

Καὶ νῦν... Θεοτοκίον

Εὐτρεπίζου Βηθλεέμ, ἑτοιμάζου Ἐφραθᾶ, ὁ Ἀμήτωρ ἐκ Πατρός, καὶ Ἀπάτωρ ἐκ Μητρός, βαστάζεται, κυοφορεῖται, τίκτεται σῴζων ἡμᾶς.

 

Κοντάκιον τοῦ Ἁγίου

Ἦχος γ'  Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ

Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα· τούτου γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι· διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης Ἰγνάτιε ἔνδοξε.

Ὁ Οἶκος

Ἀβραὰμ μὲν ποτε τὸν υἱὸν ἐθυσίαζε, τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος, καὶ νῦν ἐν Σπηλαίῳ σπεύδοντος τεχθῆναι, σὺ δὲ θεόφρον, ὅλον προσήγαγες σαυτόν ὥσπερ σφάγιον, καὶ τῶν θηρίων βρῶμα γενόμενος, σῖτος καθαρὸς ὤφθης τῷ  Κτίστῃ σου, ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς, καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν· δι' ὃν πάντα τὸν κόσμον καταλείψας παμμάκαρ, Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

Στίχοι

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλογονίου, γενομένου ἀπὸ Δικολόγου Ἐπισκόπου Ἀντιοχείας.

Στίχοι

 

Ὁ ἅγιος νεομάρτυς Ἰωάννης ὁ καταγόμενος ἐκ τῆς νήσου Θάσου καὶ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1652, ξίφει τελειοῦται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Προεόρτιος

 

ᾨδὴ   ζ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῶν ἐν καμίνῳ Παίδων σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Τὴν τοῦ Χριστοῦ ἐν σώματι δηλῶν, ἀνάδειξιν, ὁ Ἱερεμίας ἐκβοᾷ· Ἐπὶ τῆς γῆς σωματωθεὶς ὁ Θεὸς ὤφθη, ἐπιστήμης εὗρέ τε πᾶσαν ὁδόν, γεννηθεὶς ἐν Βηθλεὲμ ἐκ Μητρός.

 

Ἰδοὺ ἐκ ῥίζης ῥάβδος, ἐβλάστησεν, ἄνθος ἀναθάλλουσα Χριστόν· καὶ ἐπ' αὐτῷ νῦν τικτομένῳ ἐν Σπηλαίῳ , Πνεῦμα ἀναπαύσεται, συνέσεως καὶ βουλῆς, καὶ θείας γνώσεως.

 

Ἀκουτισθῶμεν λόγων ἱερῶν. ὁ Κύριος τίκτεται Παιδίον δι' ἡμᾶς, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου ἐγενήθη, καὶ καλεῖται Ἄγγελος, βουλῆς μεγάλης Πατρός, ἄρχων εἰρήνης Χριστός.

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Οὐκ ἔσχες πῦρ φιλόϋλον ἐν σοί, Ἰγνάτιε, ὕδωρ δὲ ζῶν μᾶλλον καὶ λαλοῦν, ὕδωρ καλοῦν· Δεῦρο ταχὺ πρὸς τὸν Πατέρα, ὕδωρ τὸ ἁλλόμενον, τὸ ἐκ ζωῆς εἰς ζωὴν μετοχετεῦον ἡμᾶς.

 

Οἱ τῶν θηρῶν ὀδόντες μοι φησί, γενέσθωσαν, ξίφη καὶ ῥομφαῖαι καὶ σφαγαί· τάφος δὲ μοι τὰ τῶν λεόντων σπλάγχνα ἔστω, καὶ τὸ πῦρ νεμέσθω μου, πρὸ τῆς φθορᾶς, τῆς δορᾶς τὸ ἐγκατάλειμμα.

 

Τὸ ζῆν ἐμοὶ οὐκ ἔστιν ἐραστόν, ἐν σώματι· πνεύματι γὰρ ζῆν ἐπιποθῶ· ἐμοὶ τὸ ζῆν Χριστὸς ὁ θεῖος ἔρως, πρὸς αὐτὸν ἐπείγομαι, αὐτὸν φησὶν ἀγαπῶ, αὐτοῦ τυχεῖν προσδοκῶ.

 

Ἐμοὶ γλυκὺς ὁ θάνατος φησίν, ἡδέα μοι, πάντα τὰ τῶν πόνων ἀλγεινά, θῆρες τερπνοί, δρόσος τὸ πῦρ ἐστὶ μοι τοῦτο· οὐ τοῦ ζῆν ἀνθέξομαι· διὸ καὶ σπεύδω θανεῖν, ἵνα συζήσω Χριστῷ.

Δόξα...

Τριαδικὴν προσάξωμεν ᾠδὴν δοξάζοντες, ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος, κράζοντες· ὁ τῶν Πατέρων Θεός.

Καὶ νῦν... Θεοτοκίον

Ὁ τοῖς Προφήταις πάλαι προρρηθείς, ἐγγίζει μοι, βρέφος ἐκ Παρθένου κυηθείς. Χαίρει Ἀδάμ, καὶ ἡ Προμήτωρ Εὔα, τῶν ὠδίνων λέλυται· καὶ συγχορεύει Δαυΐδ, ὁ τῆς Παρθένου πατήρ.

 

Προεόρτιον

 

ᾨδὴ   η'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι Στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ὁ Κύριος ἔρχεται, ἐν ξένῳ τοκετῷ, σαφῶς εἰς τὰ ἴδια, δεξώμεθα αὐτόν, ὅπως ξενωθέντας Παραδείσου τρυφῆς, πάλιν οἰκειώσῃ, τικτόμενος Σπηλαίῳ.

 

Ἰδοὺ ἡ ἀνάκλησις, ἡμῶν ἐπιδημεῖ· ἠχήσωμεν ᾄσματα, χαρμόσυνα σπουδῇ, καὶ ᾄσωμεν μέλη προεόρτια, τῷ  ἐν σμικροτάτῳ, χωρουμένῳ Σπηλαίῳ.

 

Ὡς ὤμοσε Κύριος, πεπλήρωκεν ἰδού, ἐκ σπέρματος δοὺς ἡμῖν, Δαυῒδ τὴν ἑαυτοῦ, Μητέρα Παρθένον, ἐξ ἧς βρέφος σαρκί, ἐτέχθη ἐν πόλει, Βηθλεὲμ ὑπὲρ λόγον.

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Ὑμνείσθω Ἰγνάτιος, ὁ μέγας Ἱερεύς, διττῶς στεφανούμενος, ὡς Μάρτυς καὶ Ποιμήν· ἀθλήσας γὰρ οὗτος, δι ἀγάπην Θεοῦ, ἐρῶν τοῦ ἐρᾶσθαι, παθεῖν οὐ παρῃτεῖτο.

 

Διψῶν τὸ ποτήριον τοῦ πάθους τοῦ Χριστοῦ, δεσμώτης ἀνέτρεχες, Ἰγνάτιε σοφέ, καὶ φθάσας τὸ σκάμμα, οὐκ ἐπαύσω βοῶν· Διψῶ τοῦ διψᾶσθαι, Χριστῷ εἰς τοὺς αἰῶνας.

 

Τοῖς δρόμοις τῆς Πίστεως, ὡς ἥλιος τὴν γῆν, γενναίως διέδραμες, ἀπ' ἄκρων οὐρανοῦ, καὶ δύνας ἀδύτως, ἀπὸ γῆς εἰς Χριστόν, τὸ φῶς συναστράπτεις, αὐτῷ τῆς ἀφθαρσίας.

 

Δεσμοῖς κατεχόμενος, διώδευσας τὴν γῆν, μυρίσας τοῖς ἄθλοις σου, ἡμᾶς τοὺς ἐν αὐτῇ , καὶ νῦν μετὰ τέλος, ὥσπερ κρίνον ἀγροῦ, καὶ κρίνον πεδίου, ἡμᾶς εὐωδιάζεις.

Δόξα...

Μονὰς οὐσιότητι, ὑμνείσθω ἡ Τριάς, τριὰς ὑποστάσεσι, τιμάσθω ἡ Μονάς, ὡς μία τῇ φύσει, τοῖς προσώποις δὲ τρεῖς, οὐ διαιρουμένη, οὐ συναλειφομένη.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἄστρον ἀνέτειλε, Χριστὸς ἐν, Ἰακώβ, καὶ Μάγοι συντρέχουσιν, ἐν πόλει Βηθλεέμ, ὑμνῆσαι, τιμῆσαι, προσκυνῆσαι αὐτῷ, τεχθέντι ἐκ μήτρας, Ἁγνῆς τῆς Θεοτόκου.

 

Προεόρτιος

 

ᾨδὴ   θ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον Λυχνίαν τῆς χάριτος, τὸν Ναὸν τὸν ἅγιον, τὴν Σκηνὴν τὴν πάγχρυσον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

 

Σὺν Πατριάρχαις, Δικαίοις τε ἅπασι, καὶ τοῖς Ἁγίοις Προφήταις σκιρτήσωμεν, ἐκ Παρθένου Κύριος, Ἰησοῦς ἡ λύτρωσις, ὁ φωτισμὸς ἡ ζωὴ ἡ σωτηρία, νῦν ἐν τῇ  Πόλει, Δαυῒδ ἀποτίκτεται.

 

Ἤδη τῆς θείας τοῦ Λόγου σαρκώσεως, πᾶσιν ἠνοίχθη σαφῶς τὰ προπύλαια, οὐρανοὶ ἀγάλλεσθε· Ἄγγελοι σκιρτήσατε, καὶ εὐφραινέσθω ἡ γῆ σὺν τοῖς ἀνθρώποις, μετὰ Ποιμένων καὶ Μάγων ἐν πνεύματι.

 

Φέρει Χριστὸν ὥσπερ μύρον ἀκένωτον, τὸ νοητὸν ἡ Παρθένος ἀλάβαστρον, καὶ τοῦτο προέρχεται, ἐν Σπηλαίῳ πνεύματι, ἀποκενῶσαι σαφῶς, ὅπως πληρώσῃ, τῆς εὐωδίας αὐτοῦ τὰς ψυχὰς ἡμῶν.

 

Τοῦ Ἁγίου

 

Ὁ αὐτὸς

Ὁ Θεοφόρος ἡμᾶς εἱστιάσατο, τοὺς ἱεροὺς αὐτοῦ ἄθλους προθεὶς ἡμῖν. Δεῦτε φιλομάρτυρες, ἱερῶς δρεψάμενοι, τὰ μυστικὰ τῶν τερπνῶν ᾀσμάτων ἄνθη, τὰς κορυφάς ἑαυτῶν στεφανώσωμεν.

 

Τὴν ἱεράν σου στολὴν ἱερώτατε, ἱερωτέραν εἰργάσω τοῖς ἄθλοις σου· διὸ καὶ τὸν στέφανον, διττῶς κομισάμενος, μετὰ Μαρτύρων ὑμνεῖς καὶ τῶν Ποιμένων, Ἱερομάρτυς Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

Σῖτος Θεοῦ καθαρὸς εἰμι ἔλεγες, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι, ἵνα ἄρτος γένωμαι, ἱεροτελούμενος τῷ  ἐραστῇ καὶ Θεῷ κεκαθαρμένος, ὃν καὶ ποθῶν, οὐ πτοοῦμαι τὸν θάνατον.

 

Ὡς ὑπερόπτης τῶν κάτω Ἰγνάτιε, καὶ ὑπηρέτης τῶν ἄνω μυήσεων, ὡς λατρείαν ἄμωμον, τελῶν καὶ τελούμενος, ἱερουργεῖς σεαυτὸν τῷ  μαρτυρίῳ, πρός τε θηρία καὶ πῦρ ἑτοιμαζόμενος.

 

Σπλάγχνα θηρίων σοι τάφος γεγόνασιν· ἔχεις δὲ νῦν τὴν Σιὼν ἐνδιαίτημα, καὶ ζῇς ἐν καινότητι, ζωηφόρου Πνεύματος, ἐν οὐρανοῖς τῷ  Χριστῷ συμβασιλεύων, καὶ

ἐντρυφῶν τῇ αὐτοῦ ὡραιότητι.

 

Τῷ ἀπροσίτῳ φωτὶ ἐλλαμπόμενος, καὶ ἐν ταῖς ἄνω μοναῖς αὐλιζόμενος, ἱερὲ Ἰγνάτιε, τῷ  Θεῷ καὶ Κτίστῃ σου, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἐντυγχάνων, ἀδιαλείπτως μὴ παύσῃ δεόμενος.

Δόξα...

Τὸ ὑπεράρχιον φῶς ἡ ζωὴ ἡμῶν, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρισὶν ὑποστάσεσι, καὶ μιᾷ, θεότητι, ὑπερουσίως ἀεὶ θεολογείσθω, Τριὰς ἁπλὴ, συμφυὴς καὶ ὁμότιμος.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε Ἁγνὴ τοῦ Θεοῦ Πόλις ἔμψυχε, ἐν ᾗ Θεοῦ χωρηθῆναι εὐδόκησε· μὴ λιπὼν τὰ ἄνω γάρ, πρὸς σὲ καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ γῆς Θεογεννῆτορ, καὶ ἐν τῇ  πόλει Βηθλεὲμ βρέφος τίκτεται.

 

Ἐξαποστειλάριον προεόρτιον

Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ

Ἑτοιμάζου Βηθλεέμ· Σπήλαιον εὐτρεπίσθητι, ὑπόδεξαι καὶ ἡ Φάτνη, τὸν ἀπερίγραπτον Θεόν, σαρκὶ περιγραφόμενον· ἔρχεται γὰρ τεχθῆναι, καθώσπερ εὐδόκησε.

Τοῦ Ἁγίου

Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Σῖτος ὑπάρχω ἔλεγες, τοῦ Θεοῦ καὶ Σωτῆρος, καὶ δεῖ με νῦν ἀλήθεσθαι, δι' ὀδόντων θηρίων, Ἰγνάτιε Θεοφόρε, ὅπως ἄρτος ἡδύς τε, καὶ καθαρὸς ὀφθήσομαι, τῇ Ἁγίᾳ Τριάδι· ᾗ παρεστώς, μνημονεύοις πάνσοφε τῶν τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἱεράρχα καὶ Μάρτυς.

Ἕτερον Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Ὡς τετρωμένος ἔρωτι, ἀγάπης τοῦ Κυρίου σου. Ὁ ἐμὸς ἔρως ἐβόας, Χριστὸς ἐσταύρωται θέλων· διὸ διψῶ τοῦ διψᾶσθαι, καὶ ζῶν ἐρῶ τοῦ ἐρᾶσθαι· οὗ κοινωνὸς γενηθῆναι, ἐπιποθῶ καὶ τοῦ πάθους, καὶ τῆς αὐτοῦ βασιλείας.

Προεόρτιον, ὅμοιον

Πιστοὶ τὰ προεόρτια, τῶν Γενεθλίων ᾄσματα, νῦν προηχήσωμεν πίστει· ἔρχεται ἥκει γὰρ Χριστός, ἐν Βηθλεὲμ τοῦ τεχθῆναι, ὡς βροτὸς ἐκ Παρθένου, καὶ ὁραθῆναι νήπιος, σπαργάνοις ἐνειλημένος, ὁ πρὸ αἰώνων ὑπάρχων.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, κατὰ ἀλφάβητον.

Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ.

Ἦχος πλ. β'  Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι. (Δίς)

 

Ἀνίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ  Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς  σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.

 

Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται.

 

Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ  ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

 

Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ  ἐκ Κτίστῃ, ἥκοντι εἰς γῆν, Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀπαστράψωμεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.

Δόξα... ὅμοιον

Ἐγγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.

Καὶ νῦν... Ὅμοιον

Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν.

 

Εἰς τὸν Στίχον

Στιχηρὰ Ἰδιόμελα  Ἦχος δ'

Βηθλεὲμ εὐτρεπίζου, ὕμνησον Πόλις Σιών· ἀγάλλου ἡ ἔρημος, προμνηστευθεῖσα τὴν χαράν· ἀστὴρ γὰρ προέρχεται, ἐν Βηθλεὲμ μηνύων, μέλλοντα τίκτεσθαι Χριστόν· καὶ Σπήλαιον δέχεται, τὸν ἀχώρητον παντί· καὶ Φάτνη ἑτοιμάζεται, ὑποδέξασθαι ζωὴν τὴν αἰώνιον· αὐτῷ πάντες ᾄσωμεν καὶ βοήσωμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν, Ἰησοῦ ὁ Θεός, ὁ σαρκωθεὶς δι' ἡμᾶς.

 

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἀνατολίου

Χριστὸς ὁ ἐρχόμενος, ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ἀπειρογάμου Νύμφης ὀφθήσεται, ἐν Σπηλαίῳ δὲ λοιπὸν προσαναπαύσεται· καὶ Φάτνη τῶν ἀλόγων, ὃν οὐκ ἐχώρει οὐρανός, ὑποδέχου, μέλλοντα σπαργανοῦσθαι ἐν σοί, τὸν τῷ  λόγῳ λύσαντα, τῆς ἀλογίας ἡμᾶς. Ἀστὴρ μηνύει, Μάγοι προσκυνοῦσι, Ποιμένες ἀγραυλοῦσι, θαῦμα ὁρῶντες τὸ φρικτόν, καὶ Ἄγγελοι μέλπουσιν, ἐπὶ γῆς θεώμενοι, τὴν ἀπολύτρωσιν τοῦ γένους ἡμῶν.

 

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

 

Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ, καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

Δόξα... Τοῦ Ἁγίου  Ἦχος α'

Τοῦ Στουδίτου

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκών, ἡ ἐτήσιός σου ἐπέστη ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου, καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς Πίστεως μέχρις αἵματος ἀντικατάστασιν, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ λέγουσαν, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι· διὸ μιμητής τοῦ Χριστοῦ σὺ γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Προεόρτιον

Ἦχος πλ. β'  Βύζαντος

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑπεδέχου, τὸν τῷ  λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ  Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ  ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.