ΚΥΡΙΑΚΗ ΤΩΝ
ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν
Προοιμιακόν, στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ,
τὸ Κάθισμα ὅλον. Εἰς δὲ τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα
γ', Ἀνατολικὰ γ' καὶ τῶν Προπατόρων Στιχηρὰ
Προσόμοια δ'.
Ἦχος
πλ. δ'
Ὁ
ἐν Ἐδὲμ Παράδεισος
ΤΟ ΑΚΟΥΤΕ
Τῶν Προπατόρων σήμερον πιστοί,
τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν
Xριστὸν τὸν Λυτρωτήν,
τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς ἔθνεσι,
καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα
Κύριον, ὡς κραταιὸν καὶ δυνατόν· καὶ ἐξ
αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν,
τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν
τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε
Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον
τρυφήν, καὶ σωτηρίαν τὴν αἰώνιον.
Ὁ τοὺς Ἁγίους Παιῖδας ἐκ
πυρός, ῥυσάμενος Δέσποτα, καὶ ἐκ στόματος
λεόντων Δανιήλ, ὁ εὐλογήσας Ἀβραάμ, Ἰσαάκ
τε τὸν δοῦλόν σου, καὶ τὸν τούτου υἱὸν
τὸν Ἰακώβ, ὁ εὐδοκήσας ἐκ σπέρματος,
τούτων γενέσθαι καθ' ἡμᾶς, ἵνα τοὺς πρὶν
ὀλισθήσαντας, σώσῃς προπάτορας ἡμῶν,
σταυροῦσαι καὶ θάπτεσαι, καὶ συντρίβεις τοῦ
θανάτου τὰ δεσμά, συνεγείρεις τε πάντας, τοὺς
ἀπ' αἰῶνος ὄντας ἐν νεκροῖς, προσκυνοῦντάς
σου Χριστέ, τὴν Βασιλείαν τὴν αἰώνιον.
Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός,
τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ
Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ
προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν
Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν
δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος,
λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι,
δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ
ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός,
καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου
Βασιλείας σου.
Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ
πιστοί, καὶ Ἅγιοι Παῖδες σου, ἐν καμίνῳ
τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν
μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως
ἀναλάμψασαν ἡμῖν, καὶ Δανιὴλ δὲ ὁ
δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς
τὴν θείαν δευτέραν σου, ἐπιδημίαν προδηλῶν.
Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν
φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ
πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν
Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.
Δόξα...
Ἦχος πλ. β' Ἀνατολίου
Τοὺς πρὸ τοῦ νόμου Πατέρας,
ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί, Ἀβραὰμ
τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας
τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα
Πατριάρχας, Δαυΐδ τὸν πραότατον καὶ Δανιὴλ
τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς
Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν
κάμινον εἰς δρόσον μεταβαλόντας, αἰτούμενοι
ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου
ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Καὶ
νῦν... Θεοτοκίον
Τὸ
αὐτοῦ Ἤχου
Εἰς τὸν Στίχον,
Στιχηρὰ Ἀναστάσιμα τοῦ Ἤχου.
Δόξα...
Ἦχος γ' Γερμανοῦ
Τῶν Προπατόρων τὸ σύστημα, οἱ
φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν, Ἀδὰμ
τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ,
Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον,
Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ
Δαυΐδ· μεθ' ὧν τὸν Ἡσαΐαν, Ἱερεμίαν,
Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα,
ἅμα Ἠλιού, Ἐλισαῖον καὶ τοὺς ἅπαντας,
Ζαχαρίαν καὶ τὸν
Bαπτιστήν, καὶ τοὺς κηρύξαντας
Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους
ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον, ὁ αὐτὸς
Ἀσπόρως ἐκ θείου Πνεύματος,
βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν
τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν
αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ
σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας,
καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ
πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς
ἡμῶν.
Aπολυτίκιον,
τὸ Ἀναστάσιμον
Δόξα...
Καὶ νῦν...
Τῶν
Προπατόρων Ἦχος β'
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας,
τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος
Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι,
ὄι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός
εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς
αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον
τὰς ψυχὰς ἡμῶν.
Καὶ
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Εἰς τό, Θεὸς
Κύριος, Τροπάριον τὸ Ἀναστάσιμον, Δόξα, τὸ
αὐτό, Καὶ νῦν, τῶν Προπατόρων.
Ἡ συνήθης
Στιχολογία, οἱ Ἀναβαθμοὶ τοῦ ἤχου.
Τό, Πᾶσα πνοή, Εὐαγγέλιον τὸ Ἑωθινόν. Ἀνάστασιν Χριστοῦ θεασάμενοι. ὁ Ν'
Καὶ οἱ Κανόνες, τῆς Ὀκτωήχου,
ὁ Ἀναστάσιμος, τῶν Ἁγίων τριῶν Παίδων,
καὶ τῶν Προπατόρων.
Kανὼν
τῶν Ἁγίων τριῶν Παίδων, οὗ ἡ Ἀκροστιχίς.
Τρεῖς
παῖδας ὑμνῶ, Δανιήλ τε τὸν μέγαν. Θεοφάνους.
ᾨδὴ α' Ἦχος
πλ. δ'
ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,
καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ
Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ
Θεῷ ἡμῶν ᾄσωμεν».
Τὸν ἄναρχον Λόγον τὸν ἐκ
Πατρός, πρὸ πάντων αἰώνων, γεννηθέντα
θεοπρεπῶς, τὸν ἐν τῇ καμίνῳ νεανίαις,
συμβολικῶς ὁραθὲντα δοξάσωμεν.
Ῥημάτων τυράννου τοῦ δυσσεβοῦς,
οἱ εὐγενεῖς Παῖδες, καταπτύσαντες καρτερῶς,
τροφαῖς παρανόμοις μιανθῆναι, Χαλδαϊκῶς οὐ κατηξίωσαν.
Ἐτρέφεσθε λόγῳ μὲν ψυχικῶς,
τροφαῖς αὐτομάτοις, κεχρημένοι δὲ σαρκικῶς,
τῶν ἁβροδιαίτων ταῖς ἰδέαις, τῷ
Βασιλεῖ ὡραιότεροι δείκνυσθε.
Θεοτοκίον
Ἰὸν τὸν τοῦ ὄφεως ἀκοαῖς,
πικρῶς ἐμπαρέντα, ταῖς τῆς Εὔας ἡ ἐκ
Δαυΐδ, βλαστήσασα Κόρη θεραπεύει, τὸν Λυτρωτὴν
κυοφορήσασα.
Κανὼν τῶν Ἁγίων
Προπατόρων, οὗ ἡ Ἀκροστιχὶς
Πατράσιν
αἶνον εἰκότως νῦν εἰσφέρω. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος
α'
ΤΟ
ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς
ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ
γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα
ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε
λαοί, ὅτι δεδόξασται».
Πατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου
καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ
Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην, γνώμῃ
ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ
νῦν ἀπολαύουσιν.
Ἀδὰμ τὸν πρῶτον τιμήσωμεν,
χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων
ἡμῶν Προπάτορα, ἤδη γεγενημένον, καὶ ἐν
σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν
ἀναπαυόμενον.
Τὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ
εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς
καὶ Κύριος, τοῦτον δὲ μιαιφόνῳ, πάλαι
χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς ὡς
θεῖον Μάρτυρα.
Θεοτοκίον
Ῥητῶν ἐνθέων ἀκούσωμεν,
βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν· ἰδοὺ
γὰρ Σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου,
οὗ τὸν φρικτόν, τόκον προμηνύει, Ἀστρολόγοις
ὁ ἀστὴρ ἐπιφαινόμενος.
Καταβασία
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς
ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ
γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα
ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε
λαοί, ὅτι δεδόξασται».
Τῶν
ἁγίων Παίδων
ᾨδὴ γ'
ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν
προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν
ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά
μου».
Σύνεσιν κτησάμενοι, τὴν θεοδίδακτον
Δέσποτα, Παῖδες Δαυΐδ, Νόμους τοὺς πατρῴους,
θεοφρόνως ἐτήρησαν.
Πῦρ οὐ κατεφλόγισε, τὰ καθαρώτατα
σώματα, τῶν εὐσεβῶν· διὰ γὰρ νηστείας,
ψυχοτρόφου ἠρδεύοντο.
Αἶνον τὸν παγκόσμιον, καὶ πολυΰμνητον
ᾄδουσι, Παῖδες οἱ τρεῖς, μέσον τῆς καμίνου,
θαυμαστῶς δροσιζομενοι.
Θεοτοκίον
Ἵνα τόκον Δέσποτα, ἐκ παρθενεύοντος
σώματος, δείξῃς ἡμῖν, σῴζεις ἐν καμίνῳ,
παρθενεύοντα σώματα.
Τῶν
Προπατόρων
Τῷ
πρὸ τῶν αἰώνων
ΤΟ ΑΚΟΥΤΕ
ᾌδεται ἐν κόσμῳ, τὸ τοῦ
Σὴθ πρὸς τὸν Κτίστην διάπυρον· ἐν γὰρ
ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει,
αὐτὸν ὄντως ἐθεράπευσε, καὶ νῦν ἐν
χώρᾳ τῶν ζώντων βοᾷ, ἅγιος εἶ Κύριε.
Στόματι καὶ γλώσσῃ, καὶ
καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι
θεοφρόνως, τὸν τῶν ὅλων Δεσπότην, Θεὸν ἤλπισεν
ἐν πνεύματι, καὶ εὐαρέστως βιώσας ἐν
γῇ, κλέος ἐπηνέγκατο.
Ἱερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ
μακαρίσωμεν· εὐαρεστήσας γὰρ Κυρίῳ,
μετετέθη ἐν δόξῃ, ὀφθεὶς κρείττων καθὼς
γέγραπται, θανάτου οἷα Θεοῦ πεφηνώς, δοῦλος
γνησιώτατος.
Θεοτοκίον
Νῦν ἡ προσδοκία, τῶν Ἐθνῶν
ἐκ Παρθένου προέρχεται, καὶ Βηθλεὲμ τὴν
κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον
σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί,
ἐπανακλινόμενον.
Καταβασία
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ
Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ'
ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως,
Χριστῷ τῷ Θεῷ βοήσωμεν·
Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος
εἶ Κύριε».
Ἡ
Ὑπακοὴ Ἦχος β'
Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ
μετεβάλλετο, ὁ θρῆνος
εἰς χαράν, ταῖς Γυναιξὶν ἐνηλλάττετο· Ἄγγελος
γάρ, ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι,
τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν
κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας
τριήμερον, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν,
Κύριε δόξα σοι.
Ἐὰν δὲ δόξῃ
τῷ Προεστῶτι, λέγομεν.
Κάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ
ΤΟ
ΑΚΟΥΤΕ
Ὑμνήσωμεν πιστοί, τοὺς Προπάτορας
πάντας, Χριστοῦ τοῦ δι' ἡμᾶς, ἐπὶ γῆς
ὁραθέντος, δοξάζοντες ἐν ᾄσμασι, τὸν αὐτοὺς
θαυμαστώσαντα, ὡς τὴν ἔλευσιν, προεκτυπώσαντας τούτου,
καὶ τὴν γέννησιν, τὴν ἐκ Παρθένου ἀφράστως,
τῷ κόσμῳ κηρύξαντας.
Τῶν
Ἁγίων παίδων
ᾨδὴ δ'
ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν
τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά
σε, μόνε φιλάνθρωπε».
Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς
τὸν νοῦν φωτιζόμενος, τὰ ἐνύπνια διέλυσε,
τῶν Αὐτοκρατόρων θείᾳ χάριτι.
Ἀπαστράπτει τοῖς θαύμασιν, ἡ
ἐν τῇ καμίνῳ τῶν Παίδων ἄθλησις·
τὸν γὰρ τύραννον ἐζώγρησε, πρὸς ἐπίγνωσίν
σου Παντοδύναμε.
Συμφωνίας τὰ ὄργανα, καὶ τῆς
μουσικῆς μέλη παναρμόνια, τοὺς γενναίους οὐ
κατέθελξαν, καὶ χρυσῇ εἰκόνι οὐχ ὑπέκυψαν.
Θεοτοκίον
Ὑμνῳδίαις Πανύμνητε, οἱ ἐν
Βαβυλῶνι Παῖδες γεραίρουσι, τὸν Υἱόν σου τὸν
ὑπέρθεον, ὃν ἐν τῇ καμίνῳ ἐπεγίνωσκον.
Τῶν
Προπατόρων
Ῥάβδος
ἐκ τῆς ῥίζης
ΤΟ ΑΚΟΥΤΕ
Αἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες
μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον·
ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος,
ὤφθη τῷ Χριστῷ εὐαρεστήσας,
ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει
σου Κύριε.
Ἰδών σου Θεὸς τὸ εὐγενές,
τῆς γνώμης τὸ ἀκέραιον, καὶ κατὰ πάντα
Νῶε τέλειον, δευτέρου κόσμου σαφῶς, ἀρχηγὸν
σε δείκνυσι, σώσαντα αὐτῷ παντὸς ἐκ γένους,
κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα, ὡς αὐτὸς
διετάξατο.
Νῶε τὸν φυλάξαντα Θεοῦ, τὸν
νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε
δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ
σώσαντα, πάλαι Κιβωτῷ ἀλόγων γένη, προστάξει
παντουργικῇ, ὕμνοις εὐσεβῶς μακαρίσωμεν.
Οἶνον κατανύξεως ἡμῖν, πηγάζει
τοῖς τιμῶσί σε, Νῶε μακάριε ἡ μνήμη
σου, εὐφραίνουσα καὶ ψυχάς, καὶ καρδίας πάντοτε,
τῶν εἰλικρινῶς μακαριζόντων, τοὺς τρόπους σου
τοὺς σεμνούς, καὶ τὴν πολιτείαν τὴν ἔνθεον.
Θεοτοκίον
Νῦν ἡ ἀπολύτρωσις ἡμῶν,
ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται
ὥσπερ νήπιον, καὶ Μάγοι ἀνατολῶν, Βασιλεῖς
ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα,
τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ
λατρεῦσαι σὺν δώροις πιστῶς.
Καταβασία
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς
Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός,
κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου,
ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει
σου, Κύριε».
Τῶν
Ἁγίων Παίδων
ᾨδὴ ε'
ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ
τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ
ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν
δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς
τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς
μου κατεύθυνον δέομαι».
Μυηθέντες τὸν
Nόμον, Σῶτερ οὐκ ἠρνήσαντο
οἱ σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν
τρισὶ Νεανίαις θεόφροσιν· ἀλλ' ἰσχὺν
λαβόντες, τὴν παρὰ σοῦ τοῦ εὐεργέτου,
τοὺς Τυράννους ἀνδρείως ἐτρέψαντο.
Νοερῶς ἐμυεῖτο, Δανιὴλ φιλάνθρωπε
τὰ σὰ μυστήρια· ἐπὶ γὰρ νεφέλης,
ὡς Υἱὸν σε ἀνθρώπου ἐρχόμενον, τῶν
Ἐθνῶν ἁπάντων, οἷα Κριτὴν καὶ Βασιλέα,
ἐθεώρει νοός καθαρότητι.
Ὡραιώθη ὦ Παῖδες, ὑπὲρ
λίθον σάπφειρον, ὑμῶν τὰ σώματα, ὡς αὐγὴ
χρυσίου, εὐσεβείας τῷ
ζήλῳ πυρσεύετε, ἐμπεριπατοῦντες χαρμονικῶς
ἐν τῇ καμίνῳ, καὶ
κροτοῦντες χορείαν παγκόσμιον.
Θεοτοκίον
Δανιὴλ σε Παρθένε, Ὄρος προδιέγραφε
σαφῶς ὁ ἔνθεος· οἱ τριττοὶ δὲ Παῖδες,
καθορῶντες τὴν φλόγα δροσίζουσαν, τὸν σὸν
θεῖον τόκον, μελῳδικῶς ἀνευφημοῦσιν, ὡς
Σωτῆρα καὶ Κτίστην καὶ Κύριον.
Τῶν
Προπατόρων
Θεὸς
ὢν εἰρήνης
ΤΟ ΑΚΟΥΤΕ
Ἐπαίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν
καρπούμενος, καὶ ἔναντι εὐάρεστος, δεικνύμενος
Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς
κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων,
περιχαρῶς ἀναπαυόμενος.
Ἰδεῖν ἠξιώθη, ὡς φίλος
Θεοῦ, Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κτίστου
αὐτοῦ, καὶ ἔμπλεως ἐγένετο, χαρᾶς
Πνευματικῆς· τοῦτον οὖν διανοίας, εὐθύτητι
τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ
πιστὸν θεράποντα.
Κατεῖδες ὡς θέμις, ἀνθρώπῳ
ἰδεῖν, τὴν Τριάδα, καὶ ταύτην ἐξένισας,
ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ·
ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας
τὸ γενέσθαι ἀπείρων, Ἐθνῶν Πατὴρ διὰ
τῆς πίστεως.
Θεοτοκίον
Ὁ Πλήρης κενοῦται, σαρκὶ δι' ἡμᾶς,
καὶ ἀρχὴν ὁ προάναρχος δέχεται, πτωχεύει
δὲ ὁ πλούσιος, καὶ Λόγος ὢν Θεοῦ, ἐν
φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος,
τὴν ἀνάπλασιν πάντων, τῶν ἀπ' αἰῶνος
ἐργαζόμενος.
Καταβασία
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην
παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν
θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς
ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».
Τῶν
Ἁγίων Παίδων
ᾨδὴ ς'
ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων
καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως
συνωθεῖ ἀπογνώσεως· ἀλλ' αὐτὸς τὴν
κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ
φθορᾶς ἀνάγαγε».
Ἄρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ
δυνάμει τοῦ Λόγου, χώρας Ἐθνῶν Χαλδαίων,
ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή,
γέρα χαρίζεσθαι, κεκτημένοις, ὦ τοῦ Δαυΐδ σοφοὶ ἀπόγονοι.
Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος
πάλαι, τὸν ὡς Θεὸν Χαλδαίοις, δυσσεβῶς
νομιζόμενον, ἀναιρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον,
ἱερεῖς δέ, τοὺς δυσμενεῖς σοφῶς ἀπέκτεινεν.
Θεοτοκίον
Ἵλεών μοι τὸν Κριτήν, τὸν Υἱόν
σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι
ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν
δεινῶν, Μήτηρ δυσώπησον· σοὶ γὰρ μόνη
τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Τῶν
Προπατόρων
Σπλάγχνων
Ἰωνᾶν
ΤΟ
ΑΚΟΥΤΕ
Τύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι,
σαφῶς Ἰσαὰκ μακαριώτατε, ἀναγόμενος, πατρικῇ
εὐπειθείᾳ τοῦ θύεσθαι· διὰ τοῦτο
μεμακάρισαι, καὶ φίλος Θεοῦ, ὤφθης ὄντως
γνησιώτατος, μετὰ πάντων Δικαίων σκηνούμενος.
Ὤφθη Ἰακώβ, θεράπων πιστότατος,
τοῦ πάντων Θεοῦ· ὅθεν ἐπάλαισε, μετ' Ἀγγέλου
νοῦς, καθορῶν τὸν Θεὸν μετωνόμασται· καὶ
καθεύδων θείαν κλίμακα τεθέαται, ᾕπερ Θεὸς ἐπεστήρικτο,
ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι.
Στέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν,
ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν,
τοῦ τυθέντος ἐν λάκκῳ βληθέντος Χριστοῦ,
σιτοδότης τε Αἰγύπτου ἐχρημάτισε, σώφρων
γεγονὼς καὶ δίκαιος, Βασιλεύς τε παθῶν ἀληθέστατος.
Θεοτοκίον
Νέον ἐπὶ γῆς, παιδίον γνωρίζεται,
ὁ ὢν σὺν Πατρὶ ἀεὶ καὶ Πνεύματι,
σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ
σαφῶς, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακέκλιται·
τούτου νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον
γέννησιν.
Καταβασία
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν,
ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ
Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ
σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον·
ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν
τεκοῦσαν, κατέσχεν ἀπήμαντον».
Κοντάκιον Ἦχος β'
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες,
ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες
τρισμακάριοι, ἐν τῷ σκάμματι
τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ
φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε·
Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων,
εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι
βουλόμενος.
Ὁ
Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα,
ἧς πάλαι
ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι
πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ
καταπίῃ ἡμᾶς ὁ θάνατος, ὁ διψῶν
ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς·
ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν
ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων
σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων
σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον,
καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων,
καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν
ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ἀναγινώσκομεν
πρῶτον τὸ συναξάριον τῆς ἡμέρας τοῦ
μηνός, εἶτα τῶν Ἁγίων Προπατόρων.
Τῇ αὐτῇ ἡμέρᾳ
, Κυριακὴ τῶν Ἁγίων Προπατόρων.
Στιχοι
Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,
Βλέποντες ἐγγίζοντα
Xριστὸν Μεσσίαν.
Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.
Ταῖς τῶν σῶν ἁγίων
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῶν
Ἁγίων Παίδων
ᾨδὴ ζ'
ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι, εἰκόνι
χρυσῇ οὐ προσεκύνησαν, ἀλλ' ἐν μέσῳ
καμίνου πυρὸς δροσιζόμενοι, τὴν ᾠδὴν ἀνέμελπον
λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν».
Ἦχος θεοσεβὴς ἐμελῳδεῖτο, ἐκ
μέσου πυρὸς τῷ Παντοκράτορι·
Ἀζαρίας γὰρ θεῖον χορὸν συστησάμενος, τὴν
ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λύρα Νεανιῶν ἐθεολόγει τὸν
πάντων Θεὸν καὶ παντοκράτορα, τὸν αὐτοῖς ἐν καμίνῳ, τρανῶς ὀπτανόμενον,
καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τρεῖς τοὺς ἐν τῇ καμίνῳ βεβλημένους, εἰδὼς
ὁ κρατῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν
θέαν, Υἱὸν προσηγόρευσε, τοῦ Θεοῦ καὶ
πᾶσιν ἐβόησεν· Εὐλογητὸς ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἔχων λελαμπρυσμένον θείᾳ αἴγλῃ,
τὸν νοῦν Δανιὴλ Θεομακάριστε, τῆς Παρθένου
τὸν τόκον, σαφῶς προτεθέασαι, μυστικαῖς εἰκόσι
τυπούμενον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τῶν
Προπατόρων
Οἱ
Παῖδες εὐσεβείᾳ
ΤΟ ΑΚΟΥΤΕ
Ὑμνείσθω Ἀνανίας, Ἀζαρίας,
Μισαὴλ σὺν τῷ Δανιήλ,
κάμινον σβέσαντες πυρός, καὶ λεόντων χαλινώσαντες,
τὰς ὁρμὰς καὶ τῷ
Χριστῷ, συμφώνως ψάλλοντες· ὁ τῶν Πατέρων,
Θεὸς εὐλογητὸς εἶ.
Νομίμως ἐναθλήσας, πειρασμοῖς καὶ
ἀνενδότοις θλίψεσι, θεράπων κέκληται Ἰώβ,
τοῦ Θεοῦ παναληθέστατος, πρᾶος, ἄκακος, εὐθύς,
τέλειος, ἄμεμπτος, ἀναβοῶν· ὁ Θεός εὐλογητὸς
εἶ.
Ἐν πίστει Μωϋσέα, Ἀαρών τε
καὶ τὸν Ὢρ τιμήσωμεν,
ἀνευφημοῦντες, Ἰησοῦν, καὶ Λευῒ τὸν ἱερώτατον,
Γεδεών τε καὶ Σαμψών, καὶ ἀνακράζοντες·
ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἰδοὺ καθὼς προεῖπεν ὁ Προφήτης,
ἐν γαστρὶ συνέλαβεν, ἡ ἀπειρόγαμος, Θεὸν
καὶ τεκεῖν σαφῶς ἐπείγεται, ἐν Σπηλαίῳ
Βηθλεέμ, ᾧ πάντες ψάλλομεν·
ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Καταβασία
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες,
δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν
οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς
φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων
Θεὸς εὐλογητὸς εἶ».
Τῶν
Ἁγίων Παίδων
ᾨδὴ η'
ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων
ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε,
δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών,
τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνέβόα·
οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τὴν Ἀβραὰμ εὐγένειαν, διασῴζειν
σπουδάζοντες· τὴν οἰκειοτάτην, πρὸς αὐτὸν
ἐκτήσασθε, κρηπῖδα τῆς Πίστεως, καὶ τῆς
Ἐλπίδος Ὅσιοι, καὶ ὑπομονήν, καὶ
πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Οἱ ὡς φωστῆρες λάμποντες, καὶ
τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας,
φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν
ᾄδουσι, τῷ ἐκ πειρασμῶν
ἐκσεσωκότι Δεσπότῃ· οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην
τὴν κάμινον, καὶ τὰς τῶν λεόντων, ἀκωκὰς
πεδήσαντες, Δαυΐδ οἱ ἀπόγονοι, νῦν γεγηθότες
ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα
Δεσπότην· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς
ἀνυμνεῖτε, λαος ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον
Μυσταγωγεῖται πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προζωγραφοῦσι,
Παῖδες τρεῖς τὴν γέννησιν, τὴν σὴν οἱ
θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς
γαστρός σου, προελθόντα ἀφράστως· ὃν Παῖδες
εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν,
εἰς πάντας τοὺς αἰῶνας.
Τῶν
Προπατόρων
Θαύματος
ὑπερφυοῦς
ΤΟ
ΑΚΟΥΤΕ
Σήμερον τῶν ἀπ' αἰῶνος θείαν
μνήμην, ἐκτελέσωμεν θείων Πατέρων, τοῦ Ἀδὰμ
τοῦ Ἄβελ τε, Σὴθ καὶ Νῶε καὶ τοῦ Ἐνώς,
καὶ Ἐνὼχ καὶ Ἀβραὰμ, Μελχισεδὲκ καὶ
Ἰώβ, καὶ τοῦ Ἰσαὰκ σὺν τῷ πιστῷ Ἰακώβ· Εὐλογείτω
ἡ κτίσις βοῶντες τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Φάλαγγα θεοτερπῆ θείων Πατέρων, εὐφημήσωμεν
Βαρὰκ καὶ Νάθαν, καὶ τὸν Ἐλεάζαρον, Ἰωσίαν
καὶ τὸν Δαυΐδ, Ἰεφθάε Σαμουήλ τε τὸν
τὰ ἔμπροσθεν ὁρῶντα, σεπτῶς καὶ ἀνακράζοντα·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας
Ἔπαινον μελῳδικῶς Θεοῦ Προφήταις,
προσαγάγωμεν ἀνευφημοῦντες, Ὠσηέ, Μιχαίαν
τε, Σοφονίαν καὶ Ἀββακούμ, Ζαχαρίαν, Ἰωνᾶν,
Ἀγγαῖόν τε καὶ Ἀμμώς, καὶ τὸν Ἀβδιοὺ
καὶ Μαλαχίαν, Ναούμ, Ἡσαΐαν καὶ Ἱερεμίαν
καὶ Ἰεζεκιήλ, ἅμα Δανιήλ, Ἠλιοὺ καὶ
Ἐλισαῖον.
Τριαδικὸν
Ῥήμασι τριαδικοῖς τὴν παναγίαν,
ἀνυμνήσωμεν πιστοὶ Τριάδα, τὸν Πατέρα ἄναρχον,
τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα
Ἅγιον, Τριάδα ὁμοούσιον, ἣν πᾶσα πνοὴ
δοξάζει κράζουσα· Εὐλογείτω ἡ κτίσις πᾶσα
τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Ὤφθης ἐκ Παρθενικῶν Χριστὲ αἱμάτων,
σωματούμενος ἀρρήτῳ λόγῳ, καὶ ὡς
βρέφος τέλειον, ἐν Σπηλαίῳ ὑπερβολῇ,
εὐσπλαγχνίας Ἰησοῦ ἀποτικτόμενος· ἀστὴρ
δὲ σε πόρρωθεν ἐμήνυσεν, ἀστρολόγοις· Ὑμνεῖτε
πίστει κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Καταβασία
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς
ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ
τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω
ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας».
Τῶν
Ἁγίων Παίδων
ᾨδὴ θ'
ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν
Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».
Ἐφθάσατε τὸ τέλος, τὸ
πεποθημένον, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρέστητε,
ἐν οὐρανίοις θαλάμοις Παῖδες πανόλβιοι.
Γηθόμενοι τὸ δράγμα, τῆς μετὰ
δακρύων, καλῆς ὑμῶν γεωργίας κομίζεσθε, τῆς
ἀφθαρσίας τὸν στάχυν καρποφορήσαντες.
Ἀνέτειλε λαμπρότης, νῦν ὑμῖν
ἀξίως, καὶ εὐφροσύνη καρδίας ἐξήνθησεν·
ἔνθα ἀπέδρα γὰρ λύπη κατεσκηνώσατε.
Θεοτοκίον
Νομὴν τὴν τοῦ θανάτου, ἔστησας
Παρθένε, τὸν ζωοδότην τεκοῦσα καὶ Κύριον,
ζωοποιοῦντα τοὺς πίστει σε μεγαλύνοντας.
Τῶν
Προπατόρων
Mυστήριον
ξένον
ΤΟ
ΑΚΟΥΤΕ
Ἰσχύϊ σου πάλαι, δυνάμεις ἐποίησαν,
θυγατέρες Κύριε, Ἄννα καὶ Ἰουδὶθ καὶ
Δεβόρρα, Ὀλδά, Ἰαήλ τε, Ἐσθὴρ, Σάρρα
Μαριὰμ Μωσέως καὶ Ῥαχήλ, καὶ Ῥεβέκκα
καὶ ἡ Ῥοὺθ αἱ μεγαλόφρονες.
Ὡς σβέσαντες Παῖδες, Ἁγίους
τὴν κάμινον, ἱερῶς τιμήσωμεν, ἅμα τῷ Δανιὴλ τῷ Προφήτῃ, πᾶσι δικαίοις
σαφῶς, τοῖς πρὸ Νόμου διαλάμψασι καλῶς, καὶ
ἐν Νόμῳ τόν Δεσπότην θεραπεύσασιν.
Σοφώτατοι θεῖοι, Προφῆται γεγένηνται,
Ἀβραὰμ ἀπόγονοι, τὸν ἐκ τοῦ Ἀβραάμ,
καὶ Ἰούδα τικτόμενον Λόγον, θερμῶς
προαναγγείλαντες ἐν Πνεύματι· αὐτῶν ἱκεσίαις,
Ἰησοῦ πάντας οἰκτείρησον.
Ἡγίασται πᾶσα ἡ κτίσις, τῇ
μνήμῃ ὑμῶν, καὶ πανηγυρίζουσα, κράζει
ἱκετικῶς ἐκβοῶσα· Δέησιν Κυρίῳ, ἀεὶ
προσαγάγετε Μακάριοι, τυχεῖν αἰωνίων ἀγαθῶν
τοὺς εὐφημοῦντας ὑμᾶς.
Θεοτοκίον
Φορέσας με ἐκ τῆς Παρθένου προέρχεται,
καὶ Σπηλαίῳ τίκτεται, Λόγος ὁ τοῦ
Πατρὸς ἀσυγχύτως· χόρευε ἡ κτίσις,
φωναῖς εὐχαρίστοις μεγαλύνουσα, αὐτοῦ τὴν
δι' οἶκτον, παναγίαν συγκατάβασιν.
Καταβασία
«Μυστήριον ξένον, ὁρῶ καὶ
παράδοξον· οὐρανὸν τὸ Σπήλαιον, θρόνον
Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον·
ἐν ᾧ ἀνεκλήθη ὁ
ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες
μεγαλύνομεν».
Ἐξαποστειλάριον
Γυναῖκες
ἀκουτίσθητε
ΤΟ
ΑΚΟΥΤΕ
Πατέρων μνήμην σήμερον, σκιρτῶντες
φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ
κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν·
ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα
ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν.
Ἀδὰμ ἀνευφημήσωμεν, Ἄβελ, Σὴθ
καὶ τὸν Ἐνώς, Ἐνὼχ καὶ Νῶε Ἀβραάμ,
Ἰσαὰκ καὶ τὸν Ἰακώβ, Μωσῆν, Ἰὼβ
καὶ τὸν Ἀαρών, Ἐλεάζαρ, Ἰησοῦν,
Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυΐδ καὶ τὸν
Σολομῶντα.
Θεοτοκίον,
ὅμοιον
Ἁγνὴ Παρθένε ἄχραντε, Μαρία
Θεονύμφευτε, ἐν ὥρᾳ τῇ φοβερᾷ μοι, πρόστηθι καὶ
μεσῖτις, πρὸς τὸν Υἱόν σου φάνηθι, τῷ ταπεινῷ καὶ ῥῦσαί
με, τῆς καταδίκης ἐκείνης, καὶ τῶν κολάσεων
πάντων.
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν Στίχ. η' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα
δ' καὶ τῶν Ἁγίων Προπατόρων δ'.
Ἦχος
β' Οἶκος τοῦ Εὐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Πάντες τὴν τῶν σεπτῶν, νῦν
Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν
τούτων πολιτείαν, δι' ἧς ἐμεγαλύνθησαν. (Δίς)
Στίχ. Εὐλογητὸς εἶ Κύριε
ὁ Θεὸς τῶν Πατέρων
ἡμῶν.
Ἔσβεσαν τοῦ πυρός, τὴν δύναμιν
οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ καμίνου
καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.
Στίχ. Καὶ ἐπὶ τὴν
πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν
Ἱερουσαλήμ.
Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος,
Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων,
ἐδείκνυτο κακώσεως.
Δόξα...
Ἦχος βαρὺς Γερμανοῦ
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν,
τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν
σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ
Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν, τοὺς
ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν
καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν
τῷ Δανιὴλ εὐφημήσωμεν,
τῶν Προφητῶν τὰς προρρήσεις ἀσφαλῶς κατέχοντες,
μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ
ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται
Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ νῦν... Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία
μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν
Λειτουργίαν, Τυπικά. Οἱ Μακαρισμοὶ τοῦ Ἤχου,
καὶ ἀπὸ τοῦ Κανόνος τῶν Προπατόρων ἡ
ς' ᾨδή.
Κοινωνικὸν
Αἰνεῖτε
τὸν Κύριον...