Τ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΥΓΟΥΣΤΟΥ

 

Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'.

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ

Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

 

Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.

 

Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σε Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος· Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει· Εὐεργέτα πολυέλεε.

Τοῦ Ἁγίου Προσόμοια γ'

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Ὅλην ἀποθέμενος, τὴν μαγικὴν γοητείαν, καὶ Περσῶν μιάσματα, καὶ τὰ μυσαρώτατα τερατεύματα, τῷ Θεῷ προσέδραμες, τῇ σοφῇ προνοίᾳ, κυβερνῶντι τὰ οὐράνια, οὗ τὸ ὀνόματι, ἀποστολικῶς ἐθεράπευσας, ἀλόγων ἀρρωστήματα, καὶ τὰ τῶν ἀνθρώπων νοσήματα, τῶν προσερχομένων, προθύμως σοι θεράπον τοῦ Χριστοῦ, ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὅλην ἀνατέθεικας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον Ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος· ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας· οἶδε γὰρ δοξάζειν, ὁ Κύριος τοὺς δούλους ἑαυτοῦ, ὅν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὅλην ἐνδυσάμενος, τὴν τοῦ Σταυροῦ πανοπλίαν, καὶ τὸν ἀδιάρρηκτον, θυρεὸν τῆς πίστεως περιθέμενος, φοβερὸς γέγονας, ταῖς ἀντικειμέναις, τῶν Δαιμόνων παρατάξεσιν, οὓς καὶ ἐδίωξας, μάστιγι τῇ πίστει χρησάμενος, καὶ θείαις ἐπικλήσεσι, καὶ τοὺς ὁδοιπόρους διέσωσας, βλάβης τῆς ἐκείνων, Δομέτιε θεράπον τοῦ Χριστοῦ, ὅν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Ἦχος πλ. β'

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο, οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ· οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.

 

Εἴσοδος, Φῶς ἱλαρὸν

 

Προκείμενον

Ἦχος βαρὺς

Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν.

Στίχ. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες καὶ σοὶ Ἰορδάνη ὃτι ἐστράφης εἰς τὰ ὀπίσω.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Σήμερον ὁ Χριστός, ἐν ὄρει Θαβωρίῳ, τὴν τοῦ Ἀδὰμ ἀμείψας, ἀμαυρωθεῖσαν φύσιν, λαμπρύνας ἐθεούργησε.

 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

 

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

 

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

 

Σῆμα θεοπρεπές, Θεότητος δεικνύει, πρὸ τοῦ Σταυροῦ τοῖς Μύσταις, ὡς ἥλιος ἀστράψας, Χριστὸς ἐν ὄρει σήμερον.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Τῆς Θεότητός σου Χριστέ, ἀμυδρὰν αὐγὴν παραγυμνώσας, τοῖς συναναβᾶσί σοι ἐπὶ τοῦ ὄρους, τῆς ὑπερκοσμίου σου δόξης ἐποίησας κοινωνούς· ὅθεν ἐνθεαστικῶς ἐκραύγαζον· Καλὸν ἐστιν ἡμᾶς ὧδε εἶναι. Μεθ' ὧν καὶ ἡμεῖς, σὲ τὸν μεταμορφωθέντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς τοὺς αἰῶνας.

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Τὴν μεθέορτον πιστοί, ἡμέραν σήμερον φαιδρῶς, τῆς ἐνδόξου καὶ φρικτῆς, Μεταμορφώσεως Χριστοῦ, ἐπιτελοῦντες βοήσωμεν ὁμοφρόνως. Τὸ φύραμα ἡμῶν, ἀνεμορφώσω Σωτήρ, τῇ θείᾳ σου σαρκί, συναπαστράψας αὐτῷ, καὶ ἀποδοὺς τὸ πρώτιστον ἀξίωμα, τῆς ἀφθαρσίας ὡς εὔσπλαγχνος· διὸ σε πάντες, δοξολογοῦμεν, τὸν μόνον Θεόν ἡμῶν.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Εἶτα εἷς Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Πρέσβυν σε Χριστῷ προφέρω στεφηφόρε.

Θεοφάνους.

 

ᾨδὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ ΤΟ ΑΚΟΥΤΕ

Πρὸς τὸν Θεὸν ἐκδημήσας μαρτυρικῇ, διαλάμπων χάριτι, τοῖς ὑμνοῦσί σε πιστῶς, φωτοφόρον ἔμπνευσον αὐγήν, ἱκετεύων τὸν Χριστὸν θεομακάριστε.

 

Ῥήξας τοὺς βρόχους τῆς πλάνης εἰλικρινῶς, τῷ Χριστῷ προσέδραμες, διανοίᾳ καθαρᾷ, τὰ Περσῶν σεβάσματα λιπών, καὶ τῶν Μάγων ἐκφυγὼν τὴν ἀθεότητα.

 

Ἐπιστημόνως σκοπήσας ὡς οὐ Θεός, ὡς κτιστὸς ὁ ἥλιος, ὡς οὐδὲν τῶν ὁρατῶν, ἐπὶ τὸν ἀόρατον Θεόν, ὡδηγήθης λογισμῷ σοφῷ χρησάμενος.

Θεοτοκίον

Σὲ Παναγία Παρθένε τὴν τὸν Υἱὸν τοῦ Θεοῦ γεννήσασαν, γεγονότα καθ' ἡμᾶς, δι' ἡμᾶς κηρύττομεν ἁγνή, Θεομήτορα πιστοὶ καὶ μακαρίζομεν.

 

ᾨδὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ

Βεβαίᾳ πίστει στηριχθείς, ὡς ἀκλόνητος πύργος, ἀπερίτρεπτος ὤφθης, οὐ λόγοις τοῖς μαγικοῖς, οὐ γνώσεως Περσικῆς, γοητείαις περιεργαζόμενος.

 

Ἰὸν ψυχόλεθρον φυγών, τοῦ τῇ κτίσει λατρεύειν, καὶ τὸν ἥλιον σέβειν, τὸν ὄντως ὄντα Θεόν, ὡς πάντων Δημιουργόν, εὐσεβείας πόθῳ ἐξεζήτησας.

 

Ναμάτων θείων μετασχών, τῆς παλιγγενεσίας, τὴν ψυχὴν κατηυγάσθης, καὶ γέγονας ἀληθῶς, υἱὸς χάριτι Θεοῦ, κληρονόμος θείων ἀπολαύσεων.

Θεοτοκίον

Σοφία οἶκον ἑαυτῇ, ᾠκοδόμησε θεῖον, ὑπὲρ νοῦν τε καὶ λόγον, σκηνώσασα τὴν ἁγνήν, γαστέρα σου τὴν σεπτήν, καθαρθεῖσαν Πνεύματι Πανύμνητε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

 

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Τὴν ὡραιότητα Χριστοῦ ἐπόθησας, καὶ δι' ἀσκήσεως πάθη ἐνέκρωσας, καὶ ἐναθλήσας καρτερῶς, τὴν πλάνην ἀπετέφρωσας, Ἔνδοξε Δομέτιε, τῶν Ἀγγέλων συνόμιλε· ὅθεν καὶ ἰάσεων, ῥεῖθρα βρύεις τοῖς πίστει σου, τὴν μνήμην ἐπιτελοῦσι τὴν θείαν, Μάρτυς ἀξιοθαύμαστε.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, ἐν πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.

 

ᾨδὴ δ'

Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ

Ἐπέγνως ἔνδοξε, τὸ φύσει ἄγνωστον, λογικῶς ἐκζητήσας καὶ εὐρηκώς, τοῦτον ἐπεπόθησας, καὶ προσεκύνησας χαρᾷ, τὴν αὐτοῦ μεγαλειότητα.

 

Χορείᾳ σώφρονι, θερμῶς προσέδραμες, μοναζόντων Ἁγίων καὶ ἀρετῆς, ζήλῳ πυρπολούμενος, ἐπολιτεύσω καθαρῶς, ἐν νηστείαις καὶ δεήσεσιν.

 

Ῥαδίως ἔλυσε, δεσμὰ τῆς φύσεως, ὁ θεόφρων σου πόθος καὶ τῶν παθῶν, ἔσβεσε τὴν κάμινον, τῷ δροσοβόλῳ φωτισμῷ, τοῦ Ἁγίου Πάτερ Πνεύματος.

Θεοτοκίον

Ἰσχύς μου πέφυκε, Θεὸς καὶ Κύριος, Θεοτόκε Παρθένε ὁ σαρκωθείς, Λόγος ὁ ὑπέρθεος, ἀκηράτου σου γαστρός, τὴν ζωὴν ἡμῖν δωρούμενος.

 

ᾨδὴ ε'

Τῷ θείῳ φέγγει σου ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ

Συνέσει θείᾳ διαπρεπής, Μάκαρ πεφυκώς, τῶν ὁρωμένων ἁπάντων προέκρινας, τὴν τῶν ἀοράτων ἀϊδιότητα, τῷ φέγγει τῆς ἁγνείας καταλαμπόμενος.

 

Τῆς θείας γευσάμενος ἀρετῆς, τὸ τῆς ἡσυχίας καὶ ἀναχωρήσεως ἔστερξας, τὴν τῆς διανοίας ἀνεπιθόλωτον, κατάστασιν φυλάττων, Πάτερ Δομέτιε.

 

Ὡς ὄντως μέγα καὶ θαυμαστόν, τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς σου, τὸ πάνσοφον φρόνημα· τῆς γὰρ τοῦ Ὑψίστου χειρὸς ἀλλοίωσις, καὶ χάριτος τῆς θείας ἔργον ἐγένετο.

Θεοτοκίον

Παρθένος ἔμεινας ἀσινής, καὶ τὰ τῶν μητέρων, ἐπιδεικνύεις πανάμωμε Δέσποινα· τῇ γὰρ παρθενίᾳ τόκον συνήρμοσας, καὶ φέρεις ἀμφοτέρων τὰ ἰδιώματα.

 

ᾨδὴ ς'

Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

Ῥαγδαίως φερόμενον, τοῦ ἐχθροῦ καὶ δυσμενοῦς, τὸν πειρασμὸν ὑπέμεινας, καὶ ποικίλως Παμμάκαρ δοκιμασθείς, τῷ φθόνῳ μαχόμενος, νικητὴς ἀνεδείχθης ἀξιάγαστε.

 

Ὁ βίος σου ἔνθεος, ἡ ζωὴ θεοειδής, καὶ φωτοφόρος γέγονε· τὰ τοῦ κόσμου τερπνὰ γὰρ καταλιπών, τὴν θείαν εὐπρέπειαν, ἐκαρπώσω θεόφρον καὶ τερπνότητα.

 

Σημεῖα καὶ τέρατα, ἠξιώθης ἐκτελεῖν, ὑπερφυῶς ἀοίδιμε, τῇ δυνάμει τῇ θείᾳ καθοπλισθείς, καὶ ἔχων τὴν ἄνωθεν, συνεργοῦσάν σοι χάριν ἀξιάγαστε.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, καὶ νυμφὼν θεοπρεπής, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τοῦ τῶν ὅλων Παρθένε Δημιουργοῦ· σὺ γὰρ μόνη πέφυκας, ἀξιόθεον τούτου ἐνδιαίτημα.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Κοντάκιον τῆς Ἑορτῆς

Αὐτόμελον Ἦχος βαρὺς ΤΟ ΑΚΟΥΤΕ

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου.

Στίχοι

Ὑπὲρ τὰ πάντα σοι συναθλεῖν ἐκ λίθων,

Μύστας Πάτερ σούς, ἐξεπαίδευσας τάχα.

Σὺν δυσὶν ἑβδομάτῃ Δομέτιος ἐλεύσθη μύσταις.

 

Ὁ ὅσιος Δομέτιος ὁ σημειοφόρος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Φιλοθέου μονῆς ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

 

Μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικάνορος τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ τοῦ Καλλιστράτου ὄρει ἀναλάμψαντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ὤρ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἐκ γῆς ἀπελθών, Ὤρ ἐμὸς λέγει.

Χάρις, Ὑπὲρ τὸν Ὤρ πέφυκε τὸν σόν, ὦ Νόμε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι μύριοι Ἀσκηταὶ οἱ Θηβαῖοι ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

Γῆς ἐξελαύνεις, εἰς τὸ Δαυδ χρὴ λέγειν,

Τὸ μυριοπλάσιον ἅρμα σου Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ποταμία ἡ θαυματουργὸς ξίφει τελειοῦται.

Στίχοι

Ὑπὲρ Χριστοῦ κτανθεῖσα θαυμαστὴ ξίφει,

Χέει ποταμοὺς θαυμτων Ποταμία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νάρκισσος, Ἀρχιεπίσκοπος Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἡδὺ πνέων, Νάρκισσε, ναρκίσσου πλέον,

Εὐωδιάζεις τῆς Ἐδὲμ τὸ χωρίον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀστέριος ὁ θαυματουργὸς ξίφει τελειοῦται.

Στίχοι

Τράχηλον Ἀστέριος ἐκκοπεὶς ξίφει,

Χοροῖς ἀθλητῶν, οἷον ἀστὴρ ἐμπρέπει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σῴζων, ὁ ἐκ Νικομηδείας, εἰς πῦρ βληθείς, καὶ ἀβλαβὴς ἐξελθών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ὑπῆρχεν ἄλλη σαλαμάνδρα πρὸς φλόγα,

Σῴζων ὁ Μάρτυς, οὗ τέλος πυρὸς δίχα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὑπερέχιος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ὑπερέχιος, κν τάφ κατεκρύβη,

Πέφυκεν ἴσος τοῖς χοροῖς τῶν Ἀγγέλων.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

Ἐπὶ σὲ Πάτερ ἡ παμφωτος τοῦ Πνεύματος, χάρις ἐπανεπαύσατο, καὶ ἐνεργείας παραδόξους ἔδειξεν ἐν σοί, βοῶντι καὶ ψάλλοντι πιστῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ῥωμαλέῳ τῷ φρονήματι διήνυσας, τὸν δρόμον τῆς ἀσκήσεως, καὶ ἐπὶ τέλει τῶν ἀγώνων, Μάρτυς ἀληθῶς, ἐγένου κραυγάζων τῷ Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ὥσπερ παῖδές σοι οἱ μύσται χρηματίσαντες, πατρὶ συνηγωνίζοντο, καὶ ἐν σπηλαίῳ καρτεροῦντες, ἤθλησαν σὺν σοί, συμφώνως κραυγάζοντες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σωτηρίας ὡς λιμένα σε πλουτήσαντες, ζάλης διασῳζόμεθα, καὶ τὴν ἐλπίδα τὴν εἰς σὲ ὡς ἄγκυραν ψυχῶν, κατέχοντες κράζομεν Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'

Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ

Τετρωμένος ἀγάπῃ Πάτερ τοῦ κτίσαντος, τῶν κτισμάτων ἀπώσω πᾶσαν προσπάθειαν, Πνεύματι Θεοῦ, σαφῶς κατευθυνόμενος, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐπιγείους φροντίδας ἀποσεισάμενος, οὐρανίους ἐλπίδας Πάτερ ἐπλούτησας, τὴν ἐν τῷ Χριστῷ, μακαριότητα Ὅσιε, ἧς νῦν ἀπολαύεις εἰς πάντας τοὺς αἰῶνας.

 

Φωτοβόλους ἀκτῖνας Πάτερ δεξάμενος, τοῦ Ἁγίου καὶ θείου πάνσοφε Πνεύματος, ὀφθαλμοφανῶς, τοῦτο Μάκαρ τεθέασαι, θείοις μυστηρίοις φρικτῶς ἐπιφοιτῆσαν.

Θεοτοκίον

Ἡ θεόφθογγος λύρα τοῦ σοῦ Προπάτορος, κιβωτὸν σε ἁγίαν προδιετύπωσε, φέρουσαν Θεόν, σάρκα Ἁγνὴ φορέσαντα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ

Φωτὶ ἀϋλῳ καταυγαζόμενος, φωτοειδὴς ἀξίως φωτοφόρε γεγένησαι, πολιτείαν ἄμεμπτον κτησάμενος, Πάτερ καὶ παναγίαν, νῦν δὲ παρίστασαι, πρέσβυς τῷ Δεσπότῃ, καὶ Θεῷ ὑπὲρ τῆς ποίμνης σου.

 

Οἱ σοὶ ἀγῶνες οἱ τῆς ἀσκήσεως, μαρτυρικοῖς ἀγῶσιν ἐπαξίως ἐστέφθησαν, καὶ διπλοῦν τὸ ἔπαθλον ἀπείληφας, τῶν ἀνδραγαθημάτων, ὧν ἐπιδέδειξαι, καὶ τῶν αἰωνίων, ἀγαθῶν εὗρες ἀπόλαυσιν.

 

Ῥωσθεὶς δυνάμει θείᾳ καὶ χάριτι, διαφανὴς τοῖς πάσιν ἀνεδείχθης διδάσκαλος, εὐσεβείας θαύμασι κοσμούμενος, πάντας ὑποστηρίζων, πάντας ἰώμενος, τοὺς προσερχομένους, σοὶ πιστῶς θεομακάριστε.

Θεοτοκίον

Ἐν σοὶ ἐπράχθη τὰ ὑπὲρ ἄνθρωπον, ὑπερφυῆ Παρθένε Θεότοκε μυστήρια· τοῦ Θεοῦ γὰρ γέγονας λοχεύτρια, φέρουσα ἐν ἀγκάλαις, καὶ διατρέφουσα, τὸν ταῖς οὐρανίαις, στρατιαῖς ὑμνολογούμενον.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς· Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».

 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Ἐκ Περσικῆς ὁρμώμενος, χώρας τῆς πυρσολάτρου, τῇ τοῦ Χριστοῦ προσέδραμες, ἐκ παιδὸς θείᾳ πίστει, Δομέτιε θεοκήρυξ· ὅθεν Πάτερ ἐν ὕμνοις, ὡς ἀσκητὴν τιμῶμέν σε, καὶ ὡς μάρτυρα θεῖον καὶ τῶν φρικτῶν, μυστηρίων ἔνθεον Ἱερέα, καὶ πρέσβυν τῶν τελούντων σου, τὴν σεβάσμιον μνήμην.

Τῆς Ἑορτῆς ὅμοιον

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες· μεθ' ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Φύσιν τὴν ἐξ Ἀδάμ, Χριστὲ ἀμεῖψαι θέλων, ἐν ὄρει νῦν ἀπαίρεις Θαβώρ, παραγυμνώσων, τοῖς μύσταις τὴν Θεότητα.

 

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

 

Ὤφθης τὸ πρὶν Χριστέ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ἐν γνόφῳ καὶ θυέλλῃ, καὶ αὔρᾳ λεπτοτάτῃ, νῦν δὲ φωτὶ τῆς δόξης σου.

 

Στίχ. Θαβὼρ καὶ Ἔρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

 

Σέλας τὸ τριλαμπές, ἀστράψας ἀπορρήτως, τῆς θεϊκῆς σου δόξης, Θαβὼρ ἐν ὄρει Σῶτερ, τὴν σύμπασαν ἐφαίδρυνας.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ Μωσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου. Μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.