Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Οἱ μάρτυρές
σου Κύριε
ΤΟ ΑΚΟΥΤΕ
Οἱ
Ὅσιοί σου Κύριε, ἐξομοιούμενοι τοῖς Ἀσωμάτοις,
διὰ δεήσεως καὶ ἐγκρατείας, πάθη ἐμείωσαν
σαρκός, καὶ τῇ ἀπαθείᾳ διαλάμψαντες, πάντων
τὰς καρδίας κατεφώτισαν, αὐτῶν ταῖς ἱκεσίαις,
δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.
Δαλμάτιος
καὶ Ἰσάκιος, ζῆλον ἐνάρετον ἀναλαβόντες,
Ἀρείου αἵρεσιν καὶ Νεστορίου, καταβεβλήκασι
σαφῶς, καὶ τοῖς ὀρθοδόξοις συμμαχήσαντες, κλέος
παρὰ πάντων ἀπηνέγκαντο, αὐτῶν Χριστὲ
πρεσβείαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.
Ἀστέρες
στερεώματι, τῷ τῆς ἀσκήσεως ἀναφανέντες,
κατεφωτίσατε τῶν μοναζόντων, Πατέρες Ὅσιοι ψυχάς,
σκότος τῶν δαιμόνων ἀπελάσαντες· ὅθεν μετὰ
τέλος μακαρίζεσθε, πρεσβεύοντες σωθῆναι, ἅπαντας τοὺς
τελοῦντας τὴν θείαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Οἱ
λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ
ἔργα δέ μου, εἰσὶ παμμίαρα, καὶ τὶ ποιήσω;
πῶς ὑπαντήσω τῷ Κριτῇ; Δέσποινα Παρθένε
καθικέτευσον, τὸν Υἱὸν καὶ πλάστην σου καὶ
Κύριον, ὅπως ἐν μετανοίᾳ, δέξηταί μου
τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.
Ἢ Σταυροθεοτοκίον
Ἡ
δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ
τοῦ ξύλου, προσαναρτώμενον ὑπὸ ἀνόμων,
ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον,
τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος
Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;
Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ
Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ
μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ
ἀποστήσῃς τὸ ἔλεος σου ἀφ' ἡμῶν,
ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ
κυβέρνησον τὴν ζωὴν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν,
οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων
ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Φαιδροὺς ἀνυμνῶ τῶν
μοναστῶν ἀστέρας. Ὁ Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ'
Ἡ κεκομμένη
ΤΟ ΑΚΟΥΤΕ
Φωτὶ
τῷ θείῳ φαιδρῶς παριστάμενοι, καὶ τρισηλίου
αὐγῆς πάντοτε πληρούμενοι, καὶ θέσει ἀληθῶς,
θεούμενοι Μακάριοι, τοὺς πίστει ἑορτάζοντας
ὑμῶν τὴν μνήμην τὴν πανίερον, τῷ Κυρίῳ
ψάλλοντας, ἐνθέως καταυγάσατε.
Ἀποσκοποῦντες
εἰς μόνα τὰ μένοντα, τὴν τῶν ῥεόντων
φοράν, πᾶσαν ἀπεκρούσασθε, καὶ ὅλῳ τῷ
νοΐ,
Κυρίῳ προσκολλώμενοι, ἐλίπετε σαρκὸς τὰς
ἡδονάς, Πατέρες πανσεβάσμιοι· ὅθεν πρὸς
ἀνέσπερον, αὐγὴν μετεβιβάσθητε.
Ἱερωτάταις
μελέταις πτερούμενος, Δαλμάτε Πάτερ σοφέ, καὶ
καλλωπιζόμενος ταῖς θείαις διδαχαῖς, Ἰσακίου
τοῦ μάκαρος, ἀνέδραμες, πρὸς ὕψος ἀρετῶν,
καὶ στῦλος καὶ ἑδραίωμα, μοναζόντων γέγονας·
διὸ σε μακαρίζομεν.
Θεοτοκίον
Δεδοξασμένη
Θεὸν ἡ κυήσασα, τῆς ἀδοξίας με τῶν παθῶν
ἀπάλλαξον, καὶ δὸς μοι λογισμόν, Παρθένε κατανύξεως,
καὶ λάμψον μετανοίας φωτισμόν, Ἁγνὴ ἐν
διανοίᾳ μου, ὅπως μεγαλύνω σε τὴν πάντας μεγαλύνασαν.
ᾨδὴ γ'
Οὐρανίας ἁψῖδος
ΤΟ ΑΚΟΥΤΕ
Ἀπλανῆ
σε ἀστέρα, ἀνατολῆς, Ὅσιε, Πάτερ ὡρμημένον,
Ἰσάκιε πάντες ἔγνωμεν, πικρᾶς αἱρέσεως,
ἐξαφανίζοντα σκότος, καὶ πιστοὺς τοῖς λόγοις
σου καταφαιδρύνοντα.
Νοητῶς
ἀνατείλας, ταῖς καθαραῖς λάμψεσι, Φαῦστε τῶν
ἀγώνων σου, Πάτερ φῶς ἐχρημάτισας, φωτίζων
ἅπαντας, τοὺς καθορῶντάς σε μάκαρ, καὶ πιστῶς
τὸν βίον σου ἐξεικονίζοντας.
Ὑμνῳδίαις
ἀπαύστοις, καὶ προσευχαῖς, Ὅσιοι, πάντα τοῦ
σώματος πάθη, κατακοιμίσαντες, χάριν ἀκοίμητον,
καὶ ἀναφαίρετον πλοῦτον, ἐκ Θεοῦ εἰλήφατε
μακαριώτατοι.
Μακροτάτῃ
νηστείᾳ, ὡς Μωϋσῆς, Ὅσιε, σοῦ τὴν καρτερίαν,
Δαλμάτε πᾶσιν ὑπέδειξας, ὡραϊζόμενος, τοῖς
ὑπερλάμπροις σου πόνοις, καὶ καλλωπιζόμενος τῇ
πολιτείᾳ σου.
Θεοτοκίον
Νοητὴν
σε λυχνίαν, καὶ φωταυγῆ ἔγνωμεν, ἔνδον δεξαμένην
Παρθένε, τὸ πῦρ τὸ ἄστεκτον, θεῖον παλάτιον,
καὶ ὑψηλότατον θρόνον, ἐν ᾧ ἀνεπαύσατο
ὁ ὑπερούσιος.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας
ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας
δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ
τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν
πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν
ΤΟ ΑΚΟΥΤΕ
Τῷ
φωτὶ τῆς Τριάδος περιφανῶς, πυρσευθέντες Πατέρες
φωτοειδεῖς, τὸ σκότος ἐλίπετε, ἡδονῶν
τὸ βαθύτατον, καὶ φωστῆρες ἔργοις, ἐνθέοις
πυρσεύοντες, τῶν πιστῶν καρδίας, μακάριοι ὤφθητε·
ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν ὑμῶν μνήμην,
γεραίρομεν σήμερον, καὶ συμφώνως κραυγάζομεν, Θεοφόροι
πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν
Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα
ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας,
τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις
ἔσχες, τὸν πάντα διέποντα, καὶ ἐκ μαζῶν
τεθήλακας τὸν πάντα ἐκτρέφοντα· ὅθεν δυσωπῶ
σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν
μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου
μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν
τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα
θέλεις πανάμωμε.
Ἢ Σταυροθεοτοκίον
Τὸν
ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς
θεωροῦσα ἐν τῷ Σταυρῷ, ἀδίκως ὑψούμενον,
θρηνῳδοῦσα ἐκραύγαζεν· ὁ μὲν κόσμος
ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ
σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν,
ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους,
Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος,
καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι
οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου,
τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
ᾨδὴ δ'
Εἰσακήκοα Κύριε
ΤΟ ΑΚΟΥΤΕ
Ὡς
πολύφορα κλήματα, τῆς ἀληθινῆς ἀμπέλου
γεγόνατε, οἶνον βλύσαντες σωτήριον, καθαρᾶς τοῖς
πᾶσι κατανύξεως.
Τῆς
Συνόδου συνήγορον, Ὅσιε Δαλμάτε σὲ πάντες ἔγνωμεν,
τὴν εὐσέβειαν κρατύνοντα, καὶ τοὺς ἀλαζόνας
ἐκκρουόμενον.
Ὡς
τῶν πάντων προλάμποντα, πάντων ὑπερέχειν φροντιστηρίων
σε, θεία Σύνοδος ἐθέσπισεν, ἀρεταῖς ἐνθέοις
κλεϊζόμενον.
Θεοτοκίον
Νυσταγμῷ
ἀμελείας με, ὕπνος ἁμαρτίας Ἁγνὴ κατέλαβε,
τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν
με πρὸς μετάνοιαν.
ᾨδὴ ε'
Ἴνα τὶ με ἀπώσω
ΤΟ ΑΚΟΥΤΕ
Μετανάστης
Ἑῴας, πρὸς τὴν Βασιλίδα τῶν πόλεων γέγονας,
καὶ τῷ θείῳ σπόρῳ, τὰ γεννήματα
ταύτης ἐπλήθυνας, ἐκριζώσας πᾶσαν, τὴν
πονηρὰν Ἀρείου λύμην, ἱερώτατε Πάτερ Ἰσάκιε.
Ὀπαδός,
Ἰσακίου, ὥσπερ Ἠλιοὺ Ἐλισσαῖος γεγένησαι,
Ἱερὲ Δαλμάτε, μηλωτῇ χαρισμάτων τοῦ Πνεύματος,
διαρρήσσων ὕδωρ, τῆς πονηρᾶς δαιμόνων βλάβης,
καὶ πιστοῖς ὁμαλίζων τὴν πάροδον.
Νόμοις
θείοις πειθήσας, νόμους ἁμαρτίας εἰς τέλος
ἐξέκλινας, καὶ ὡράθης στῦλος, προηγούμενος
θείου συστήματος, θεοφόρε Φαῦστε, καὶ μοναστῶν
κανὼν καὶ τύπος, καὶ πιστῶν ἀδιάσειστον
ἔρεισμα.
Θεοτοκίον
Ἀληθῆ
Θεοτόκον, πᾶσαι γενεαὶ σε δοξάζουσιν ἄχραντε, τὴν
ἁγιωτέραν, τῶν Ἀγγέλων σαφῶς χρηματίσασαν,
Παναγία Κόρη· διὸ βοῶ· Ἁγίασόν
μου, τὴν ψυχὴν μολυνθεῖσαν τοῖς πάθεσι.
ᾨδὴ ς'
Τὴν δέησιν ἐκχεῶ
ΤΟ ΑΚΟΥΤΕ
Συνόμιλος
ἀνεδείχθης Ἀγγέλων· τὸν ἐκείνων γὰρ
ἐζήλωσας βίον, ἐπὶ τῆς γῆς, διοδεύων
Δαλμάτε, καὶ ἐγκρατείᾳ λεπτύνας τὸ σῶμά
σου, ἀλείπτης τε τῶν μοναστῶν, καὶ κανὼν ἀληθὴς
ἀκριβέστατος.
Τῷ
ζήλῳ τῆς τοῦ Κυρίου ἀγάπης, ὡς Ἠλίας
πυρακτούμενος Μάκαρ, ὡς Ἀχαάβ, τὸν προστάτην
τοῦ ψεύδους, ἐν παρρησίᾳ, Ἰσάκιε ἤλεγξας,
νοσήσαντα τὴν πονηράν, τοῦ Ἀρείου ἀφρόνως
διαίρεσιν.
Ὡράθητε
ὁδηγοὶ πλανωμένων, καὶ λιμένες τῶν πιστῶν
σῳζομένων, θαυματουργοί, θεοφόροι Πατέρες, Φαῦστε
Δαλμάτε καὶ θεῖε Ἰσάκιε, θεράποντες τοῦ
Ἰησοῦ, μοναζόντων φωστῆρες ἀείφωτοι.
Θεοτοκίον
Νοσοῦσάν
μου τὴν ψυχὴν ἁμαρτίαις, καὶ παντοίαις τῶν
ἐχθρῶν ἐπηρείαις, ἐπισκοπῇ, Παναγία Παρθένε,
σωτηριώδει σου τάχος ἐπίσκεψαι, καὶ ἴασαι ὡς
ἀγαθή, Θεοτόκε ἐλπίς μου πανύμνητε.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὴν
δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ
ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ
ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ
προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, ἐκ φθορᾶς
ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις
ΤΟ ΑΚΟΥΤΕ
Τοὺς
ἐν ἀσκήσει ἐκλάμψαντας ἐν τῷ κόσμῳ,
καὶ τὰς αἱρέσεις ἀνατρέψαντας τῇ πίστει,
ὕμνοις, Ἰσάκιον εὐφημήσωμεν, σὺν τῷ Δαλμάτῳ
Φαῦστον, ὡς τοῦ Χριστοῦ θεράποντας· αὐτοὶ
γὰρ βοῶσιν ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὶς
ἱκανὸς ἐξειπεῖν ἀνθρώπων, τῶν Ὁσίων
Πατέρων τὰς φαιδρὰς ἀρετάς, καὶ τὰ σκάμματα,
ζῆλον τὸν θεῖον, τὴν παρρησίαν, τὸ καθαρὸν
τοῦ βίου, τὰς θείας πράξεις, ἃς ἐπὶ
γῆς ἐξετέλεσαν οὗτοι ὡς Ἄγγελοι; ἀλλ'
ὅμως σὺν τούτοις τιμῶμεν τὴν Τριάδα πιστῶς·
αὐτοὶ γὰρ ταύτην ἀεὶ φαιδρῶς σὺν
Ἀγγέλων χοροῖς λιτανεύουσιν. Αὐτοὶ γὰρ
βοῶσιν ὑπὲρ πάντων ἡμῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, μνήμη
τῶν Ὁσίων Πατέρων ἡμῶν Δαλμάτου, Φαύστου
καὶ Ἰσακίου.
Στίχοι
Κυκλοῦσιν
ἄνδρες εἷς δύο τρεῖς σὸν θρόνον,
Ὕψιστε,
Φαῦστος, Ἰσάκιος, Δαλμάτος,
Δαλμάτος,
Ἰσάκιος τριτάτῃ θάνον, ἠδέ γε Φαῦστος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου μάρτυρος Στεφάνου, Πάπα Ῥώμης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ
Ἰωάννου, Ἡγουμένου Μονῆς τῆς Παταλαραίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία
Σαλώμη, ἡ Μυροφόρος, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τῆς
σαρκὸς οἷον ἐκκυλισθείσης λίθου,
Ὁρᾷ
Σαλώμη Χριστόν, οὐ Χριστοῦ τάφον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία
Θεοκλητὼ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεοκλητὼ
τὴν κλῆσιν ἔργῳ δεικνύει,
Κλητὴ
Θεῷ φανεῖσα σαρκὸς ἐκδύσει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Παῖδες Ἑβραίων
ΤΟ ΑΚΟΥΤΕ
Ἄνθρακες
ὤφθητε τῷ θείῳ, ἀναπτόμενοι πυρὶ τοῦ
Παρακλήτου, καταφλέγοντες μὲν τὴν ὕλην τῆς κακίας,
τοὺς δὲ πιστοὺς φωτίζοντες, θεοφόροι εἰς αἰῶνας.
Σάρκα
δυσήνιον νηστείαις, καθυπέταξας τῷ πνεύματι Δαλμάτε,
καὶ κακίαν ἐχθροῦ, κατέκλυσας τοῖς ὄμβροις,
τῶν ψυχικῶν δακρύων σου, θεοφόρε εἰς αἰῶνας.
Τέλος
μακάριον εὑρόντες, τὴν οὐράνιον οἰκεῖτε
βασιλείαν, καὶ Ὁσίων χοροῖς, συνήφθητε Πατέρες,
μεθ' ὧν βοᾶτε, Κύριε ὁ Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον
Ἔστησας
ῥύμην τοῦ θανάτου, τὸν ἀθάνατον τεκοῦσα
Θεὸν μόνη, Θεοτόκε ἁγνή, ᾧ πίστει μελῳδοῦμεν·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
ᾨδὴ η'
Ἑπταπλασίως κάμινον
ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδῳ
Σταυροῦ τὴν θάλασσαν, τῶν παθῶν διαρρήξαντες,
πᾶσαν Φαραὼ τοῦ νοητοῦ τὴν δύναμιν, ὠλέσατε
Ἅγιοι, καὶ μοναστῶν πληθὺν ἱεράν, γῆν
πρὸς ἀπαθείας, μελῳδοῦντες ἀπαύστως, εἱλκύσατε
Πατέρες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Αἱρετιζόντων
ἔπαρσιν, προφανῶν ἐταπείνωσας, πόρρωθεν προβλέψας,
τὴν αὐτῶν κατάλυσιν, πτωχοῖς ἐπεκούρησας,
καὶ ὁδηγὸς ἐγένου τυφλῶν, γήρους βακτηρία,
καὶ χηρῶν προστασία, Δαλμάτε ἀνακράζων·
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Σὺ
πρὸς τρισὶ τριάκοντα, ἐν ἡμέραις νενήστευκας,
αὖθίς τε τοσαύτας, ὑπὲρ φύσιν ὕπνωσας,
ἐγρήγορον ἔχων σου, τὸ τῆς καρδίας ὄμμα
σοφέ, καὶ τῇ τοῦ Θεοῦ φωταγούμενος αἴγλῃ,
πρὸς ὃν βοᾷς Δαλμάτε· Ἱερεῖς Εὐλογεῖτε,
λαος ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ
κατοικήσας Κύριος, τὴν ἀμόλυντον μήτραν σου,
ὅλην καθαράν, καὶ φωταυγῆ σε ἔδειξε· διὸ
μολυνθέντα με, τοῖς ἰοβόλοις δήγμασι, καὶ ταῖς
βλαβεραῖς τῶν ἐναντίων ἐφόδοις, καθάρισον
Παρθένε, καὶ ἀξίωσον ψάλλειν· Λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως
κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν,
ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ καὶ
Λυτρωτῇ ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ
ΤΟ ΑΚΟΥΤΕ
Ἴσχυσαν
σθένει τοῦ Θεοῦ, δυναμούμενοι ἀνίσχυρον φρύαγμα,
τοῦ πολεμήτορος, καταπαλαῖσαι οἱ οὐρανόφρονες,
τῶν μοναζόντων ἀρχηγοί, καὶ νῦν κλεϊζόμενοι,
μεταβεβήκασι, πρὸς ἐπαύλεις νοητὰς εὐφραινόμενοι.
Ὤφθητε
τρίφωτος λαμπάς, τὴν ἀνέσπερον αὐγὴν ἀποπέμποντες,
ῥόδα ἀμάραντα, τοῦ Παραδείσου εὐωδιάζοντα,
τὰς διανοίας τῶν πιστῶν, Πατέρες τρισόλβιοι·
διὸ τήν μνήμην ὑμῶν τὴν πανέορτον, πιστῶς
ἑορτάζομεν.
Στέφανον
ὥσπερ εὐπρεπῆ, περικείμενοι σοφοὶ τὴν ἀπάθειαν,
καὶ στολισάμενοι, θείας ἀγάπης τὰ κατορθώματα,
εἰς τὸν νυμφῶνα τοῦ Χριστοῦ, χαίροντες εἰσήλθετε,
ἀναπαυόμενοι, καὶ τῶν φόνων ἀμοιβὰς κομιζόμενοι.
Ἤστραψε
φέγγει νοητῷ, καταυγάζουσα πιστῶν τὰ συστήματα,
ἡ θεία μνήμη ὑμῶν, Μάκαρ Δαλμάτε Φαῦστε
Ἰσάκιε, τῶν μοναζόντων ἀρχηγοί, φωστῆρες
παγκόσμιοι· διὸ φωτίσατε, καὶ ἡμῶν τὰ
τῆς ψυχῆς αἰσθητήρια.
Θεοτοκίον
Φώτισον
πύλη τοῦ φωτός, τὴν καρδίαν μου κακίᾳ
τυφλώττουσαν, καὶ μὴ εἰς θάνατον παραχωρήσῃς
νῦν ἀφυπνῶσαί με, τὸν ἀκαθάρτοις λογισμοῖς,
ἀεὶ σκοτιζόμενον, ἵνα δοξάζω σε, εὐχαρίστως
Θεοτόκε πανάμωμε.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε
πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν,
ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ
σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος·
διὸ τήν ἄχραντον Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
ΤΟ ΑΚΟΥΤΕ
Πατέρες
οὐρανόφρονες, καὶ τῶν, Ἀγγέλων σύσκηνοι,
Δαλμάτε Φαῦστε συνάμα, τῷ θαυμαστῷ Ἰσακίῳ,
μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ᾧ παρίστασθε,
ἀδιαλείπτως Ἅγιοι, τῶν τὴν ὑμῶν ἐκτελούντων,
λαμπρὰν καὶ πάμφωτον μνήμην.
Θεοτοκίον
Μαρία
κυριώνυμε, πολλοῖς κυριευθέντα με, πάθεσι νῦν ψυχοφθόροις,
σὺ ἐλευθέρωσον τάχος, καὶ πρὸς δουλείαν
ἕλκυσον, τὴν σήν τε καὶ τοῦ τόκου σου, ἵνα
ὑμνῶ σε ἄχραντε, χρεωστικῶς Θεοτόκε, Χριστιανῶν
τὴν ἐλπίδα.
Ἢ Σταυροθεοτοκίον
Παρισταμένη
Πάναγνε, ἐν τῷ Σταυρῷ καὶ βλέπουσα, τὸν
σὸν Υἱὸν ἐπὶ ξύλου, ταθέντα ἄπνουν
ἐθρήνεις, καὶ μητρικῶς ὠλόλυζες, δακρύουσα
καὶ λέγουσα· τὶ τοῦτο τὸ παράδοξον, ὅτι
ὁ Κτίστης τοῦ κόσμου, Σταυρῷ ταθῆναι ἠνέσχου;
Καὶ ἡ λοιπὴ
τοῦ Ὄρθρου Ἀκολουθία, καὶ Ἀπόλυσις.