Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Συμεών, συγγενοῦς τοῦ Κυρίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ
τοῦ Ἁγίου γ'.
Ἦχος δ'
Ὡς γενναῖον ἐν
Μάρτυσιν
ΤΟ
ΑΚΟΥΤΕ
Ἱερεὺς
ἱερώτατος, ἀθλητὴς ἐννομώτατος, συγγενὴς
τοῦ κτίσαντος, ἀληθέστατος, θαυματουργὸς ὑπερθαύμαστος,
φωστὴρ διαυγέστατος, πλανωμένων ὁδηγός, Συμεὼν
ἀναδέδειξαι, στῦλος ἄσειστος, τῆς σεπτῆς Ἐκκλησίας
καὶ τῆς ἄνω, βασιλείας κληρονόμος, καὶ τῶν
Ἀγγέλων ἰσότιμος.
Μετὰ
πόνους τοῦ σώματος, πολυτρόπους θαυμάσιε, μετὰ
πᾶσαν βάσανον, πολυώδυνον, μετὰ μυρία παλαίσματα,
Σταυρῷ προσωμίλησας, ἐκμιμούμενος Χριστόν, σταυρωθέντα
θελήματι· ὅθεν σήμερον, Συμεών σου τὴν μνήμην
τὴν φωσφόρον, ἐκτελοῦντες τὰς αἰσθήσεις,
τὰς ψυχικὰς φωτιζόμεθα.
Εἰς
ναὸν ἐπουράνιον, ἱερῶς προσεχώρησας, ἱερῷ
σταζόμενος, μάκαρ αἵματι, καὶ τῇ Τριάδι παρίστασαι,
πλουσίως λαμπόμενος, ταῖς ἐκεῖθεν ἀστραπταῖς,
πηγαζούσαις πανόλβιε· ὅθεν χαίροντες, τὴν ἁγίαν
σου μνήμην ἐκτελοῦμεν, Συμεὼν ταῖς σαῖς πρεσβείαις,
λύσιν πταισμάτων λαμβάνοντες.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς
Ἑορτῆς.
Ἀπολυτίκιον Ἦχος α'
Χριστοῦ
σε συγγενῆ, Συμεὼν Ἱεράρχα, καὶ Μάρτυρα στερρόν,
ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην ὀλέσαντα,
καὶ τὴν πίστιν τηρήσαντα· ὅθεν σήμερον,
τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων
τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Καὶ τῆς Ἑορτῆς,
καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετα τὴν συνήθη Στιχολογίαν, τὰ
Καθίσματα τῆς Ἑορτῆς, καὶ οἱ Κανόνες τῆς
Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Σίμων ὁ καὶ
Συμεὼν ὑμνείσθω πόθῳ.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'
Ἄσομαί σοι, Κύριε
ὁ Θεός μου
ΤΟ
ΑΚΟΥΤΕ
Σίμων
ἱερώτατε τῷ Δεσπότῃ, στεφηφορῶν παρεστηκώς,
τοῖς πόθω τὴν μνήμην σου, τελοῦσι τὴν πανίερον,
πταισμάτων λύσιν αἴτησαι.
Ἱστίῳ
πτερούμενος θεομάκαρ, τῷ τοῦ Σταυροῦ ὡς ἀληθῶς,
τοῦ Πνεύματος αὔραις, τὸν κλύδωνα παρέδραμες,
τῆς πλάνης Παμμακάριστε.
Μύρῳ
θείῳ ἔχρισεν Ἱερέα, σὲ τοῦ λαοῦ
ὁ ἐκ φυλῆς, Ἰούδα βλαστήσας Χριστός, Συμεὼν
ἱερώτατε, τῶν Ἀγγέλων συνόμιλε.
Θεοτοκίον
Ὡς
οὖσα τῆς κτίσεως ἀνωτέρα, πάσης τὸν Κτίστην
καὶ Θεόν, ἐν μήτρᾳ συνέσχες, Παρθένε καὶ
ἐκύησας, βροτῶν εἰς ἀπολύτρωσιν.
ᾨδὴ γ'
Τόξον δυνατῶν ἠσθένησε
ΤΟ ΑΚΟΥΤΕ
Νεύσει
πρὸς Θεὸν θεούμενος, ὅλος Ἱεράρχα, θεοειδὴς
ἐχρημάτισας, μαρτυρίου περιαστράπτων, λαμπηδόσιν ἱερώτατε.
Ὄρθρος
τοῖς ἐν σκότει ἔλαμψας, τῆς δικαιοσύνης, ὑποδεικνύων
τὸν Ἥλιον, ἐκ νεφέλης Παρθένου Κόρης, τοῖς
ἀνθρώποις ἀνατείλαντα.
Κόσμου
ἡδονὰς ἐμίσησας, καί, Ἀρχιερέων, κόσμος
τερπνὸς ἐχρημάτισας, καὶ ἀθλήσας, ὑπερκοσμίου
δόξης Πάτερ κατηξίωσαι.
Θεοτοκίον
Ἅπας
ἐγκωμίων πάναγνε, νόμος νῦν ἡττᾶται, σὲ
ἀνυμνεῖν θεονύμφευτε· τὸν γὰρ Λόγον Θεοῦ
τεκοῦσα, τοὺς Ἀγγέλους ὑπερβέβηκας.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τόξον
δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη,
ἐν Κυρίῳ ἡ καρδία μου».
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς
ΤΟ ΑΚΟΥΤΕ
Ἱεραρχίας
ταῖς στολαῖς ἐκοσμήθης, καὶ μαρτυρίου καλλοναῖς
ὡραιώθης, καὶ τῷ Θεῷ σὺν δόξῃ παριστάμενος,
λάμπεις αὐγαζόμενος, τῷ φωτὶ τῆς Τριάδος·
ὅθεν δυσωποῦμέν σε, Συμεὼν Ἱεράρχα. Ὡς
παρρησίαν ἔχων πρὸς Θεόν, ὑπὲρ τῶν πίστει
τιμώντων σε πρέσβευε.
Καὶ τῆς Ἑορτῆς
ᾨδὴ δ'
Δι' ἀγάπησιν οἰκτίρμον
ΤΟ ΑΚΟΥΤΕ
Ἱερούργησας
θυσίας τὰς ἀναιμάκτους, τῷ διὰ σὲ τυθέντι,
τυθεὶς ὡς ἀρνίον, καὶ τούτῳ προσήνεξαι,
θεόφρον πανόλβιε.
Συνετρίβη
πρὸ προσώπου σου Ἱεράρχα, τῆς ἀσεβείας
ὄρη, καὶ βουνοὶ τῶν δαιμόνων, πάντες κατετάκησαν,
Χριστοῦ δυναμοῦντός σε.
Ὑψηλότατον
τὸν βίον ἔχων Παμμάκαρ, ἐθελοντὶ ὑψώθης,
ἐπὶ ξύλου τὸ θεῖον, πάθος ἐκμιμούμενος,
τοῦ κόσμον ὑψώσαντος.
Θεοτοκίον
Μεμυημένος
τὸν τόκον σου ὁ Προφήτης, σὲ Ἀββακοὺμ
προγράφει, κατάσκιον ὄρος, Κόρη ὁ Θεὸς ἡμῶν,
ἐξ οὗ ἐπεδήμησεν.
ᾨδὴ ε'
Τὸν φωτισμόν σου
Κύριε
ΤΟ
ΑΚΟΥΤΕ
Ἐθελοντὶ
μακάριε, παρέδωκας σαυτόν, παθεῖν προθύμως, μιμούμενος
Χριστόν, τὸν ὑπὲρ ἡμῶν σαρκὶ παθόντα,
καὶ τὰ πάθη μειώσαντα.
Ὡς
ἱερεῖον ἄμωμον, ἐκδέδωκας σαυτόν, ὁλοκαυτοῦσθαι
πυρὶ τῶν βασάνων, μάκαρ Συμεών, εὐωδίᾳ
μυστικῇ συντηρούμενον.
Ναὸς
τοῦ θείου Πνεύματος, γενόμενος Σοφέ, ναοὺς εἰδώλων
κατέστρεψας μοχλῷ, σοῦ τῶν προσευχῶν, καὶ πλανωμένους,
πρὸς τὸ φῶς καθωδήγησας.
Θεοτοκίον
Ὑπὲρ
ἡμῶν δυσώπησον, Χριστὸν τὸν ἐκ τῶν σῶν,
ἁγνῶν αἱμάτων, ἁγνὴ Θεοτόκε, σάρκα
ὑλικὴν ἠμφιεσμένον, καὶ βροτοὺς ἀναπλάσαντα.
ᾨδὴ ς'
Ἐβόησε, προτυπῶν
ΤΟ ΑΚΟΥΤΕ
Μεμύησαι,
παραδόξων ἐκ θείων ἐλλάμψεων, τὰ πρὸς
θείαν, ὁδηγοῦντα ζωὴν σε πανόλβιε, καὶ ἀρρήτου
δόξης, Ἱεράρχα ἀνάπλεως γέγονας.
Ναμάπων
σε, ζωηρύτων πλησθέντα τοῦ Πνεύματος, ὥσπερ ἄλλον,
ποταμὸν ἐξ Ἐδὲμ πορευόμενον, Συμεὼν ἡ
θεία, Ἐκκλησία ἀγάλλεται ἔχουσα.
Ἐκάθισας,
ὑψηλὴν εἰς καθέδραν διάδοχος, Ἰακώβου,
καὶ τρόπων συμμέτοχος, τὴν Ἱεραρχίαν, μαρτυρίῳ
λαμπρύνας Μακάριε.
Θεοτοκίον
Ἰάτρευσον,
τὰ ἀνίατα πάθη Θεόνυμφε, τῆς ψυχῆς μου,
ἰατρὸν καὶ Σωτῆρα κυήσασα, τῶν βροτῶν
τὰ πάθη, τοῖς αὐτοῦ θεραπεύοντα πάθεσιν.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε,
προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης,
Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς
με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
ΤΟ ΑΚΟΥΤΕ
Τῆς
ἄνω Σιών, πολίτης γενόμενος, τῆς κάτω Σιών,
τὸν θρόνον ἐγκεχείρισαι, καὶ καλῶς τὸ
ποίμνιον, ὁδηγήσας πρὸς μάνδραν οὐράνιον,
ἐσταυρώθης Χριστῷ Συμεών, τὸ θεῖον πάθος
αὐτοῦ μιμησάμενος.
Ὁ Οἶκος
Τὸν
ἐκ γένους Ἀβραάμ, καὶ ἐκ σειρᾶς τῆς
τοῦ Δαυΐδ, τὸν υἱὸν τοῦ Ἰωσήφ, καὶ
συγγενῆ τοῦ Ἰησοῦ, εὐφημήσωμεν σήμερον
Συμεὼν τὸν τρισόλβιον, ὡς μεγάλως μέν τῇ
ἀγχιστείᾳ Χριστοῦ κλεϊζόμενον, λαμπρῶς δὲ
τῷ θρόνῳ τῆς μητρὸς τῶν Ἐκκλησιῶν
ἀγλαϊζόμενον, εὐκλεῶς δὲ τῷ αἵματι τοῦ
μαρτυρίου καλλυνόμενον· καὶ γὰρ οὗτος, ὡς
ὁ Δεσπότης, τῷ σταυρῷ προσεπάγη, τὸ θεῖον
πάθος αὐτοῦ μιμησάμενος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου
Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.
Στίχοι
Ἀδελφὰ
πάσχεις, Συμεών, τῷ Κυρίῳ,
Ξύλῳ
κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου.
Ἐν
ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ
Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν.
Στίχοι
Παθῶν
καθαρθείς, ὦ Ἰωάννη Μάκαρ,
Μονῆς
προέστης τῶν Καθαρῶν εἰκότως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ
τελειωθέντος.
Στίχοι
Σφαγεὶς
Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις,
'Ὃς
ἠγοράσθης αἵματι Χριστοῦ πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν
εἰρήνῃ τελειωθέντος.
Στίχοι
Τὸν
Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων,
Θεοῦ
ξενιστὴς Ἀβραὰμ ξενιζέτω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου,
ὃς κατὰ γῆς συρόμενος τελειοῦται.
Στίχοι
Κονίεται
τὸ σῶμα, Μάρτυς Λολλίων,
Κόνιν
φύρεσθαι τὴν ἀπ' αὐτοῦ δοὺς κόνιν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ἀβραμιαῖοι ποτὲ
ΤΟ ΑΚΟΥΤΕ
Σῶμα
βασάνοις προδούς, ὑπὲρ Χριστοῦ προθύμως, οὐ
παρετράπης οὐκ ἐνέδωκας, κραυγάζων θεσπέσιε·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θείῳ
Παμμάκαρ φίλτρῳ, ἀναφλεχθεὶς τὰς φρένας,
πυρὸς ἐνύλου δυνατώτερος, βοῶν ἐχρημάτισας,
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὡς
ὁ Δεσπότης Χριστός, ἐπὶ σταυροῦ ὑψώθης,
τῷ πάθει σεμνυνόμενος, καὶ μέλπεις γηθόμενος,
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον
Παρθενομῆτορ
ἁγνή, τὸ τῶν δαιμόνων τραῦμα, καὶ τῶν
ἀνθρώπων τὸ διάσωσμα, Ἀγγέλων εὐπρέπεια,
τὴν ταπεινήν μου ψυχήν, ἐχθροῦ τῆς πλάνης
ῥῦσαι.
ᾨδὴ η'
Τὸν ἐν τῷ Σταυρῷ
ΤΟ ΑΚΟΥΤΕ
Ὅλην
τὴν αὐγήν, σοφὲ τοῦ Παρακλήτου, τῇ καθαρᾷ
σου Συμεών, δεξάμενος καρδίᾳ, σκότος τῶν δαιμόνων
ἀφεγγές, ἐξηφάνισας πιστοὺς φωτίζων.
Θάλασσαν
δεινῆς, Σοφὲ κακοπιστίας, ἀποξηράνας ταῖς ῥοαῖς,
τῶν θείων διδαχῶν σου, ἅπασαν κατήρδευσας ψυχήν,
στάχυν πίστεως καρποφοροῦσαν.
Ὤφθης
ἱερεύς, σεπτὸς ἐν τῷ ἰδίῳ, αἵματι
Μάρτυς εἰσελθών, ναὸν εἰς θεῖον, ἔνθα
πάντοτε ὁρᾷς τὸν διὰ σέ, ὥσπερ ἄμωμον
ἀμνὸν τυθέντα.
Θεοτοκίον
Ἵνα
σε φωναῖς, Ἁγνὴ χαριστηρίοις, τὴν χαριτώσασαν
ἡμῶν, τὸ γένος ἀνυμνῶμεν, σκέπε περιφρούρει
τε ἡμᾶς, Θεονύμφευτε ἐκ πάσης βλάβης.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐν τῷ σταυρῷ, σαρκὶ προσηλωθέντα, καὶ ὑποδείξαντα
ἡμῖν, ὅπλον εἰς σωτηρίαν· Παῖδες ὑπερυψοῦτε
Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ὁ τόκος σου ἄφθορος
ΤΟ ΑΚΟΥΤΕ
Ὡς
στῦλος πυρὸς μάκαρ ὡράθης, λαοῦ προηγούμενος
τοῦ νέου, ἐξ Αἰγύπτου τῆς πλάνης, καὶ
πρὸς γῆν, ἐπαγγελίας τὴν θείαν Μάρτυς,
τοῦτον εἰσάγων, ταῖς σαῖς ὄντως εἰσηγήσεσι.
Σίμων
Συμεὼν διπλῆν τὴν κλῆσιν, λαβών, τὸν διπλοῦν
τῇ φύσει Λόγον, ἐναντίον ἀθέων τὸν
αὐτόν, Θεὸν βροτόν τε ἀνακηρύττεις· ὅθεν
σε πάντες, συνελθόντες μακαρίζομεν.
Ἡ
γῆ ἡγιάσθη τῇ ἀθλήσει, σοῦ Μάρτυς
σταυρῷ προσηλωθέντος, αἱ ψυχαὶ δὲ δικαίων Συμεών,
ἀγαλλιῶνται τῇ σῇ ἀνόδῳ· ὅθεν
καὶ πάντες, οἱ πιστοὶ σε μακαρίζομεν.
Θεοτοκίον
Φωτὶ
με καταύγασον τῷ θείῳ, φωτὸς οἰκητήριον,
Παρθένε, τῶν παθῶν μου τὸ σκότος τὸ πυκνόν,
καὶ νύκτα ὄντως τὴν βαθυτάτην, σαῖς μεσιτείαις,
Θεοκυῆτορ ἀπελαύνουσα.
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων
σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε·
διὸ πάντες μεγαλύνομεν».
Ἐξαποστειλάριον,
τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς. Ἡ Α' Ὥρα, καὶ Ἀπόλυσις.